1

 2

 3

 4

 5

 6

 7

 8

 9

4

Ἰησοῦν δὲ ὡς λόγον, καὶ τοῦ ἐνυποστάτου Λόγου τύπον ἀψευδῆ, τῷ λαῷ δημηγορεῖν· καὶ τὸν μὲν Μωϋσῆν τὸ μάννα τοῖς πατράσι τροφὴν διδόναι, τὸν δὲ Ἰησοῦν τὸν σῖτον, ἄρτι τὴν ἀπαρχὴν τῆς ζωῆς, τύπον τοῦ σώματος τοῦ Χριστοῦ, καθά φησι καὶ ἡ γραφὴ, ὅτι τότε ἐπαύσατο τὸ μάννα Κυρίου, μετὰ τὸ φαγεῖν τὸν σῖτον λαὸν ἀπὸ τῆς γῆς. 20 Οὐ πορεύσῃ μετ' αὐτῶν, οὐδὲ καταράσῃ τὸν λαόν. Οὐ περὶ τοῦ λαοῦ αἰνίττεται, πάντες γὰρ κατεστρώθησαν· ἀλλὰ διὰ τὸ προδηλούμενον τοῦ Χριστοῦ μυστήριον. Ἐπειδὴ γὰρ ἔμελλεν ἐκ τῶν πατέρων κατὰ σάρκα γεννᾶσθαι, προδιδάσκει τὸ πνεῦμα τὸν ἄνδρα, μήποτε κατὰ ἄγνοιαν πορευθεὶς καταράσηται τὸν λαόν. Οὐχ ὡς ἀρὰν ἰσχύουσαν παρὰ τὴν τοῦ Θεοῦ βούλησιν, ἀλλ' εἰς ἔνδειξιν τῆς τοῦ Θεοῦ προνοίας, ἧς εἶχε διὰ τοὺς προπάτορας εἰς αὐτούς. 21 Καὶ οὗτος ἐπεβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ. Ἡ μὲν ὄνος τύπον εἶχε σώματος Χριστοῦ· ἐφ' ὃν πάντες οἱ ἄνθρωποι ἐκ καμάτων ἀναπαυόμενοι, ὡς ὑπὸ ὀχήματος βαστάζονται. Τὸ γὰρ φορτίον τῶν ἡμετέρων ἁμαρτημάτων ὁ Σωτὴρ ἀνεδέξατο. Ὁ δὲ ἄγγελος ὀφθεὶς τῷ Βαλαὰμ, αὐτὸς ὁ Λόγος ἦν· εἶχε δὲ ἐν τῇ χειρὶ μάχαιραν, δηλονότι, ἣν εἶχεν ἄνωθεν ἐξουσίαν. 22 Οὐχ ὡς ἄνθρωπος ὁ Θεός. ∆είκνυσιν, ὡς πάντες μὲν ἄνθρωποι ψεύδονται μεταφερόμενοι· ὁ δὲ Θεὸς οὐχ οὕτως· ἀεὶ γὰρ μένει ἀληθὴς, ἐπιτελῶν ὅσα βούλεται. 23 Ἀποδοῦναι ἐκδίκησιν παρὰ Κυρίου τῇ Μαδιάμ. Ὁ γὰρ μηκέτι ἐν πνεύματι Θεοῦ λαλῶν, ἀλλὰ κατέναντι νόμου Θεοῦ, ἕτερον πορνείας νόμον ἱστάνων, οὗτος οὐκέτι ὡς προφήτης, ἀλλ' ὡς μάντις λογισθήσεται· μὴ ἐμμείνας γὰρ τῇ τοῦ Θεοῦ ἐντολῇ, ἄξιον τῆς αὐτοῦ κακομηχανίας ἀντελάβετο μισθόν. 24 Ἴσθι ὅτι πᾶς ἄνθρωπος ἢ κενὸς ἐστὶν, ἢ πλήρης· εἰ μὲν γὰρ οὐκ ἔχει ἅγιον Πνεῦμα, οὐκ ἔχει γνῶσιν τοῦ κτίσαντος, οὐ παρεδέξατο τὴν ζωὴν Ἰησοῦν τὸν Χριστὸν, οὐκ οἶδε τὸν Πατέρα τὸν ἐν τοῖς οὐρανοῖς· εἰ οὐ βιοῖ κατὰ τὸν λόγον, κατὰ νόμον τὸν οὐράνιον, οὐ σωφρονεῖ, οὐ δικαιοπραγεῖ· ὁ τοιοῦτος κενός ἐστιν· εἰ δὲ κεχώρηκε τὸν εἰπόντα Θεὸν, ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτοῖς Θεὸς, οὗτος οὐκ ἔστι κενὸς, ἀλλὰ πλήρης. 