1

 2

 3

 4

 5

2

δαίμονας ἀπελαύνουσα, καὶ νοσήματα δραπετεύειν παρασκευάζουσα, καὶ πόλεις ὁλοκλήρους ἀναπτεροῦσα, καὶ δήμους ἐνταῦθα ἄγουσα. Τοσαύτη τῆς ἀρχῆς ταύτης ἡ δύναμις, οὐχὶ ζώντων τῶν ἀρχόντων μόνον, ἀλλὰ καὶ τελευτησάντων, ὡς ἀνάγκῃ μὲν μηδένα, γνώμῃ δὲ καὶ πόθῳ πάντας ἐνταῦθα ἐλθεῖν, καὶ 51.349 μηδενὶ μαραίνεσθαι χρόνῳ. Ὁρᾶτε ὡς οὐ μάτην τουτὶ τὸ θέατρον σεμνότερον ἔφην εἶναι τῶν βασιλικῶν αὐλῶν; Τὰ μὲν γὰρ ἐκεῖ φύλλοις ἔοικε μαραινομένοις, καὶ σκιαῖς παρατρεχούσαις· τὰ δὲ ἐνταῦθα διδόμενα τὸν ἀδάμαντα μιμεῖται, μᾶλλον δὲ κἀκείνου στεῤῥότερα, ἅτε ἀθάνατα ὄντα καὶ ἀκίνητα καὶ οὐδεμιᾷ εἴκοντά ποτε μεταβολῇ, καὶ τοῖς ἐρῶσιν αὐτῶν ἀδεῶς ἐπιόντα, μάχης ἀπηλλαγμένα καὶ φιλονεικίας, καὶ φθόνου καὶ δικαστηρίων, καὶ ἐπιβούλων καὶ συκοφαντίας. Τὰ μὲν γὰρ βιωτικὰ πολλοὺς ἔχει τοὺς φθονοῦντας· τὰ δὲ πνευματικὰ, ὅσον ἂν εἰς πλείονας ἔλθῃ, τοσοῦτον μᾶλλον τὴν εὐπορίαν ἐνδείκνυται τὴν ἑαυτῶν. Καὶ τοῦτο ἔξεστιν ὑμῖν ἐκ τοῦ λόγου τούτου μαθεῖν. Τὸν γὰρ λόγον, ὃν εἰς πάντας ἐκχέω, ἂν μὲν οἴκοι κατάσχω παρ' ἐμαυτῷ, ἀπορώτερος γίνομαι· ἂν δὲ εἰς πάντας ἐκχέω, ὥσπερ εἰς ἄρουραν καθαρὰν βάλλων τὰ σπέρματα, ἐπιτείνω μου τὴν εὐπορίαν, πλείονα ποιῶ τὸν πλοῦτον, ἅπαντας ὑμᾶς εὐπορωτέρους ἐργαζόμενος, αὐτὸς δὲ οὐδὲν ἐν ταύτῃ πενέστερος γινόμενος, ἀλλὰ καὶ πλουσιώτερος μειζόνως· ὅπερ ἐπὶ χρημάτων οὐκ ἔνι, ἀλλὰ τοὐναντίον ἅπαν. Εἰ γὰρ ἔχων χρυσίον ἀποκείμενον, εἰς πάντας αὐτὸ διανεῖμαι ἑλοίμην, οὐκέτι ἂν δυναίμην ἔχειν τὴν προτέραν εὐπορίαν, τῇ διαιρέσει ταύτης ἐλαττουμένης. γʹ. Ἐπεὶ οὖν τοσαῦτα τῶν πνευματικῶν τὰ ἐξαίρετα, καὶ πολλὴν ἔχει τὴν εὐκολίαν, ἅτε πᾶσι τοῖς βουλομένοις δωρεὰν παραγινόμενα, τούτων μᾶλλον ἐρῶμεν, τὰς σκιὰς ἀφέντες, καὶ μὴ τοὺς κρημνοὺς καὶ τοὺς σκοπέλους διώκοντες. Καὶ γὰρ ἵνα τοῦτον τὸν ἔρωτα ὁ Θεὸς ἐπιτείνῃ, καὶ πρὸ τῆς