ΠΡΟΣΘΗΚΑΙ

 κατηνάλωτο· πλήν, τὸ ὅσον ἐφ' ἑαυτοῖς, καὶ κατακρίνουσι καὶ τοῦ πυρὸς τὰς καμίνους ἀνοίγουσιν. ∆ιὰ τοῦτο μὴ ὦμεν ἡμεῖς τοιοῦτοι. Καὶ ἔτι γνώμην ὑμῖν δ

 πραττόμενον. Καὶ διὰ τοῦτο οἰακιστέον τὴν ἑαυτοῦ νῆα, μὴ καταψευδόμενον τῆς κυβερνητικῆς μηδὲ δεδιότα τοὺς χειμῶ νας, καὶ πᾶν τὸ ἐξ ἐναντίας ἀποβησόμε

 Καθάπερ ὁ λίαν μεγαλοφώνως τὸν Ὀρέστην ὑποκρινόμενος φοβερὸς εἶναι καὶ μέγας παρὰ τοῖς ἀνοήτοις διὰ τῶν ξυλίνων ποδῶν καὶ κοιλίας ἐπιπλάστου καὶ στολῆ

 Ταπεινωτέον δ' αὑτὸν οὐ λόγῳ μόνον ἀλλ' ἔτι καὶ τοῖς ἔργοις, ὅπως μὴ ὦμεν γόητες καὶ θῶπες, πραεῖς δὲ καὶ μὴ κόλακες. Καὶ ἔτι προσήκει τὸν ὀρθῶς πολιτ

 ὀφρύων ἢ χειρῶν πατάγου διαβαλλομένων· ἀδύνατον γὰρ μὴ ἑαυτοῦ κατήγορόν τινα γενέσθαι. Πᾶς δὲ πιστός, ἐπειδὰν διαπαίζεσθαι νομίζηται ὑπό τινος, κατὰ τ

 Ῥητέον οὖν τῷ εὐγνώμονι πρὸς ἑαυτόν, ἐπειδάν τινων ἁμαρτήμασι τὸν ἑαυτοῦ χρήσῃ νοῦν· Μήτι ἄρα κἀγὼ τοι οῦτος Ὁ δὲ οἶνος μήτε ὁσημέραι ἐπὶ τὸ μεθύειν

 Καὶ οἱ μὲν εἰσελάσαντες εἰς τὴν ἠγαπημένην πόλιν τοῦ πα τρὸς γέρως ἀϊδίου μεταλήψονται, τοῖς δὲ ἀποβήσεται διὰ τῆς ἐνταῦθα τροφῆς τῆς κατὰ ἀληθείαν ἀπ

 αὐτουργίαν ἀθλίους ἡμᾶς καὶ ἀβοηθήτους ὑπολάβῃ, μόνον δὲ φυλακτέον μή τις ἐπὶ κακίᾳ καὶ πονηρῷ βίῳ διαβάλῃ τοὺς εἰ δέναι θεὸν φάσκοντας. Συνελόντι δ'

