1

 2

 3

 4

2

τοῦτο ὁ κάμνων μὴ βουληθῇ, τὸ ἕτερον λάβῃ, κἀκεῖνο προσίεται, τὸ ἄλλο δέξηται, κἂν τοῦτο διακρούσηται, θατέρου ἐπιλάβηται, καὶ τῇ ποικιλίᾳ τὴν δυσκολίαν νικήσωμεν, καὶ τῷ πολυτρόπῳ τῆς τραπέζης τὸ δυσάρεστον θεραπεύσωμεν τῆς γνώμης· οὕτω πολλάκις καὶ ἐπὶ ἀκροάσεως δεῖ ποιεῖν, ὅταν ἀσθενεῖς ὦμεν, καὶ πολὺν παρασκευάσαι χρὴ λόγον, καὶ ποικίλας παραβολὰς καὶ παραδείγματα ἔχοντα, κατασκευὰς καὶ περιόδους, καὶ ἕτερα πολλὰ τοιαῦτα, ἵνα ἐκ πάντων ῥᾳδία γένηται ἡμῖν τῶν συμφερόντων ἡ αἵρεσις. Πλὴν ἀλλ' εἰ καὶ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, οὐκ ἀπεστέρησεν αὐτοὺς τῆς διδασκαλίας τοῦ Μελχισεδέκ· τὸ μὲν εἰπεῖν, Πολὺς καὶ δυσερμήνευτος, ἀναστήσας αὐτῶν τὴν σπουδὴν, ἵνα μὴ ῥᾳθυμότεροι γίνωνται περὶ τὴν ἀκρόασιν· τὸ δὲ παρασχεῖν τὴν τράπεζαν, χαρισάμενος αὐτῶν τὴν ἐπιθυμίαν. βʹ. Τοῦτο δὴ καὶ ἡμεῖς ποιήσωμεν. Εἰ καὶ πρὸς τὸ πέλαγος καὶ βάθος τῶν νοημάτων ἀδυνατοῦμεν, κατατολμήσωμεν τῆς θαλάττης, οὐ κατὰ τὴν ἡμετέραν δύναμιν, ἀλλὰ κατὰ τὴν ἄνωθεν διδομένην ἡμῖν χάριν· οὐ διὰ τὴν ἡμετέραν παῤῥησίαν, ἀλλὰ διὰ τὴν ὑμῶν ὠφέλειαν κατατολμήσωμεν τῆς θαλάττης, καὶ ἐν τούτῳ Παῦλον μιμούμενοι. Ὅτι γὰρ οὐκ ἀπεστέρησεν αὐτοὺς τοῦ λόγου τοῦ περὶ τὸν Μελχισεδὲκ, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γοῦν, Περὶ οὗ πολὺς ὁ λόγος καὶ δυσερμήνευτος, ἐπήγαγεν· Οὗτος γὰρ ὁ Μελχισεδὲκ βασιλεὺς δικαιοσύνης, ἔπειτα δὲ καὶ βασιλεὺς Σαλὴμ, ὅ ἐστιν, βασιλεὺς 56.259 εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν ἔχων, μήτε τέλος ζωῆς, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Ἆρ' οὐ κατέξανεν ὑμῶν τὰς ἀκοὰς, περὶ ἀνθρώπου διαλεγόμενος καὶ λέγων, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος; Καὶ τί λέγω περὶ ἀνθρώπου; Εἰ γὰρ περὶ τοῦ Υἱοῦ λέγοιτο τοῦτο, οὐκ ἂν πολλὴν καὶ οὕτως παράσχῃ ζήτησιν; Εἰ γὰρ ἀπάτωρ, πῶς Υἱός; Εἰ δὲ ἀμήτωρ, πῶς Μονογενής; Ὁ γὰρ υἱὸς ὀφείλει