εἰς τὸ οἰνοχοεῖν ἀνήρπασε. Καὶ ταῦτα μὲν οἱ Κρονίδαι ἐποίη σαν. Ὁ γὰρ μεγαλώνυμος ὑμῶν ὁ Λητοΐδης, ὁ μαντικὴν ἐπαγγειλάμενος, ἑαυτὸν ἤλεγξεν ὅτι ψεύδεται. ∆άφνην ἐδίω ξεν, ἣν οὐ κατέλαβε· καὶ τῷ ἐρωμένῳ αὐτοῦ Ὑακίνθῳ δισκεύων τι τὸν αὐτοῦ θάνατον οὐκ ἐμαντεύσατο. Ἀθηνᾶς γὰρ τὸ ἀνδρικὸν σιγῶ καὶ ∆ιονύσου τὸ θηλυκὸν καὶ Ἀφροδίτης τὸ πορνικόν. Ἀνάγνωτε τῷ ∆ιΐ, ἄνδρες Ἕλληνες, τὸν κατὰ πατρολῳῶν νόμον καὶ τὸ μοιχείας πρόστιμον καὶ τὴν παιδεραστίας αἰσχρότητα. ∆ιδάξατε Ἀθηνᾶν καὶ Ἄρτεμιν τὰ τῶν γυναικῶν ἔργα καὶ ∆ιόνυσον τὰ ἀνδρῶν. Τί σεμνὸν ἐπιδείκνυται γυνὴ ὅπλοις κεκοσμημένη, ἀνὴρ δὲ κυμβάλοις καὶ στέμμασι καὶ ἐσθῆτι γυναικείᾳ καλλωπιζόμενος καὶ ὀργιῶν σὺν ἀγέλῃ γυναικῶν; Τὸν γὰρ τριέσπερον Ἀλκείδην, τῶν ἀγώνων ἡγήτορα, τὸν δι' ἀνδρείαν δόμενον, τὸν τοῦ ∆ιὸς υἱόν, ὃς βριαρὸν κατέπεφνε λέοντα καὶ πολύκρανον ὤλεσεν ὕδραν, ὗν δ' ἄγριον ἀκάματον ὁ νεκρώσας, ὄρνιθας δ' ἀνδροβόρους ἱπταμένας καθελεῖν ὁ δυνηθείς, καὶ κύνα τρικάρηνον ἐξ ᾅδου ἀναγαγών, Aὐγείου δ' ὀχυρὸν τεῖχος σκυβάλων καθελεῖν ὁ δυνηθείς, ταύρους δὲ καὶ ἔλαφον ἀνελὼν ὧν μυξωτῆρες ἔπνεον πῦρ, καὶ καρπὸν χρύσεον στελέχους ὁ λαβών, ἑρπετὸν ἰοβόλον ἀνελὼν καὶ Ἀχελῷον (τίνος ἕνεκεν ἔκτανεν, οὐ θέμις εἰπεῖν) καὶ τὸν ξενοκτόνον Βούσιριν, καὶ ὁ ὄρη πηδήσας ἵνα λάβῃ ὕδωρ ἔναρθρον φωνὴν ἀποδιδόν, ὡς λόγος, ὁ τὰ τοσαῦτα καὶ τοιαῦτα καὶ τηλικαῦτα δρᾶσαι δυνηθείς, ὡς νήπιος ὑπὸ σατύ ρων κατακυμβαλισθεὶς καὶ ὑπὸ γυναικείου ἔρωτος ἡττηθεὶς ὑπὸ Λυδῆς γελώσης κατὰ γλουτῶν τυπτόμενος ἥδετο, καὶ τέλος, τὸν Νέσσειον χιτῶνα ἀποδύσασθαι μὴ δυνηθείς, πυρὰν κατ' αὐτοῦ αὐτὸς ποιήσας τέλος ἔλαβε τοῦ βίου. Θέτω τὸν ζῆλον Ἥφαιστος, καὶ μὴ φθονείτω εἰ πρεσβύτης ὢν καὶ κυλλὸς τὸν πόδα μεμίσητο, Ἄρης δὲ πεφίλητο νέος ὢν καὶ ὡραῖος. Ἐπεὶ οὖν, ἄνδρες Ἕλληνες, οἱ μὲν θεοὶ ὑμῶν ὑπὸ ἀκρασίας ἠλέγχθησαν, ἄνανδροι δὲ οἱ ἥρωες ὑμῶν, αἱ παρ' ὑμῖν δραματουργοὶ ἱστορίαι ἐδήλωσαν τὰ μὲν Ἀτρέως ἄγη Θυέστου τε λέχη καὶ Πελοπιδῶν μύση καὶ ∆αναὸν φθόνῳ φονεύοντα καὶ ἀτεκνοῦντα Aἴγυπτον μεμεθυσμένον καὶ τὰ Θυέστεια δεῖπνα ἃ Ἐριννύες ἤρτυον. Καὶ Πρόκνη μέχρι νῦν ἐπτερωμένη γοᾷ, καὶ ταύτης ἀδελφὴ γλωσσότμητος τέτριγεν ἡ Κεκροπίς. Τὰ γὰρ Oἰδίποδος κέντρα τί δεῖ καὶ λέγειν, καὶ τὸν Λαΐου φόνον καὶ μητρὸς γάμον, καὶ τὴν τῶν ἀδελφῶν αὐτοῦ καὶ τέκνων ἅμα ἀλληλοκτονίαν; Καὶ τὰς πανηγύρεις ὑμῶν μεμίσηκα· ἄμετροι γὰρ ἐκεῖ πλησμοναί, καὶ αὐλοὶ γλαφυροὶ ἐκκαλούμενοι πρὸς οἰ στρώδεις κινήσεις, καὶ μύρων περίεργοι χρίσεις, καὶ στεφά νων περιθέσεις. Καὶ τῷ τοσούτῳ σωρῷ τῶν κακῶν τὴν αἰδῶ περιγράφετε, καὶ νοῦν πληροῦσθε, ὑπὸ ἀκρασίας ἐκ βακχευόμενοι· καὶ ταῖς ἀνοσίαις καὶ λυσσώδεσι χρᾶσθαι εἰώ θατε μίξεσιν. Eἴποιμι δ' ἂν ὑμῖν ἔτι καὶ τοῦτο· Τί ἀγα νακτεῖς, Ἕλλην ὤν, πρὸς τὸ τέκνον σου, εἰ τὸν ∆ία μιμού