1

 2

 3

 4

 5

 6

 7

 8

 9

2

Ἰωάννου τοῦ μαθητοῦ Κυρίου ἡμῶν, καὶ λοιπῶν ἀποστόλων οἷς συνδιέτριψεν, ἀεὶ τετηρηκότα· οὔτε μὴν ὁ Πολύκαρπος τὸν Ἀνίκητον ἔπεισε τηρεῖν, λέγοντα τὴν συνήθειαν τῶν πρὸ αὑτοῦ πρεσβυτέρων ὀφείλειν κατέχειν. Καὶ τούτων οὕτως ἐχόντων, ἐκοινώνησαν ἑαυτοῖς· καὶ ἐν τῇ ἐκκλησίᾳ παρεχώρησεν ὁ Ἀνίκητος τὴν εὐχαριστίαν τῷ Πολυκάρπῳ, κατ' ἐντροπὴν δηλονότι, καὶ μετ' εἰρήνης ἀπ' ἀλλήλων ἀπηλλάγησαν, πάσης τῆς ἐκκλησίας εἰρήνην ἐχόντων, καὶ τῶν τηρούντων, καὶ τῶν μὴ τηρούντων. 4 Ἐν ᾧ ἄν τις δύναιτο εὖ ποιεῖν τοῖς πλησίον, καὶ οὐ ποιεῖ, ἀλλότριος τῆς ἀγάπης τοῦ Κυρίου νομισθήσεται. 5 Θέλησις καὶ ἐνέργεια Θεοῦ ἐστὶν ἡ παντὸς χρόνου καὶ τόπου καὶ αἰῶνος, καὶ πάσης φύσεως ποιητική τε καὶ προνοητικὴ αἰτία. Θέλησίς ἐστι τῆς νοερᾶς ψυχῆς ὁ ἐφ' ἡμῖν λόγος, ὡς αὐτεξούσιος αὐτῆς ὑπάρχουσα δύναμις. Θέλησίς ἐστι νοῦς ὀρεκτικὸς, καὶ διανοητικὴ ὄρεξις, πρὸς τὸ θεληθὲν ἐπινεύουσα. 7 Τὸ δὲ ἐν κυριακῇ μὴ κλίνειν γόνυ, σύμβολόν ἐστι τῆς ἀναστάσεως, δι' ἧς τῇ τοῦ Χριστοῦ χάριτι, τῶν τε ἁμαρτημάτων, καὶ τοῦ ἐπ' αὐτῶν τεθανατωμένου θανάτου ἠλευθερώθημεν. Ἐκ τῶν ἀποστολικῶν δὲ χρόνων ἡ τοιαύτη συνήθεια ἔλαβε τὴν ἀρχὴν, καθώς φησιν ὁ μακάριος Εἰρηναῖος, ὁ μάρτυρ καὶ ἐπίσκοπος Λουγδούνου, ἐν τῷ περὶ τοῦ Πάσχα λόγῳ, ἐν ᾧ μέμνηται καὶ περὶ τῆς Πεντηκοστῆς, ἐν ᾗ οὐ κλίνομεν γόνυ, ἐπειδὴ ἰσοδυναμεῖ τῇ ἡμέρᾳ τῆς κυριακῆς, κατὰ τὴν ῥηθεῖσαν περὶ αὐτῆς αἰτίαν. 8 Ὥσπερ γὰρ ἡ κιβωτὸς κεχρυσωμένη ἔσωθεν καὶ ἔξωθε χρυσίῳ καθαρῷ ἦν· οὕτω καὶ τὸ τοῦ Χριστοῦ σῶμα καθαρὸν ἦν καὶ διαυγές· ἔσωθεν μὲν τῷ Λόγῳ κοσμούμενον, ἔξωθεν δὲ τῷ Πνεύματι φρουρούμενον· ἵνα ἐξ ἀμφοτέρων τὸ περιφανὲς τῶν φύσεων παραδειχθῇ. 9 Εὖ μὲν λέγοντες ἀεὶ τοὺς ἀξίους, κακῶς δὲ οὐδέποτε τοὺς ἀναξίους, τευξόμεθα καὶ ἡμεῖς τῆς τοῦ Θεοῦ δόξης καὶ βασιλείας. 10 Ἴδιον καὶ πρεπῶδες ὡς ἀληθῶς τῷ Θεῷ, τὸ ἱλάσκεσθαι, τὸ ἐλεεῖν, τὸ τὰ ἔργα σώζειν ἑαυτοῦ, κᾂν εἰς κίνδυνον διαφθορᾶς καταφέρηται· Παρ' αὐτῷ γάρ, φησιν, ὁ ἱλασμός ἐστιν. 