Καθάπερ ὁ λίαν μεγαλοφώνως τὸν Ὀρέστην ὑποκρινόμενος φοβερὸς εἶναι καὶ μέγας παρὰ τοῖς ἀνοήτοις διὰ τῶν ξυλίνων ποδῶν καὶ κοιλίας ἐπιπλάστου καὶ στολῆς ἀλλοκότου καὶ προσ ώπου τερατώδους ὑπείληπται, τρόπῳ τῷ αὐτῷ καὶ οἱ ζῆλον ἔχειν ἐπαγγελλόμενοι καὶ τὸ παῤῥησιαστικὸν ἐπιτηδεύοντες, διὰ τὸ βούλεσθαι νικᾶν, πᾶν εἶδος ἐλευθερίας προσποιήτου περιτιθέασιν ἑαυτοῖς, οἱ φιλόνεικοι τὸν ζηλωτὴν καταπεπω κότες, ὥσπερ αἱ Βάκχαι διὰ σχήματος εἰρηνικοῦ τὰς λόγχας ἐν τοῖς θύρσοις περιφέρουσιν. Ἔτι δὲ καὶ τοῦτο φυλακτέον, τὸ μὴ ποτὲ μὲν φαιδρῷ τῷ προσώπῳ προϊέναι, ποτὲ δὲ σκυθρωπῷ· καὶ εἰ χρὴ τὸ ἀληθὲς εἰπεῖν, παραιτητέον πᾶν τὸ δωδεκαμερὲς καθ' ἑκάστην ἡμέραν ἀπαγγελλόμενον δρᾶμα. Τὸ γοῦν ἐμοὶ δοκοῦν εἴποιμ' ἄν, ὅτι πᾶς ὁ τὴν γνώμην κοσμικὸς καὶ τοῦ ὀρθοῦ κανόνος ἔξω γινόμενος αὐτοκατάκριτός ἐστιν, εἰδὼς ἃ πράττει κατ' ἐπιτήδευσιν, καὶ γινώσκων μὲν τὸν ἐν αὑτῷ πόλεμον, τὴν δὲ εἰρήνην ἐν τοῖς σπλάγχνοις μὴ ἐπισπώμενος. Φίλους δὲ τι μητέον πάντας· τό τε ἐλεγκτικὸν οὐ πρακτέον μόνον, ἀλλ' ἔτι καὶ ἀκουστέον. Oἴνῳ δὲ χρηστέον, ἐπειδὰν μηκέτι τοῖς ἀναγνώσμασι σχολάζωμεν· ὁ μὲν γὰρ τοιοῦτος οἰνόφλυξ τέ ἐστιν καὶ τὴν γνώμην παράφορος καὶ θερμαίνεται συνεχῶς. Λαλοῦντος δὲ τοῦ πλησίον οὔτε χλευαστέον οὔτε κωλυτέον, ἐατέον δὲ μέχρις ἂν διὰ τὴν σιωπὴν αἰδεσθεὶς παύσηται. Συμβουλευτέον δὲ τὸ συμφέρον δι' ἑνὸς κοινῇ πᾶσιν. Νου θετητέον δὲ τὸν ἁμαρτάνοντα, μὴ κατὰ κοινόν, ἐκτὸς εἰ μὴ χρῄζοι διὰ τὸ ὑπεροπτικόν. Καὶ γυναιξὶν ὁμιλητέον ἐπιστρεφέστερον διὰ τὸ ἐκ τετυφωμένον αὐτῶν· μέχρι γάρ τις περίβλεπτον ἑαυτὴν ποιεῖ καὶ τὸ εἶναι γυνὴ προβάλλεται καὶ τὸ ἄπρακτον ἐπιτετήδευκε, θήλειά ἐστιν καὶ διὰ τὴν τοιαύτην γνώμην οὐκ ἔστιν πιστή. Μήτε οὖν αὐτὰς διώκωμεν, ἀλλὰ μήτε θωπεύωμεν· τὸ δ' ὅπερ ἀγάπης ἐστὶν μὴ κεκινδυνευμένως πράττωμεν. Πολυμε ρεῖς γὰρ αἱ τῆς κακίας πραγματεῖαι. ∆ιὰ τοῦτο γρηγορητέον, τοῖς λογίοις τοῦ σωτῆρος σχολάζοντας, μηδὲν περὶ μηδενὸς φαῦλον λέγοντας ἢ ἀκούοντας· ψωριᾷ γὰρ ἡ γνώμη καὶ πολ λῆς ἐμπέπλησται κακοχυμίας ἀπὸ τῶν ἄλλων ὁμιλιῶν. ∆ιὰ τοῦτο ἀκουστέον μόνον τὰ ὠφέλιμα, καὶ ποιητέον κατὰ τὸ εὐαγγέλιον· τὰ δ' ὥσπερ ὑποσκελίζοντα τὴν γνώμην παραιτη τέον. Ζητητέον δὲ περὶ τῶν λογίων· καλόν, εἰ συνετῶς, εἰ δ' οὔ, κἂν ὥσπερ ἰδιώτῃ. Ἀνοήτῳ γὰρ ἐπερωτήσαντι σο φίαν σοφία λογισθήσεται· τῷ δὲ κατὰ τὴν ἑαυτοῦ φαντασίαν φρονίμῳ δόξαντι εἶναι πολὺ τὸ τῆς ἀτιμίας προσγραφήσε ται. Λέγεται δὲ ὑπὸ τοῦ πνεύματος ἀνόητος ὁ κατ' ἰδιω τισμὸν παρενεχθεὶς τὴν αἴσθησιν, ἵν' ᾖ τὸ ἀνόητον ἰδιωτικόν, ὥσπερ καὶ τὸ ἀφελές. Γράφει δὲ καὶ Παῦλος· Τίς ἔγνω νοῦν κυρίου, ὃς συμβιβάσει αὐτόν; Καὶ πάλιν· Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν. Ὁ γὰρ διὰ τὴν ἀλογιστίαν τὰ μὴ δέοντα λέγων ἢ πράττων, οὗτος, δόξας εἶναι φρόνιμος, μωρὸς λογι σθήσεται.