1

 2

 3

 4

2

νόμος. Οἷόν τι λέγω· Ἐκέλευσεν ὁ Θεὸς τῇ πέτρᾳ ἐν τῇ ἐρήμῳ ἐκβλύσαι ὕδωρ, καὶ ἔβλυσεν, οὐχ ὃ εἶχεν ἐν κόλποις, ἀλλ' ὃ ἐναπέθετο τὸ πρόσταγμα. Ὥσπερ οὖν ἡ πέτρα νεύματι τοῦ Θεοῦ πηγὴ γέγονε, καὶ τῇ φορᾷ τῶν ὑδάτων χειμάῤῥους ἔτεκεν, οὐ φλεβὸς ὑποκειμένης, οὐ παρὰ ποταμοῦ δανεισαμένη, ἀλλ' ἡ ξηρὰ καὶ ἄφλεβος καὶ ἄνυγρος ἄφνω γέγονε ποταμῶν μήτηρ, ἀφθόνως προχέουσα ὅπερ οὐκ ἔσχεν ὕδωρ· οὕτω καὶ ἡ ἀπειρόγαμος Παρθένος τῇ ἐπισκιάσει τοῦ ἁγίου Πνεύματος τὸν Κύριον ἡμῶν ἔτεκε κατὰ σάρκα, οὐ τάξει φύσεως κινηθεῖσα, ἀλλὰ τῇ δυνάμει τοῦ Ὑψίστου ἐπὶ τὸ τεκεῖν ἐλθοῦσα. Οὐ γὰρ δανεισαμένη παρὰ τὸν νόμον τῆς φύσεως ἔτεκεν, ἀλλὰ δυναμωθεῖσα τῷ ἁγίῳ Πνεύματι οὕτως ἔτεκεν, ὥσπερ ἡ τοῦ Θεοῦ χάρις ἠθέλησε. Πνεῦμα γὰρ, φησὶν, ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Εἰ δὲ θέλεις γνῶναι, πῶς ἡ φύσις ἀρνεῖται τὴν ἑαυτῆς τάξιν, ἵνα παρὰ φύσιν ὑπηρετήσῃ τῇ τοῦ Θεοῦ βουλῇ, ἐρώτησον τὴν ῥάβδον τὴν Ἀαρών· Εἰπὲ, ἡ ῥάβδος ἡ ξηρὰ, πῶς φύλλα καὶ καρπὸν ἐν ἀκαριαίᾳ ῥοπῇ παρὰ φύσιν ἐβλάστησας; Οὐ τῇ γῇ Μωϋσῆς σε προέθετο, οὐκ ὄμβροις ἤρδευσεν, οὐ χρόνος τὰς ῥίζας ἔθρεψεν, οὐ θέρος εἶδες ἢ ἔαρ, οὐ χειμῶνος ἀπήλαυσας, ἢ μετοπώρου· πῶς οὖν φύλλα, καὶ ἄνθη, καὶ καρπὸν ἔδωκας; Καὶ ἡ ῥάβδος, Οὐ τροπαῖς, φησὶν, ἀέρων ἢ μεταβολαῖς καιρῶν ἐδούλευσα, ἀλλὰ τῷ θείῳ ὑπηρετησαμένη λόγῳ τὴν φύσιν ἐπάτησα, καὶ παρὰ φύσιν καρπὸν ἔδωκα, ἵνα καὶ κατὰ φύσιν καὶ παρὰ φύσιν τῷ τοῦ ἀριστοτέχνου ὑπηρετήσωμεν θελήματι. Ὥσπερ οὖν ἡ ῥάβδος παρὰ φύσιν καρπὸν ἔδωκεν, ἄνθρωπε, ἵνα πιστεύσῃ ἡ Ἰουδαία· οὕτω καὶ ἡ ζῶσα ῥάβδος, ἡ βασιλικὴ Παρθένος, ἄνευ γαμικῶν νόμων ἔτεκεν, ἵνα σωθῇ ἡ οἰκουμένη.

