1

 2

 3

 4

 5

 6

5

ὡς ἀληθείας μάρτυρι, κἀ κείνοις ἀκούειν, ὡς θεομαχεῖν ὡρμημένοις καὶ τὴν τοῦ πνεύ ματος νοσοῦσιν ἀντιλογίαν, πρόσφορον· «Σκληροκάρδιοι καὶ ἀπε ρίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ Πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.»

22 Καὶ πῶς ἐν ἀρχῇ λέγεις· «Ἄνδρες ἀδελφοὶ καὶ Πατέρες, ἀκούσατέ μου»; «Ἐκεῖνα», φησίν, «τῆς τοῦ Ἀβραὰμ εὐγενείας, ταῦτα δὲ τῆς τούτων πονηρίας. Ἐκεῖνα τῆς ἀγαθῆς ῥίζης, ταῦτα τῶν πονηρῶν κλάδων. Ἐκεῖνα τῆς ἀγέλης τὸ ἐπίσημον δείκνυσιν, ταῦτα τῶν πολλῶν τὸ ἄτακτον, τὸ σκληρόν, τὸ ἀχα λίνωτον.» Πρὸς ἐκεῖνο τὸ προοίμιον Ἠσαΐου προέτρεπεν· «Εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ἡμᾶς καὶ βδελυσσομέ νοις, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ.» Πρὸς τουτὶ δὲ τὸ πέρας αὐτοὶ καὶ παρὰ γνώμην ἀναγκάζουσιν τὸν λόγον· «Ἀδελφοὺς ἐκάλεσα, πατέρας προσηγόρευσα, μή τις οἰηθῇ καθάπερ ἐχθρῶν κατηγορεῖν, ὡς πολεμίων ἐλέγχειν. Σκ<λ>ηροκαρδίους δὲ τοὺς αὐτοὺς καὶ ἀπεριτμήτους προσεφώνησα, ἐπειδὴ τῆς συγγενείας προτιμᾶν δεῖ τὴν ἀλήθειαν καὶ μήτε φίλων μήτε ἀδελφῶν μήτε πατέρων μήτε ἄλλων οἰκείων, ἡνίκα παρανομοῦσιν, φείδε σθαι.»

23 Οὐ μὴν ἐκαρτέρουν οἱ παῖδες τῶν Ἰουδαίων ταῦτα τὰ ῥή ματα, ἀλλὰ τοὺς ὀδόντας καθάπερ θῆρες ἔβρυχον, ἔτι ῥητορεύοντα τὸν Στέφανον καταπιεῖν ἐπειγόμενοι. «Ἔβρυχον τοὺς ὀδόντας.» Περὶ γὰρ αὐτῶν εἴρητο· «Υἱοὶ ἀνθρώπων, οἱ ὀδόντες αὐτῶν ὅπλα καὶ βέλη, καὶ ἡ γλῶσσα αὐτῶν μάχαιρα ὀξεῖα.» Στέφανος δὲ οὐ πρὸς αὐτούς, ἀλλὰ πρὸς τὸν θεὸν τοὺς ὀφθαλ μοὺς εἶχεν, καὶ τῆς γῆς ἀφέμενος εἰς τὰς αὐλὰς τῶν οὐρανῶν ἠπείγετο, καὶ λαμπρᾷ τῇ φωνῇ «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας» ἐκήρυττεν. Τουτέστιν· τὸ κέρδος κοινόν, ἡ ὁδὸς πᾶσιν εὐτρεπής, ἡ πύλη τοῖς εἰσελθεῖν βουλομένοις ἀνέῳ κται. Ὁ ἀνδρεῖος συντόνως ἀθλείτω· ὁ γνήσιος ὁπλίτης νῦν χρη σάσθω τοῖς ὅπλοις, νῦν ἐνδειξάσθω τῆς ῥώμης τὸ μέγεθος. Ὁ γὰρ ἀγωνοθέτης ἐφορᾷ· τοὺς στεφάνους καὶ τὰ βραβεῖα διανέμων ἐφέστηκεν.

