2
Μωϋσῆς; νόμον καὶ νηστείαν γενομένην ἐπὶ τεσσαράκοντα ἡμέρας. Ἀλλὰ πρὶν ἢ κατηνέχθη, ὁ νόμος ὤφθη ὁ λαὸς ἀσεβήσας. Ἡ πρώτη ἐντολὴ, Κύριος ὁ Θεὸς εἷς ἐστι· καὶ οἱ μέλλοντες δέχεσθαι τὴν τοιαύτην ἐντολὴν, λέγουσιν, Οὗτοι οἱ θεοί σου. Μεγάλη ἀσθένεια· πρὸ γὰρ Θεοῦ ζῶντος μίμημα μόσχου προετιμήθη. Τί οὖν ἐστι τὸ φάρμακον τοῦ τοσούτου κακοῦ; Πάλιν νηστεύει Μωϋσῆς ὁ μὴ ἁμαρτήσας, καὶ συγχωρεῖται τοῖς ἁμαρτήσασι τοῦ παλαιοῦ νόμου ἡ ῥίζα. Ἀπὸ νηστείας ἤρξατο τῆς Καινῆς ∆ιαθήκης τὸ κήρυγμα, ἀπὸ νηστείας εἴληφε τὴν ἀρχήν. Βαπτισθεὶς γὰρ ὁ Σωτὴρ δι' ἡμᾶς, καὶ εἰς ἔρημον ἀπελθὼν, πρότερον ἐνήστευσε, καὶ οὕτω τῶν σημείων ἤρξατο, οὐκ αὐτὸς χρῄζων νηστείας, ἡμᾶς δὲ διδάσκων εἰς δύναμιν νηστείας ἔχειν τὴν τροπήν. Εἰ τοίνυν ἡ Παλαιὰ ἀπὸ νηστείας ἄρχεται, καὶ ἡ Καινὴ ἀπὸ ταύτης τίθεται τὸν θεμέλιον, μὴ νομίσωμεν κακὸν εἶναι τὴν νηστείαν. ∆υσχεραίνουσί τινες, τὸν ἐπίπονον νόμον ὁρῶντες, καὶ οὐχ ὁρῶσι τὸ ἐκ τοῦ νόμου τούτου προσγινόμενον κέρδος. Οὐχ ὁρᾷς ὅτι καὶ λέοντες ἐν λάκκῳ ἐπείσθησαν νηστεῦσαι, καὶ οὐχ ἥψαντο τοῦ ∆ανιήλ; Εἰ δὲ λέοντες πειθαρχοῦσι τῷ προστάγματι, καὶ τῆς ἀγριότητος τὴν φύσιν ἐξέθεντο, καὶ εἰσὶν ὡς γνώριμοι, καὶ οὐκ ἐπέρχονται ὡς ἀλλότριοι, σπεύσωμεν ἐπὶ νηστείαν προσταχθέντες. Πάλιν γέγραπται, ὅτε Ἱεροβοὰμ ὁ βασιλεὺς τῆς Ἰουδαίας ἠσεβήκει, μόσχον προσκυνῶν κατὰ κληρονομίαν πατρικὴν, ἐπέστη προφήτης, καὶ τῷ βασιλεῖ καὶ τῷ λαῷ εἶπεν οὐδὲν, εἰδὼς ὅτι ἀπειθεῖς καὶ ὁ ἄρχων καὶ οἱ ἀρχόμενοι· ἐάσας δὲ τοὺς μὴ ἀκούοντας ἀνθρώπους, λέγει πρὸς τὸ θυσιαστήριον, τουτέστι, πρὸς τὸν βωμὸν, ἵνα δείξῃ ὅτι οἱ λίθοι μᾶλλον ἀκούουσιν ἢ οἱ ἄνθρωποι· λέγει, Γεννηθήτω Ἰωσίας, καὶ τὰ ὀστᾶ τῶν θυόντων καύσει ἐπὶ τὸν βωμόν. Οὐκ ἤνεγκε τὴν ἀτιμίαν, καὶ ἠγανάκτησεν ὁ ἐλεγχόμενος· δυνάμει