1

 2

 3

 4

 5

 6

3

βασιλεῖς, οὕτως ὁ ῥυόμενός σε, ἀλλὰ βα σιλεὺς αἰώνιος καὶ αἰωνία αὐτοῦ ἡ βασιλεία, καθώς φησιν ὁ ἄγγελος Γαβριὴλ πρὸς τὴν μητέρα αὐτοῦ καὶ παρθένον Μαριάμ· «Καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος». Καὶ καθὼς αἰω νία αὐτοῦ ἡ βασιλεία, οὕτως αἰωνία σου ἡ σωτηρία. ∆ιὰ τοῦ το οὖν· «Χαῖρε σφόδρα· κήρυττε, θύγατερ Ἰερουσαλήμ.» Τί κηρύξω, ὦ προφῆτα; Κήρυττε τῷ βασιλεῖ σου, τῷ κατελθόντι ἀπὸ τῶν ὑψωμάτων τοῦ οὐρανοῦ σῶσαί σε, εὐχαριστίαν, δοξολογίαν, ὑμνολογίαν. Κήρυττε· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, ὅθεν παρεγένου τοῦ σῶσαί με, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι κυρίου.» Καὶ σκόπει μοι τὸν εὐαγγελιστήν, πῶς διπλοῦν τὸν Χριστὸν κηρύττει· ἐν τῷ γὰρ λέγειν· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις», τὴν ὑψηλὴν τῆς θεότητος φύσιν δηλοῖ, ἐν δὲ τῷ λέγειν· «Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου», τὴν τῆς ἀνθρωπότητος οὐσίαν σημαίνει, τὸ εὐλογημένον σπέρμα ᾧ εὐλογήθη ὁ εὐλογημένος Ἀβραάμ, ἐν τῷ σπέρματι αὐτοῦ εὐ λογηθῆναι πάντα τὰ ἔθνη τῆς γῆς· «Εὐλογημένη γάρ», φησίν, «ἡ ἐρχομένη βασιλεία τοῦ πατρὸς ἡμῶν ∆αυίδ.»

6 Ἀναλάβωμεν πάλιν τὴν φωνὴν τὴν προτέραν καὶ ὥσπερ μασθὸν προφητικὸν ἐκπιάσωμεν· ἔτι γὰρ ἔχει γάλακτος καὶ θεωρίας ἀγαθά. Φησὶ γάρ· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κή ρυττε, θύγατερ Ἰερουσαλήμ.» Καὶ τίνος ἕνεκεν «θύγατερ Σιὼν» καὶ οὐ Σιών, καὶ «θύγατερ Ἰερουσαλὴμ» καὶ οὐκ Ἰερουσαλήμ; Πρόσεχε συνετῶς, παρακαλῶ. Ὥσπερ γὰρ τὰ ὀνόματα τῶν βοτανῶν καὶ τῶν πετεινῶν καὶ τῶν τετραπόδων καὶ τῶν ἀνθρώπων κατὰ τὴν διαφορὰν τῆς μορφῆς καὶ τῆς δυνάμεως οὕτω καὶ τὰ ὀνόματα κέκτηται, οὕτως ἑκάστη κεραία τῶν θείων λογίων ἰδίαν δύναμιν καὶ θεωρίαν κέκτηται. Οὐκοῦν ἐρευνήσωμεν τί δήποτε τὴν νῦν πιστὴν Ἰερουσαλὴμ πρῶτον καλεῖ ὁ προφήτης «θυγα τέρα Σιών», ἔπειτα «θυγατέρα Ἰερουσαλήμ». Φησὶ γάρ· «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσα λήμ.» Σιὼν ἑρμηνεύεται «διψῶσα»· ἔστι δὲ αὕτη ἡ συναγωγὴ τῶν δικαίων καὶ προφητῶν, τῶν ἀπ' αἰῶνος μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας διψησάντων ἑνωθῆναι καὶ εὐαρεστῆσαι τῇ θείᾳ καὶ προσκυνητῇ οὐσίᾳ τῆς θεότητος, καθώς φησιν ὁ κορυφαῖος τῶν ἀποστόλων Πέτρος· «Ἵνα γένωνται θείας κοινωνοὶ φύσεως.» Οὗτοι, ζητοῦντες τὸν κύριον καὶ διψῶντες, ἐκλήθησαν Σιών, καθὼς εἷς ἐξ αὐτῶν ἔλεγεν· «Ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα·»

7 Ὅταν δὲ ἐπέτυχον καὶ ἤγγισαν, μᾶλλον δὲ ὤφθησαν καὶ ἐθεώρησαν τὸ πρόσωπον αὐτοῦ· οὕτω γὰρ λέγει ἑτέρα ἔκδοσις· ἐγένοντο Ἰερουσαλὴμ, «ὁρῶντες θεὸν καὶ σκοπευτήριον πάσης γνώσεως». Θυγατέρα δὲ ταύτης τῆς Σιὼν καλεῖ τοὺς ἐν κυ ρίῳ πιστούς, τοὺς διὰ τῆς πίστεως διψῶντας καὶ διὰ τῆς ἐργα σίας τῶν ἐντολῶν τοῦ εὐαγγελίου ζητοῦντας εὑρεῖν τὸν κύριον, τὸν ἐν αὐτοῖς κεκρυμμένον, καθώς φησι τὸ ἅγιον Πνεῦμα· «Αὕτη ἡ γενεὰ ζητούντων τὸν κύριον, ζητούντων τὸ πρόσωπον τοῦ θεοῦ Ἰακώβ.» Καὶ ὅταν ἐπιτύχωσιν, καλοῦνται θυγάτηρ τῆς προ ειρημένης Ἰερουσαλήμ, θεωροῦντες τὸν θεὸν καὶ σκοποῦντες τὴν πνευματικὴν γνῶσιν. Παρακαλῶν δὲ ὁ προφήτης διὰ τοῦ πνεύματος τὸν θεὸν ἀναδεῖξαι τὴν τοιαύτην Σιὼν καὶ Ἰερουσαλήμ, φησί· «Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς.» Οὐκοῦν μετὰ ταύτης τῆς μητρός σου Σιών, «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυττε, θύγατερ Ἰερουσαλήμ», ἐπουρανίως μετὰ τῆς μητρός σου βοῶσα· «Ὠσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλο γημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.»

8 Καὶ τί φησι τὸ εὐαγγέλιον; «Ὅτε ἤγγισαν εἰς Ἰερουσαλὴμ καὶ ἦλθον εἰς Βηθφαγή». Ἵνα γὰρ φάγωσιν αὐτὸν οἱ πιστοί, ἤρχετο ἐν τῷ ὑπερῴῳ, «πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν», ὅ ἐστιν ἐκ τοῦ λαοῦ πιστὴ ἐκκλησία. «Τότε ὁ Ἰησοῦς ἀπέστειλε δύο τῶν μαθητῶν» αὐτοῦ, οἵτινές εἰσι δύο χοροὶ τῶν προφητῶν καὶ ἀποστόλων· μαθητεύοντες γὰρ τὰ ἔθνη οἱ ἀπόστολοι εἶχον μεθ' ἑαυτῶν τὰ θεόπνευστα τῶν