2
καὶ πέμπεται· οὐ κεντεῖ γὰρ τὸν εὐθῆ, οὐ πλήττει τὸν ἄκα κον, οὐ δάκνει τὸν ἀκέραιον.
7 Τί δαὶ καὶ τῆς συκοφαντίας τὸ εἶδος ἐτύγχανεν; «Ὁ ἄν θρωπος οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου.» «Ὁ ἄνθρωπος οὗτος.» Ποῖος; «Ὁ τὰ ὑπὲρ ἄνθρωπον σημεῖα θαυματουργῶν καὶ τέρατα· ὁ τῆς σοφίας τὴν πηγὴν ἀντλήσας ὅλην· ὁ κενώσας εἰς ἑαυτὸν τὰ ταμεῖα τῆς χάριτος· ὁ δυνάμεις ποιῶν, ἃς ἡμεῖς καρτερεῖν οὐ δυ νάμεθα· οὗ πρὸς τὸν ζῆλον καὶ πρὸς τὸν φθόνον τετήκαμεν· ᾧ κωφὸς ὑπακούει καλούμενος· καὶ τυφλὸς βλέπει πρὸς αὐ τόν, παρ' αὐτοῦ λαβὼν ὄμματα· καὶ χωλὸς αἰτεῖ πόδας, ἀπὸ τῆς τούτου γλώττης καὶ χεῖρας δανεισάμενος· δι' ὃν ἐκενώθη τὰ τῶν ἀρρώστων κλινίδια, δι' ὃν ὑγιαινόντων καὶ νοσούντων οὐκ ἔστιν διαφορά, δι' ὃν οἱ λεπροὶ τοῦ πάθους ἐπελήσθησαν, δι' ὃν οὐκ ἔστιν τῶν ἰατρῶν χρεία, δι' ὃν περιττὰ τὰ τριβόμενα φάρμακα.»
8 «Οὗτος οὐ παύεται λαλῶν ῥήματα κατὰ τοῦ τόπου τοῦ ἁγίου τούτου καὶ τοῦ νόμου.» Ποῖα δὴ ταῦτα; «Ἀκηκόαμεν γὰρ αὐτοῦ λέγοντος ὅτι Ἰησοῦς ὁ Ναζωραῖος οὗτος καταλύσει τὸν τόπον τοῦτον, καὶ ἀλλάξει τὰ ἔθη ἃ παρέδωκεν ἡμῖν Μωυ σῆς.» Εἰκότως ψευδεῖς μάρτυρες καὶ συκοφάνται λέγεσθε, ὅτι τὴν ἀλήθειαν ὡς οὐκ ἀλήθειαν φθέγγεσθε, ὅτι βλασφημίας τοῦ θεοῦ τὰς παρ' αὐτοῦ καὶ περὶ αὐτοῦ προφητείας ὀνομάζετε, καὶ ἀθέτησιν εἶναι τοῦ νόμου νομίζετε ἅπερ αὐτὸς ἠπεί λησεν ἐκβησόμενα.
9 Τίνος γὰρ φωνή, τίνος προφητεία, τίνος τυγχάνει κήρυγμα; Τίς εἰπεῖν οὕτω τὸν Ἠσαΐαν, τίς Μιχαίαν προσέταξεν· «∆ιὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται»· «Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηρά τῳ»; Τίς καὶ τὸν ∆αυὶδ τοιαῦτα εἰπεῖν ἐνέπνευσεν· «Μνή σθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἰερουσαλήμ, τῶν λεγόντων· Ἐκκενοῦτε, ἐκκενοῦτε, ἕως οὗ ὁ θεμέλιος ἐν αὐτῇ»;
10 Τί δαὶ καὶ Μωυσῆς; Οὐχὶ τοῖς εἰρημένοις παρὰ Στεφά νου καὶ αὐτὸς συμψηφίζεται; Οὐ ταύτας ὑμῶν κατέγραψεν τὰς ἀράς, αἵπερ αὐτῇ πείρᾳ νῦν εἰς ἔργον ἐξέβησαν, καὶ πᾶσι τὰς αἰ τίας ὁρᾶν ὅθεν εἰσὶν ἐξενεχθεῖσαι παρέχουσι; Παρατιθέσθω τοῖς Μωυσέως ῥήμασιν τὰ συμβάντα τῷ λαῷ τῶν Ἰουδαίων τραύματα. Πρὸς λέξιν αὐτὰ ζητῶν, εὑρήσεις ὡς ἐκβέβηκεν οὐ δὲν οὐδαμοῦ μικρὸν ἢ μέγα ψευσάμενα. «Καὶ ἐὰν μετὰ ταῦτα πορεύεσθε πλάγιοι»· οὐδέποτε γὰρ εὐθῆ πρὸς τὸν θεὸν τὴν καρδίαν ἐκτήσαντο· πολὺ δὲ μᾶλλον ἐν τοῖς χρόνοις τοῖς ὕστερον, ἐν οἷς τὴν κλῆσιν τοῦ Χριστοῦ ἐπλαγίαζον. ∆ιόπερ καὶ ἐπήγαγεν· «Καὶ ἐὰν μὴ βούλεσθε ὑπακούειν μου» -οὐ τοίνυν τοῦ Χριστοῦ καλοῦντος ὑπήκουσαν-, «προσθήσω ὑμᾶς πληγὰς ἑπτὰ κατὰ τὰς ἀνομίας ὑμῶν.» Ἐπειδὴ γὰρ ἠρνήσαντο τὰς ἑπτὰ χορη γίας τοῦ πνεύματος, εἰς ἑπτὰ πληγὰς αὐτοῖς τὰ ἑπτὰ γίνεται τῆς πονηρίας πνεύματα, ἅπερ εἰσελθόντα κατῴκησεν ἐν αὐτοῖς· καὶ γέγονεν αὐτῶν τὰ ἔσχατα χείρονα τῶν πρώτων.
11 «Καὶ ἀποστέλλω ἐφ' ὑμᾶς τὰ θηρία τῆς γῆς.» Τὰ ἔθνη λέγει· θηρία γὰρ πρότερον διὰ τὴν ἀγνωσίαν ἐτύγχανον, ὅτι ἐν εἰκόνι θηρίων καὶ τετραπόδων καὶ ἑρπετῶν τὸ θεῖον ἐθρή σκευον. Οἷς ἐπαρώμενος ὁ ∆αυὶδ ἔλεγεν· «Ὅμοιοι αὐτοῖς γέ νοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς.» Ταῦτα νῦν αὐτοῖς ὁ θεὸς τὰ ἔθνη ἐπαπέστειλεν, τὰ ἑξῆς εἰρη μένα τῷ νομοθέτῃ πράσσοντα· «Καὶ κατέδεται ὑμᾶς, καὶ ἀνα λώσει τὰ κτήνη ὑμῶν, καὶ ὀλιγοστοὺς ποιήσει ὑμᾶς· καὶ ἔρημοι ἔσονται αἱ ὁδοὶ ὑμῶν.» Τούτων γὰρ ἕκαστα αὐτοῖς, κατὰ τὸ αἰ σθητὸν καὶ κατὰ τὸ νοητόν, ὑπὸ τῶν ἐθνῶν κυριευθεῖσιν, γε γένηται.