2
πανηγύρει. Οὐ διὰ τὸ πλῆθος δὲ τῶν ἄνω δυνάμεων μόνον, ἀλλὰ καὶ διὰ τὴν τῶν ἀγαθῶν ἀφθονίαν, καὶ τὴν διηνεκῆ χαρὰν καὶ εὐφροσύνην, πανήγυριν τὰ ἐκεῖ πάντα καλεῖ· Πανήγυριν γὰρ οὐδὲν ἕτερον ποιεῖν εἴωθεν, ἀλλ' ἢ τὸ πλῆθος τῶν συνειλεγμένων, καὶ ἡ δαψίλεια τῶν ὠνίων, ὅταν πυροὶ καὶ κριθαὶ καὶ παντοδαπὰ γεννημάτων εἴδη, καὶ προβάτων ποίμνια, καὶ βοῶν ἀγέλαι. καὶ ἱμάτια, καὶ ἕτερα τοιαῦτα εἰσάγηται, τῶν μὲν πωλούντων, τῶν δὲ ἀγοραζόντων. Καὶ τί τούτων ἐστὶν ἐν τοῖς οὐρανοῖς, φησί; Τούτων μὲν οὐδὲν, τὰ δὲ τούτων πολλῷ σεμνότερα. Οὐ γὰρ πυροὶ καὶ κριθαὶ καὶ γεννημάτων εἴδη, ἀλλ' ὁ καρπὸς ἐκεῖ πανταχοῦ τοῦ πνεύματος, ἀγάπη καὶ χαρὰ καὶ εὐφροσύνη καὶ εἰρήνη καὶ ἀγαθωσύνη καὶ πραότης μετὰ πολλῆς τῆς δαψιλείας· οὐ προβάτων ποίμνια καὶ βοῶν ἀγέλαι, ἀλλὰ πνεύματα 48.750 δικαίων τετελειωμένων, καὶ ψυχῶν ἀρεταὶ, καὶ τρόπων κατορθώματα πανταχοῦ τῶν οὐρανῶν ἐστιν ἰδεῖν· οὐχ ἱμάτια καὶ ἐπιβλήματα, ἀλλὰ στεφάνους χρυσοῦ παντὸς τιμιωτέρους καὶ βραβεῖα καὶ ἔπαθλα καὶ τὰ μυρία τοῖς κατορθοῦσιν ἀποκείμενα ἀγαθά. Καὶ τὸ πλῆθος τῶν συνιόντων πολλῷ σεμνότερόν τε καὶ πλέον· οὐ γὰρ ἐξ ἀστικῶν τε καὶ ἐπιχωρίων ἐστὶν ἀνδρῶν, ἀλλ' ἔνθα μυριάδες ἀγγέλων, ἐκεῖ χιλιάδες ἀρχαγγέλων, ἀλλαχοῦ συμμορία προφητῶν, ἑτέρωθι μαρτύρων χοροὶ, ἀποστόλων τάγματα, σύλλογοι δικαίων, τῶν εὐηρεστηκότων ἁπάντων δῆμοι διάφοροι. Ὄντως θαυμαστή τίς ἐστιν ἡ πανήγυρις, καὶ τὸ δὴ πάντων μεῖζον, ὅτι ἐν μέσῃ τῇ πανηγύρει στρέφεται τούτων ἁπάντων ὁ βασιλεύς· εἰπὼν γὰρ, Μυριάσιν ἀγγέλων πανηγύρει, ἐπήγαγε, Καὶ κριτῇ Θεῷ πάντων. Τίς ποτε εἶδε ἐν πανηγύρει βασιλέα παραγινόμενον; Ἐνταῦθα μὲν οὐδεὶς εἶδέ ποτε, ἐκεῖ δὲ διηνεκῶς οἱ παρόντες ὁρῶσιν ὡς αὐτοῖς ἰδεῖν δυνατὸν, καὶ παρόντα καὶ τῇ τῆς ἰδίας δόξης λαμπρότητι κοσμοῦντα τοὺς συνιόντας ἅπαντας. Καὶ αὗται μὲν αἱ πανηγύρεις τῆς ἡμέρας μεσούσης πολλάκις καταλύονται, ἐκείνη