πατέρα ἔχειν, ἐπεὶ οὐκ ἂν εἴη υἱός. Ἀλλὰ καὶ ἀπάτωρ ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ ἀμήτωρ· ἀπάτωρ τὴν κάτω γέννησιν, ἀμήτωρ τὴν ἄνω. Οὔτε γὰρ ἐπὶ γῆς ἔσχεν πατέρα, οὔτε ἐν οὐρανοῖς μητέρα. Ἀγενεαλόγητος. Ἀκουέτωσαν οἱ τὴν οὐσίαν αὐτοῦ πολυπραγμονοῦντες. Καίτοι τινὲς νομίζουσιν ὅτι τὸ Ἀγενεαλόγητος τοῦτο, περὶ τῆς ἄνω γεννήσεως εἴρηται. Οἱ μὲν γὰρ αἱρετικοὶ οὔτε τοῦτο βούλονται· καὶ γὰρ καὶ ἐκείνην πολυπραγμονοῦσι καὶ περιεργάζονται· οἱ δὲ ἐπιεικέστεροι τούτων ἐκείνην μὲν παραχωροῦσι, περὶ δὲ ταύτης κάτω νομίζουσιν εἰρῆσθαι τὸ, Ἀγενεαλόγητος. ∆είξωμεν οὖν ὅτι περὶ ἑκατέρας τῆς γεννήσεως τοῦτο Παῦλος εἶπε, καὶ περὶ τῆς ἄνω, καὶ περὶ τῆς κάτω. Καὶ γὰρ κἀκείνη φρικτὴ, καὶ αὕτη μυστικωτάτη. ∆ιὰ τοῦτο καὶ Ἡσαΐας φησίν· Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ἀλλὰ περὶ ἐκείνης, φησὶν, εἶπεν τῆς ἄνω. Τί οὖν ἐροῦμεν τῷ Παύλῳ ἀμφοτέρας εἰπόντι τὰς γεννήσεις, καὶ τότε ἐπαγαγόντι τὸ, Ἀγενεαλόγητος; Ἵνα μὴ μόνον κατ' ἐκείνην τὴν γέννησιν, καθ' ἣν ἀμήτωρ ἐστὶν, ἀλλὰ καὶ κατὰ ταύτην, καθ' ἣν ἀπάτωρ ἐστὶ, τὴν κάτω λέγω, ἀγενεαλόγητον εἶναι πιστεύσῃς· διὰ τοῦτο ἀμφότερα θεὶς, τότε εἶπεν, Ἀγενεαλόγητος. Καὶ γὰρ καὶ αὕτη ἡ κάτω ἀκατάληπτος, ἵνα πρὸς ἐκείνην μηδὲ παρακύψαι τολμήσωμεν. Εἰ γὰρ τὰ προαύλια τοῦ ναοῦ οὕτω φοβερὰ καὶ ἀπρόσιτα, πρὸς τὰ ἄδυτα τίς εἰσελθεῖν ἐπιχειρήσει; Ὅτι ἐγεννήθη παρὰ τοῦ Πατρὸς οἶδα, τὸ δὲ πῶς, οὐκ οἶδα. Ὅτι ἐτέχθη ὑπὸ τῆς Παρθένου ἐπίσταμαι, τὸν δὲ τρόπον οὐδὲ ἐνταῦθα καταλαμβάνω. Ἑκατέρα γὰρ ἡ γέννησις ὡμολόγηται, καὶ ἑκατέρας ὁ τρόπος σεσίγηται. Καὶ ὅπερ ἐνταῦθα ἐπὶ τῆς Παρθένου, οὐκ εἰδὼς πῶς ἐκ τῆς παρθένου ἐγεννήθη, ὁμολογῶ ὅτι ἐγεννήθη, καὶ οὐκ ἀναιρῶ τὸ πρᾶγμα διὰ τὴν ἄγνοιαν· οὕτω καὶ σὺ ποίησον ἐπὶ τοῦ Πατρὸς, εἰ καὶ οὐκ οἶδας πῶς ἐγεννήθη, ὁμολόγησον. Κἂν εἴπῃ σοι ὁ αἱρετικός· Πῶς ἐγεννήθη ἐκ τοῦ Πατρὸς ὁ Υἱός; κατάσπασον αὐτοῦ τὸ φρύαγμα εἰς τὴν