ΠΡΟΣΘΗΚΑΙ

 κατηνάλωτο· πλήν, τὸ ὅσον ἐφ' ἑαυτοῖς, καὶ κατακρίνουσι καὶ τοῦ πυρὸς τὰς καμίνους ἀνοίγουσιν. ∆ιὰ τοῦτο μὴ ὦμεν ἡμεῖς τοιοῦτοι. Καὶ ἔτι γνώμην ὑμῖν δ

 πραττόμενον. Καὶ διὰ τοῦτο οἰακιστέον τὴν ἑαυτοῦ νῆα, μὴ καταψευδόμενον τῆς κυβερνητικῆς μηδὲ δεδιότα τοὺς χειμῶ νας, καὶ πᾶν τὸ ἐξ ἐναντίας ἀποβησόμε

 Καθάπερ ὁ λίαν μεγαλοφώνως τὸν Ὀρέστην ὑποκρινόμενος φοβερὸς εἶναι καὶ μέγας παρὰ τοῖς ἀνοήτοις διὰ τῶν ξυλίνων ποδῶν καὶ κοιλίας ἐπιπλάστου καὶ στολῆ

 Ταπεινωτέον δ' αὑτὸν οὐ λόγῳ μόνον ἀλλ' ἔτι καὶ τοῖς ἔργοις, ὅπως μὴ ὦμεν γόητες καὶ θῶπες, πραεῖς δὲ καὶ μὴ κόλακες. Καὶ ἔτι προσήκει τὸν ὀρθῶς πολιτ

 ὀφρύων ἢ χειρῶν πατάγου διαβαλλομένων· ἀδύνατον γὰρ μὴ ἑαυτοῦ κατήγορόν τινα γενέσθαι. Πᾶς δὲ πιστός, ἐπειδὰν διαπαίζεσθαι νομίζηται ὑπό τινος, κατὰ τ

 Ῥητέον οὖν τῷ εὐγνώμονι πρὸς ἑαυτόν, ἐπειδάν τινων ἁμαρτήμασι τὸν ἑαυτοῦ χρήσῃ νοῦν· Μήτι ἄρα κἀγὼ τοι οῦτος Ὁ δὲ οἶνος μήτε ὁσημέραι ἐπὶ τὸ μεθύειν

 Καὶ οἱ μὲν εἰσελάσαντες εἰς τὴν ἠγαπημένην πόλιν τοῦ πα τρὸς γέρως ἀϊδίου μεταλήψονται, τοῖς δὲ ἀποβήσεται διὰ τῆς ἐνταῦθα τροφῆς τῆς κατὰ ἀληθείαν ἀπ

 αὐτουργίαν ἀθλίους ἡμᾶς καὶ ἀβοηθήτους ὑπολάβῃ, μόνον δὲ φυλακτέον μή τις ἐπὶ κακίᾳ καὶ πονηρῷ βίῳ διαβάλῃ τοὺς εἰ δέναι θεὸν φάσκοντας. Συνελόντι δ'