25 Τὸ μὲν οὖν παιδάριον τὸ χειραγωγοῦν τὸν Σαμψὼν προτυπωθήσεται εἰς Ἰωάννην τὸν Βαπτιστὴν, ἐπιδεικνύντα τῷ λαῷ τὴν εἰς Χριστὸν πίστιν. Ὁ δὲ οἶκος, εἰς ὃν ἦσαν συνηγμένοι, σημαίνεται εἶναι ὁ κόσμος, ἐν ᾧ κατῴκει τὰ ἀλλόφυλα ἔθνη καὶ ἄπιστα, θυσιάζοντα τοῖς εἰδώλοις αὑτῶν· οἱ δὲ δύο στύλοι, αἱ δύο διαθῆκαι. Τὸ οὖν ἐπαναπαυθῆναι τὸν Σαμψὼν ἐπὶ τοὺς στύλους, τὸ τὸν διδαχθέντα λαὸν ἐπιγνῶναι τὸ τοῦ Χριστοῦ μυστήριον. 26 Καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ· Ποῦ ἔπεσε; καὶ ἔδειξεν αὐτῷ τὸν τόπον· καὶ ἀπέκνισε ξύλον, καὶ ἔῤῥιψεν ἐκεῖ, καὶ ἐπεπόλασε τὸ σιδήριον. Ὅπερ ἦν σημεῖον ἀναγωγῆς ψυχῶν διὰ ξύλου, ἐφ' οὗ πέπονθεν ὁ ψυχὰς ἀνάγειν δυνάμενος, ἀκολουθούσας ἀνόδῳ τῇ ἑαυτοῦ. Οὗ καὶ ἐκεῖνο γνώρισμα, τὸ ἀναβῆναι ψυχὰς πολλὰς καὶ ἐν τοῖς σώμασιν ὀφθῆναι, ἅμα τῇ καθόδῳ τῆς ἁγίας ψυχῆς Χριστοῦ. Ὡς γὰρ τὸ κουφότατον ξύλον ὑποβρύχιον γέγονεν, ὁ δὲ βαρύτατος ἐπεπόλασε σίδηρος· οὕτω τοῦ Θεοῦ λόγου ἑνώσει, τῇ καθ' ὑπόστασιν φυσικῇ, ἑνωθέντος τῇ σαρκὶ, τὸ βαρὺ καὶ γεῶδες ὑπὸ τῆς θείας φύσεως εἰς οὐρανοὺς ἀνελήφθη μετὰ τὴν ἀνάστασιν ἀφθαρτισθέν. 27 Τὸ κατὰ Ματθαῖον Εὐαγγέλιον πρὸς Ἰουδαίους ἐγράφη· οὗτοι γὰρ ἐπεθύμουν πάνυ σφόδρα ἐκ σπέρματος ∆αβὶδ Χριστόν. Ὁ δὲ Ματθαῖος, καὶ ἔτι μᾶλλον σφοδροτέραν ἔχων τὴν τοιαύτην ἐπιθυμίαν, παντοίως ἔσπευδε πληροφορίαν παρέχειν αὐτοῖς, ὡς εἴη ἐκ σπέρματος ∆αβὶδ ὁ Χριστός· διὸ καὶ ἀπὸ τῆς γενέσεως αὐτοῦ ἤρξατο. 28 Ἡ ἀξίνη πρὸς τὴν ῥίζαν, φησί· διεγείρων πρὸς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ τῷ φόβῳ καθαίρων, καὶ παρασκευάζων καρπὸν ὥριμον φέρειν. 29 Ἴδε κόκκος σινάπεως διὰ παραβολῆς δεικνύμενος, καὶ λόγον ἐνουράνιον, σπέρματος δίκην ἐν κόσμῳ, ὡς ἐν ἀγρῷ, σπειρόμενον, ἔχοντος ἐν ἑαυτῷ τὸ πυῤῥακὲς καὶ αὐστηρὸν τῆς δυνάμεως. Κριτὴς γὰρ τοῦ παντὸς κόσμου ἐκηρύσσετο· οὗτος ἐν τῇ καρδίᾳ τῆς γῆς, ἐν χώματι κρυβεὶς, καὶ τριημέρῳ μέγιστον δένδρον γεννηθεὶς, ἐξέτεινε τοὺς ἑαυτοῦ κλάδους