ΤOΥ AΓIOΥ IOΥΣΤIΝOΥ ΦIΛOΣOΦOΥ ΚAI ΜAΡΤΥΡOΣ ΠΡOΣ EΛΛHΝAΣ.

 εἰς τὸ οἰνοχοεῖν ἀνήρπασε. Καὶ ταῦτα μὲν οἱ Κρονίδαι ἐποίη σαν. Ὁ γὰρ μεγαλώνυμος ὑμῶν ὁ Λητοΐδης, ὁ μαντικὴν ἐπαγγειλάμενος, ἑαυτὸν ἤλεγξεν ὅτι ψεύδε

 μενος ἐπιβουλεύει σοι καὶ ἐπ' ἴσου τὸν γάμον σεσύληκε Τί τοῦτον ἐχθρὸν ἡγῇ, τὸν δὲ ὅμοιον αὐτῷ σέβῃ Τί δὲ μέμφῃ σου τὴν γυναῖκα ἀκολάστως ζῶσαν, τὴν

μενος ἐπιβουλεύει σοι καὶ ἐπ' ἴσου τὸν γάμον σεσύληκε; Τί τοῦτον ἐχθρὸν ἡγῇ, τὸν δὲ ὅμοιον αὐτῷ σέβῃ; Τί δὲ μέμφῃ σου τὴν γυναῖκα ἀκολάστως ζῶσαν, τὴν δὲ Ἀφροδίτην ναοῖς τετίμηκας; Καὶ εἰ μὲν ταῦτα ὑφ' ἑτέρων ἦν εἰρημένα, κατηγορία ἔδοξεν εἶναι ψιλὴ καὶ οὐκ ἀλήθεια· νῦν δὲ ταῦτα οἱ ὑμέτεροι ᾄδουσι ποιηταί, καὶ αἱ παρ' ὑμῖν κεκράγασιν ἱστορίαι. Ἔλθετε λοιπόν, ἄνδρες Ἕλληνες, καὶ σοφίᾳ ἀπαρα μιλλήτῳ κοινωνήσατε, καὶ θείῳ λόγῳ παιδεύθητε, καὶ μά θετε βασιλέα ἄφθαρτον, καὶ τοὺς τούτου ἥρωας ἐπίγνωτε οὔποτε λαοῖς φόνον ἐργαζομένους. Aὐτὸς γὰρ ἡμῶν ὁ στρα τηγὸς οὐ βούλεται σωμάτων ἀλκὴν καὶ τύπων εὐμορφίαν οὐδ' εὐγενείας φρύαγμα, ἀλλὰ ψυχήν τε καθαράν, ὁσιότητι τετει χισμένην, καὶ τὰ τοῦ βασιλέως ἡμῶν συνθήματα, καὶ πράξεις θείας, ὡς διὰ λόγου δυνάμεως εἰς ψυχὴν διικνουμένης (ὢ σάλ πιγξ εἰρηνικὴ ψυχῆς πολεμουμένης, ὢ παθῶν δεινῶν φυγα δευτήριον, ὢ πυρὸς ἐμψύχου σβεστικὸν διδασκάλιον!), ἥτις οὐ ποιητὰς ποιεῖ, οὐ φιλοσόφους κατασκευάζει οὐδὲ ῥήτορας δει νούς, ἀλλὰ παιδεύουσα ποιεῖ τοὺς θνητοὺς ἀθανάτους, τοὺς βροτοὺς θεούς, ἐκ γῆς δὲ μετάγει εἰς τοὺς ὑπὲρ Ὄλυμπον ὅρους. Ἔλθετε, παιδεύθητε· γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ἤμην ὡς ὑμεῖς. Ταῦτά με εἷλε, τό τε τῆς παιδείας ἔνθεον καὶ τὸ τοῦ λόγου δυνατόν· ὅτι καθάπερ ἐπαοιδὸς ἀγαθὸς ἐκ φωλεοῦ ἐξερπύσαι ποιήσας φυγαδεύει δεινὸν ἑρπετόν, οὕτως ὁ λόγος ἐξ αὐτῶν τῶν τῆς ψυχῆς μυχῶν τὰ δεινὰ τῆς αἰσθή σεως ἀπελαύνει πάθη, πρῶτον ἐπιθυμίαν, δι' ἧς πᾶν δεινὸν φύεται, ἔχθραι ἔρεις ζῆλος ἐριθεῖαι θυμοὶ καὶ τὰ ὅμοια τού τοις. Ἐπιθυμίας οὖν ἀπελαθείσης εὔδιος ἡ ψυχὴ καὶ γαλη νιῶσα γίνεται. Παραλυθεῖσα δὲ τῶν περὶ τὸν τράχηλον αὐ τῆς κακῶν περιῤῥεόντων ἀπέρχεται πρὸς τὸν ποιήσαντα αὐτήν· δεῖ γὰρ ἀποκατασταθῆναι ὅθεν ἀπέστη.