τελευτῆς τοῦ κεκτημένου ταῦτα ἀνθρώπου θάνατον αὐτοῖς συνεκλήρωσεν. Οἷόν τι λέγω· οὐχ ὅταν ὁ κεκτημένος ταῦτα τελευτήσῃ, τότε καὶ αὐτὰ τελευτᾷ, ἀλλὰ καὶ ζῶντος ἔτι μαραίνεται ταῦτα καὶ ἀποθνήσκει, ἵνα τὸ ἐπίκηρον αὐτῶν καὶ τοὺς σφόδρα αὐτῶν ἐρῶντας καὶ περὶ αὐτὰ μεμηνότας τῆς χαλεπῆς ταύτης ἀπαγάγῃ λύττης, παιδεύοντα αὐτῶν τὴν φύσιν, καὶ διδάσκοντα διὰ τῆς πείρας, ὅτι σκιᾶς ἐστιν ἀδρανέστερα, καὶ ταύτῃ τὸν ἔρωτα καταλύοντα. Οἷον ὡς ἐπὶ παραδείγματος· ὁ πλοῦτος οὐχὶ τοῦ πλουτοῦντος μόνον τελευτῶντος καταλύεται, ἀλλὰ καὶ ζῶντος μᾶλλον ἀπέστη. Ἡ νεότης τὸν ἔχοντα οὐχὶ τελευτήσαντα μόνον, ἀλλὰ καὶ ἐμπνέοντα ἔτι ἀπολιποῦσα οἴχεται, ἐν τῇ τῆς ἡλικίας ὁδῷ καταλύουσα, καὶ τῷ γήρᾳ παραχωροῦσα. Τὸ κάλλος ὁμοῦ καὶ ἡ εὐμορφία, ἔτι ζώσης τῆς γυναικὸς, ἐτελεύτησε, καὶ πρὸς ἀμορφίαν μετέστη· αἱ δόξαι, αἱ δυναστεῖαι πάλιν ὁμοίως· αἱ τιμαὶ, αἱ ἀρχαὶ, ἐφήμεροι καὶ πρόσκαιροι, καὶ τῶν ἐχόντων αὐτὰ ἀνθρώπων θνητότεραι· καὶ ὥσπερ σωμάτων θανάτους ἔστι καθημερινοὺς ὁρᾷν, οὕτω καὶ πραγμάτων. Τοῦτο δὲ γέγονεν, ἵνα τῶν παρόντων ὑπερορῶντες, τῶν μελλόντων ἐχώμεθα, καὶ τῆς ἐκείνων ἐκκρεμώμεθα ἀπολαύσεως, καὶ ἐν τῇ γῇ βαδίζοντες, τῷ πόθῳ ἐν οὐρανοῖς διατρίβωμεν. Καὶ γὰρ δύο τούτους αἰῶνας ἐποίησεν ὁ Θεὸς, τὸν μὲν παρόντα, τὸν δὲ μέλλοντα· τὸν μὲν ὁρατὸν, τὸν δὲ ἀόρατον· τὸν μὲν αἰσθητὸν, τὸν δὲ νοητόν· τὸν μὲν σωματικὴν ἔχοντα ἀνάπαυσιν, τὸν δὲ ἀσώματον· τὸν μὲν ἐν πείρᾳ, τὸν δὲ ἐν πίστει· τὸν μὲν ἐν χερσὶ, τὸν δὲ ἐν ἐλπίσι· καὶ τὸν μὲν εἶναι στάδιον ἐκέλευσε, τὸν δὲ βραβεῖον· καὶ 51.350 τούτῳ μὲν σκάμματα καὶ πόνους καὶ ἱδρῶτας συνεκλήρωσεν, ἐκείνῳ δὲ στεφάνους καὶ ἔπαθλα καὶ ἀμοιβάς· τὸν μὲν πέλαγος, τὸν δὲ λιμένα κατεσκεύασε· καὶ τὸν μὲν βραχὺν, τὸν δὲ ἀγήρω καὶ ἀθάνατον. Ἐπεὶ οὖν πολλοὶ τῶν ἀνθρώπων τῶν νοητῶν ἐκείνων τὰ αἰσθητὰ προετίμων, συνεκλήρωσε τούτοις τὸ