κατηνάλωτο· πλήν, τὸ ὅσον ἐφ' ἑαυτοῖς, καὶ κατακρίνουσι καὶ τοῦ πυρὸς τὰς καμίνους ἀνοίγουσιν. ∆ιὰ τοῦτο μὴ ὦμεν ἡμεῖς τοιοῦτοι. Καὶ ἔτι γνώμην ὑμῖν δίδωμι, βλέπειν ἃ προσ ήκει θεωρεῖν, καὶ παιδεύειν τὸν πλησίον ὡς δέον ἐστὶν αὐτόν τινα πρῶτον μελετήσαντα πολλάκις τὸ ὑπονοούμενον, μήτι ἄρα ψευδοδοξεῖ· καὶ εἰ δόξειεν εὖ φρονεῖν, νουθετεῖν τότε, μέχρις ἂν ἢ πεισθῇ ταῖς συμβουλίαις ἢ αὐτὸς αὑτὸν κατά φωρον ποιήσῃ. Παρέχεσθαι δὲ ἡμῖν ἀταραξίαν πολλὴν δύναται τὸ μὴ κατεπιτηδεύειν πρωτείων ἀπολαύειν μηδ', εἰ βούλοιντό τινες εἶναι τοιοῦτοι, λυπεῖσθαι, παραχωρεῖν δὲ τοῖς ἐγκρί νουσιν ἑαυτοὺς ἐφ' ἅπερ ὁ σωτὴρ τοὺς πιστεύοντας οὐ προσ κέκληκεν. Πρὸς δὲ τὸν κεκραγότα σιωπητέον, καὶ τὸν οἰόμε νον περιγεγονέναι τινὸς καταγελαστέον, μὴ ὑπὸ κενοδοξίας ματαίας ἀγόμενον διὰ τοὺς παρόντας καὶ ἀκούοντας ταῖς τῶν λόγων ἀνθυποφοραῖς ἐπ' ἴσης καὶ αὐτὸν τὴν ἐπανάστασιν κρατύνειν. Λογιζέσθω μὲν γὰρ ὁ καλῶς ἀποφαινόμενος, ὅτι Καὶ ἠδίκησε, καὶ ἀντειπεῖν οὐκ ἠθέλησα ἢ οὐκ ἐτόλμησα, παρείη δέ μοι διὰ τὴν ἀγαθὴν συνείδησιν εὐφρασία καὶ ἀνά παυσις· ὅ τε ἀδικῶν μὴ ὑπερηφανείτω πείθειν τὸν ἀδελφόν, καὶ ὁ νουθετούμενος μὴ ὀργιζέσθω, παρακαλείτω δὲ αὐτὸς τὸν οἰκεῖον. Συναντᾶν γὰρ ἑαυτοῖς προσήκει τοὺς δύο πρὸς τὴν εἰρήνην κατάγεσθαι σπεύδοντας, ὅτι καὶ ὁ πατὴρ τῷ μετα νοήσαντι συναντήσας υἱῷ φαίνεται καὶ οὐ περιμείνας, ἀνθυ πενεγκὼν δὲ ἑαυτὸν πρὸς τὴν ἐκείνου μετάνοιαν. Χρηστότης γὰρ ἡ κατὰ πίστιν ἑκατέροις ἐργάζεται τὴν εἰρήνην, καὶ ὁ μὲν ἀδικήσας πείθει διὰ τὴν ἁμαρτίαν τὸν φίλον, ὁ δὲ ἀδικηθεὶς μετανοήσει καὶ αὐτὸς ὅτι πρὸς τὸν οἰκεῖον ὠργίσθη. Πάσης οὖν ἐπιθυμίας καὶ ὀρέξεως σαρκικῆς ἐκτὸς εἶναι δεῖ τὸν πι στόν· λῃστεύει γὰρ ὁ μὴ τοιοῦτος καὶ τὸν ναὸν τοῦ θεοῦ ἱερο συλεῖ, καί, ἵνα τολμηρότερον εἴπωμεν, ἐκβάλλει τὸν θεὸν αὐ τὸς ἀφ' ἑαυτοῦ, καὶ διὰ τὴν συνείδησιν ἀπηλγηκώς ἐστι καὶ πρὸς τοὺς νουθετοῦντας ἀλλοτρίως διάκειται, καὶ τὸν Ἀδὰμ προβάλλεται καὶ τῇ πράξει τῆς Eὔας σεμνύνεται, δέον συναποθνήσκειν τῷ Χριστῷ. Προσήκει δὲ ἡμᾶς, πολλὰ σκεπτομένους πρὸς ἑαυ τούς, ἀκατηγορήτους ποιεῖσθαι τὰς ὁμιλίας, μηδὲ λαλεῖν διὰ τὸ βούλεσθαι φλυαρεῖν, σιωπῶντας δὲ τὸ πλεῖστον μεμετρη μένως ἀποκρίνεσθαι πρὸς οὓς καὶ ἡ χρεία κατεπείγει. Φευκτέον δὲ καὶ ὑπονοίας πονηράς, καὶ τὴν ὑπόληψιν τὴν ἑαυτῶν δοκι μαστέον. Καὶ ἡσυχαστέον μακροθυμοῦντα καὶ μὴ ὀργιζόμενον. Ἀλλ' οὐδὲ φθονητέον φιλοστοργουμένῳ τινί, τήν τε ὑπηρεσίαν οὐκ ἐπιτηδευτέον, οὐδ' ὥσπερ κατὰ πρόλημμα δουλευτέον, τὸ πικρόν, ὥς φασιν, ἀκουσίως καταπίνοντα. Πρακτέον δὲ πᾶν τὸ κατὰ πίστιν ὀρθῷ κανόνι· πᾶς γὰρ ὁ μὴ τοιοῦτος καὶ ἐπὶ τῶν σχοινίων ὥσπερ βαδίζων ὅσον οὐδέπω καταπεσεῖται, κἂν θαυμαστὸς πάνυ εἶναι δόξῃ τοῖς διὰ τὴν ἰδίαν ἀπραξίαν κεχηνόσι πρὸς τὴν ἑτέρων μεγαλαυχίαν. Ἰστέον οὖν, τί μὲν τὸ ἐπιτηδευόμενον δόξης ἕνεκα, ποταπὸν δὲ τὸ κατὰ ἀλήθειαν