11 Τὸ ἔργον τοῦ Χριστιανοῦ οὐδὲν ἄλλο ἐστὶν, ἢ μελετᾷν ἀποθνήσκειν. 12 Ἡμεῖς οὖν καὶ σώματα ἀνίστασθαι πεπιστεύκαμεν. Εἰ γὰρ καὶ φθείρεται, ἀλλ' οὐκ ἀπόλλυται· τούτων γὰρ τὰ λείψανα γῆ ὑποδεξαμένη τηρεῖ, δίκην σπόρου πιαινομένου καὶ τῷ γῆς λιπαρωτέρῳ συμπλεκομένου. Αὖθις ὥσπερ κόκκος γυμνὸς σπείρεται, καὶ κελεύσματι τοῦ δημιουργήσαντος Θεοῦ θάλλων, ἠμφιεσμένος καὶ ἔνδοξος ἐγείρεται, οὐ πρότερον εἰ μὴ ἀποθανὼν λυθῆ, καὶ γῇ συμμιγῇ· ὥστε τὴν ἀνάστασιν τοῦ σώματος οὐ μάτην πεπιστεύκαμεν· Ἀλλ' εἰ καὶ λύεται πρὸς καιρὸν, διὰ τὴν ἀπ' ἀρχῆς γενομένην παρακοὴν, ὡς εἰς χωνευτήριον τῆς γῆς καθίσταται, πάλιν ἀναπλασθησόμενον, οὐ τοιοῦτον φθειρόμενον, ἀλλὰ καθαρὸν, καὶ μηκέτι φθειρόμενον· ὡς ἑκάστῳ σώματι ἡ ἰδία ψυχὴ ἀποδοθήσεται, καὶ τοῦτο ἐνδυσαμένη οὐκ ἀνιαθήσεται, ἀλλὰ χαρήσεται, καθαρὰ παραμείνασα, νυμφίῳ δικαίῳ συνοδεύσασα, καὶ μὴ ἐπιβούλῳ· ἐν πᾶσιν ἔχουσα μετὰ πάσης ... ἀπολήψεται, οὐκ ἀλλοιωθέντα, οὐδὲ πάθους ἢ νόσου μεταστάντα, οὐδὲ ἔνδοξα ἀπολήψεται τὰ σώματα, ἀλλ' ὡς ἐν ἁμαρτήμασιν ἢ κατορθώμασιν ἐτελεύτων· καὶ ὁποῖα ἦν, τοιαῦτα ἀναβιώσαντα ἐπενδύσονται, καὶ ὁποῖα ἐν ἀπιστίᾳ γίνωνται, τοιαῦτα πιστῶς κριθήσονται. 13 Χριστιανῶν γὰρ κατηχουμένων δούλους Ἕλληνες συλλαβόντες, εἶτα μαθεῖν τὶ παρὰ τούτων δῆθεν ἀπόῤῥητον περὶ Χριστιανῶν ἀναγκάζοντες, οἱ δοῦλοι οὗτοι, μὴ ἔχοντες πῶς τὸ τοῖς ἀναγκάζουσι καθ' ἡδονὴν ἐρεῖν, παρόσον ἤκουον τῶν δεσποτῶν, τὴν θείαν μετάληψιν αἷμα καὶ σῶμα εἶναι Χριστοῦ, αὐτοὶ νομίσαντες τῷ ὄντι αἷμα καὶ σάρκα εἶναι, τοῦτο ἐξεῖπον τοῖς ἐκζητοῦσι. Οἱ δὲ λαβόντες ὡς αὐτόχρημα τοῦτο τελεῖσθαι Χριστιανοῖς, καὶ δὴ τοῦτο τοῖς ἄλλοις Ἕλλησιν ἐξεπόμπευον, καὶ τοὺς μάρτυρας Σάγκτον καὶ Βλανδίναν ὁμολογῆσαι διὰ βασάνων ἠνάγκαζον. Οἷς εὐστόχως Βλανδίνα ἐπαῤῥησιάσατο, Πῶς ἂν, εἰποῦσα, τούτων ἀνάσχοιντο οἱ μηδὲ τῶν ἐφειμένων κρεῶν δι' ἄσκησιν ἀπολαύοντες; 14 Πῶς δυνατὸν τὸν φύσει ἄλογον καὶ ἄνουν ὑπὸ Θεοῦ γενόμενον ὄφιν, λογικὸν καὶ