δὲ οὐχ οὕτως. Οὐ γὰρ περιόδους μηνῶν, οὐδὲ κύκλους ἐνιαυτῶν, οὐδὲ ἡμερῶν ἀριθμὸν ἀναμένει, ἀλλ' ἕστηκε διηνεκῶς, καὶ τὰ ἐν αὐτῇ πάντα ἀγαθὰ πέρας οὐκ ἔχει, τέλος οὐκ οἶδεν, οὐ γηρᾷν οὐδὲ μαραίνεσθαι δύναται· ἀλλ' ἔστιν ἀγήρω καὶ ἀθάνατα. Οὐδεὶς ἐκεῖ θόρυβος καθάπερ ἐνταῦθα, οὐδεμία ταραχὴ, ἀλλὰ πολὺς ὁ κόσμος πάντων μετὰ τῆς προσηκούσης εὐταξίας, ὥσπερ ἐν κιθάρᾳ τινὶ, μετὰ ῥυθμοῦ τὴν παναρμόνιον μελῳδίαν καὶ πάσης ἡδίω μουσικῆς τῷ ∆εσπότῃ τῆς κτίσεως ἑκατέρας ἀναπεμπόντων, καὶ τῆς ψυχῆς ἐκεῖ καθάπερ ἐν ἱεροῖς ἀδύτοις καὶ θείοις τισὶ μυστηρίοις τὴν θείαν τελουμένης μυσταγωγίαν.
βʹ. Πρὸς ταύτην οὖν τὴν μακαρίαν καὶ ἀγήρω λῆξιν μετέστη σήμερον ὁ
μακάριος Φιλογόνιος. Τίς οὖν ἂν γένοιτο λόγος ἐφάμιλλος ἀνθρώπῳ τῷ τοσαύτης εὐκληρίας ἀξιωθέντι; Οὐκ ἔστιν οὐδείς. Τί οὖν, εἰπέ μοι, σιγήσομεν διὰ τοῦτο; καὶ τίνος ἕνεκεν συνεληλύθαμεν; Ἀλλ' ἐροῦμεν ὅτι οὐ δυνησόμεθα τοῦ μεγέθους ἐφικέσθαι τῶν ἔργων; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο ἀναγκαῖον εἰπεῖν, ἐπεὶ καὶ τοῦτο μέγιστον ἐγκωμίου μέρος, ὅταν μὴ δυνηθῇ τοῖς ἔργοις παρισωθῆναι τὰ ῥήματα· ὧν γὰρ ὑπὲρ φύσιν θνητὴν τὰ κατορθώματα, εὔδηλον ὅτι καὶ ὑπὲρ ἀνθρωπίνην γλῶτταν τὰ ἐγκώμια. Οὐ μὴν διὰ τοῦτο διακρούσεται τὰ ἡμέτερα, ἀλλὰ τὸν αὐτὸν μιμήσεται ∆εσπότην· καὶ γὰρ ἐκεῖνος τῇ χήρᾳ δύο μόνους ὀβολοὺς καταβαλούσῃ, οὐ δύο μόνων ὀβολῶν μισθὸν ἔδωκεν. Τί δήποτε; Ὅτι οὐ τῇ ποσότητι τῶν χρημάτων, ἀλλὰ τῷ πλούτῳ τῆς διανοίας προσεῖχεν. Ἂν μὲν γὰρ τὰ χρήματα ἐξετάσῃς, πολλὴ ἡ πενία· ἂν δὲ τὴν προαίρεσιν ἀναπτύξῃς, ἄφατον τῆς μεγαλοψυχίας ὄψει τὸν θησαυρόν. Ὥστε εἰ καὶ μικρὰ τὰ ἡμέτερα καὶ εὐτελῆ, ἀλλ' ἅπερ ἔχομεν· καὶ εἰ μεγαλοψυχίας ἀποδέει τοῦ γενναίου καὶ δικαίου Φιλογονίου, ἀλλ' ὅμως καὶ τοῦτο τῆς μεγαλοψυχίας αὐτοῦ μέγιστον δεῖγμα ἂν εἴη, τὸ μηδὲ τὰ μικρὰ διωθεῖσθαι, ἀλλὰ 48.751 ταυτὸ τοῖς πλουτοῦσι ποιεῖν.