24 «Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγότας.» Καὶ τίς ὁ ἀνοίξας, οὐκ ἀφῆκεν ἀγνοεῖν τὸν εἰδέναι βουλόμενον. Καὶ διὰ τοῦτο κέκραγεν· «Καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δε ξιῶν τοῦ θεοῦ», τὸν θεὸν Λόγον τὸν σαρκωθέντα λέγων. Ἀφ' οὗ γὰρ ὁ υἱὸς τοῦ θεοῦ υἱὸς ἀνθρώπου γεγένηται, ἀφ' οὗ ὁ ἐκ Πα τρὸς αὐτὸς ἐκ παρθένου ἐνέστη τῇ γῇ καὶ τοῖς οὐρανοῖς ὅριον, περιῄρηται τῆς ἔχθρας τὸ μεσότοιχον, ἐκποδὼν ὁ φραγμός, κοινὰ τοῖς ἀγγέλοις καὶ τοῖς ἀνθρώποις τὰ τῆς πολιτείας, ἐὰν οἱ ἄνθρωποι βούλωνται. Ἔξεστιν ἐπὶ γῆς οὖσιν ἐν οὐρανῷ στρατεύε σθαι, κάτω τῇ σαρκὶ τυγχάνειν, ἄνω παρεῖναι τῷ πνεύματι, εἶναι μετὰ τοῦ πηλοῦ τῷ πηλῷ, μετὰ δὲ τοῦ θεοῦ τῷ νῷ.

25 Ταῦτα μὲν οὖν ἐθεολόγει Στέφανος· βοαὶ δὲ τὴν ἐν τά ξει θεολογίαν ἄτακτοι, καὶ βοαὶ τὰς βοὰς διεδέχοντο· καὶ σφενδόναι λίθων τοῖς τῶν ἱερῶν νόμων ἐπηκολούθουν δόγμασιν. Ὅπλων ἀποροῦντες, ἀπὸ τῆς γῆς ὡπλίζοντο· ξίφων οὐ παρόν των, λίθους ταῖς δεξιαῖς ἐσχεδίαζον, καὶ τῆς πόλεως ἔξω λα βόντες ἔθυον. Οὐ γὰρ ἦν Ἰερουσαλὴμ ἡ παλαιὰ τῷ θύματι πρέ πουσα· ἀλλὰ καὶ τὸν ἀμνὸν ἐχρῆν παρὰ τὸν ἀμνὸν τὸν τοῦ ποιμένος σφάζεσθαι, ἐκεῖ λαμβάνειν τὸν στρατιώτην τὰ τῆς νίκης ἐνέχυρα, ἔνθα τὸ κατὰ πάντων τρόπαιον ὁ βασιλεὺς ἐπήξατο.

26 Ἀλλὰ ποῖον ἐλάμβανεν τῆς τελευτῆς ἐφόδιον; Προσευχὴν καὶ τὸ ἐκ ταύτης θυμίαμα· καὶ τὴν σάρκα ἐκδυόμενος τὴν προσευχὴν ἐνεδύετο. Τί δὲ ἦν ἡ προσευχή; «Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου», τουτέστιν· Σὺ λάβε τὸ σόν· ἣν ἔδωκας παραθήκην ἀνάλαβε· ὃν ἐπίστευσας μαργαρίτην ὑπόδεξαι· ὃ κατ' εἰκόνα σὴν ἔχω, τοῦτο πέμπω πρὸς σέ. «∆έξαι τὸ πνεῦμά μου»· οὐκέτι γὰρ εἰς ᾅδου κλαυθμῶνος αἱ ψυχαὶ τῶν δικαίων εἰσέρχονται· οὐκέτι τὰ ζοφερὰ τοῦ θανάτου χωρία τὰ τῶν ζώντων παραλαμβάνει πνεύματα. Μετὰ σὲ τῶν ζώντων ἀπαρχὴν καὶ νεκρῶν ἅμα