βʹ. Εἰ δὲ λέγεις, Τί ὅμοιον ῥάβδος βλαστάνουσα πρὸς Παρθένον τίκτουσαν; μάνθανε, ὡς πάνυ τὴν ὁμοιότητα σώ 59.712 ζει. Ἡ γὰρ ῥάβδος τύπος ἦν τῆς Παρθένου· ἐκείνη εἰκὼν, αὕτη ἡ ἀλήθεια· καὶ τὸ προλαβὸν ὑπόδειγμα, τοῦτο ἀπόδειξις. Ὥσπερ γὰρ ἐκείνη ἡ ῥάβδος καρπὸν ἔδωκε παρὰ φύσιν, οὕτω καὶ ὧδε παρὰ φύσιν ἡ Παρθένος τὸ ἄνθος τῆς εὐσεβείας ἐβλάστησεν Ἐξελεύσεται γὰρ, φησὶ, ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐξ αὐτῆς ἀναβήσεται. Μὴ μάτην οὖν ὁ Παῦλος τὸν πλοῦτον τοῦ Θεοῦ θαυμάζει, τουτέστι, τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ; Φεῦ τῆς ἀπιστίας τῶν αἱρετικῶν! φεῦ τούτων τῆς λύσσης καὶ θεομάχου γλώσσης! Παῦλος, ὁ τῶν οὐρανῶν πολίτης, ὁ τοῦ παραδείσου θεατὴς, ὁ τοῦ Χριστοῦ διάπυρος ἐραστὴς, ὁ τῶν ἀλαλήτων μυστηρίων ἀκροατὴς, καὶ τὴν οἰκονομίαν ζητήσας ἔφριξε καὶ ἰλιγγίασε· καὶ ὑμεῖς τὴν θεότητα διερμηνεύοντες οὐ φρίττετε; Παῦλος τὰ κρίματα τοῦ Θεοῦ ἀνεξερεύνητα λέγει· καὶ σὺ τὴν φύσιν τοῦ Πατρὸς ὡς εὐθήρατον ἐρευνᾷς; Καιρὸς δέ σε καλέσαι, σκυθρωπάσαντα ἐπαναστρέψαι κατὰ τῶν ὑπὸ σοῦ ἀφράστως εἰρημένων. Πῶς ἔτεκεν ἡ Παρθένος οὐκ οἶδας, καὶ πῶς ἐγέννησεν ὁ Θεὸς εἰδέναι βούλει; τὴν ἐν τῇ Ἡρώδου κατὰ σάρκα γέννησιν τοῦ Χριστοῦ ἀγνοεῖς πῶς γέγονε, καὶ τὴν ἐκ Πατρὸς ἀνάρχως καὶ ἀνερμηνεύτως καὶ σεπτῶς καὶ ἀλαλήτως πρὸ πάσης ἐννοίας καὶ καιρῶν καὶ αἰώνων ἀμεσιτεύτως γεγενημένην ἑρμηνεύειν τολμᾷς, καὶ δοκιμάζειν ἐπιχειρεῖς; Εἰ τὸ σταυρωθὲν σῶμα τοῦ Χριστοῦ Θωμᾶς ψηλαφήσας ἀναπαίδευτος οὐκ ἔμεινε, καί γε ἀπόστολος ὤν· ποίας εἰσὶ τιμωρίας ἄξιοι οἱ μὴ χειρὶ τὸ σῶμα ψηλαφῶντες τοῦ Χριστοῦ, ἀλλὰ τῇ γλώττῃ τὴν ἀΐδιον τῆς θεότητος αὐτοῦ διερευνῶντες φύσιν; Θωμᾶς γὰρ καὶ ὃ εἶδε σῶμα, ἐψηλάφησεν· οὗτοι δὲ ἣν μὴ εἶδον θεότητα, ὡς ἑωρακότες ἐξηρεύνησαν. Εἰπὲ δὲ, ὦ δεινὲ καὶ εὐμήχανε ῥῆτορ Εὐνόμιε, ὁ τριχῶς τὴν τῆς θεότητος διακρίνων φύσιν, ὁ μικροῦ πάλιν βραχύτερον ἀναπλάττων θεοὺς, διὰ τί κτίσμα, καὶ οὐ γέννημα τὸν Χριστὸν λέγεις; Ἵνα μὴ, φησὶ, ῥεύσεως ἔννοιαν τῇ ἀκτίστῳ τοῦ Θεοῦ προσψαύσω φύσει· τὸν γὰρ γεννῶντα ἀνάγκη ὑπομεῖναι ῥεῦσιν. Οὐκοῦν καὶ κτίζοντα ἀκόλουθον ὑπομεῖναι πόνον. Ὁ γὰρ κτίζων, ἀκόπως οὐ κτίζει. Εἰ τοίνυν τῆς ῥεύσεως ἔννοιαν φυγὼν, τὸν