ἥπλωσε τὴν χεῖρα, ἵνα ἀναστρέψῃ τὸν εὐεργέτην τὸν προφήτην· ἥπλωσε μὲν, οὐκ ἐδυνήθη δὲ κάμψαι· ἡ γὰρ ἁμαρτία ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Φθέγγεται ὁ ἐκτείνας τὴν χεῖρα, κρατῆσαι τὸν προφήτην, καὶ ἅμα τῷ βοῆσαι ἰᾶται τὴν χεῖρα ὁ προφήτης· καὶ λέγει αὐτῷ ὁ βασιλεύς· ἄνελθε μετ' ἐμὲ εἰς τὸν οἶκον, γεῦσαι ἄρτου καὶ πίε ὕδατος, καὶ οὕτω πορεύσῃ, Ἀποκρίνεται ὁ προφήτης· πρόσταγμα ἔχω Θεοῦ ἐν τοῖς τόποις τούτοις, ἐν οἷς ἀσέβεια πολιτεύεται, μὴ γεύσασθαι ὕδατος καὶ ἄρτου. Ἀναχωρεῖ ὁ προφήτης. Πρόσεχε δὲ τῷ τέλει τοῦ λόγου. Ἄλλος προφήτης ἀκούσας ὅτι προφήτης παραγενόμενος τοιαῦτα εἶπε, διώκει καὶ καταλαμβάνει, καὶ παρακαλεῖ τὸν προφήτην εἰσελθεῖν καὶ γεύσασθαι μετ' αὐτοῦ, καὶ πείθει. Ἔπεισε δὲ εἰπὼν, ὅτι Κἀμοὶ Κύριος εἶπε τοῦτο ποιῆσαν. Εἰσῆλθε καὶ ἔφαγεν. Ἐν δὲ τῷ ἐσθίειν μετέρχεται τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τὸν καλέσαντα προφήτην, καὶ λοιπὸν προφητεύει, οὐ τὰ ἀπὸ καρδίας, ἀλλὰ τὰ ἀπὸ πνεύματος, καί φησι πρὸς ἐκεῖνον τὸν εἰσελθόντα καὶ φαγόντα· Ἐπειδὴ οὐκ ἤκουσας Κυρίου τοῦ Θεοῦ σου, καὶ ἔφαγες ὅπου ἐκελεύσθης μὴ φαγεῖν, ἀπέρχῃ ἐντεῦθεν, καὶ 62.734 ἐσθίει σε λέων. Ὁρᾷς τὸ παριδεῖν προστάγματος νηστείας, ὅσον κακὸν προξενεῖ; Ἀναχωρεῖ ὁ προφήτης, καὶ οὐ προέστη αὐτοῦ τὸ ἀξίωμα τῆς προφητείας διὰ τὴν παρακοήν. Ἐξῆλθε λέων, οὐχ ἵνα φάγῃ, ἀλλ' ἵνα δείξῃ ὅτι αὐτὸς προστάγματος ἀκούει, καὶ μετέρχεται τὸν μὴ ἀκούσαντα, καὶ ἐφήψατο τοῦ σώματος τοῦ παρακούσαντος ἐπὶ τοσοῦτον, ὡς ἀνελεῖν μόνον· καὶ ἀνεῖλεν ἵνα κολάσῃ τὸν παρακούσαντα. Ἀνελὼν δὲ προσεχρήσατο ὁ λέων τῇ νηστείᾳ ἀντὶ τῆς τρυφῆς τοῦ παρακούσαντος· ἔκειτο γὰρ νεκρὸς ὁ προφήτης, εἰστήκει δὲ ἡ ὄνος αὐτοῦ ζῶσα, οὐχ ὅτι οὐκ ἦν εὐμαρέστερον ὄνον ἀποκτεῖναι ἢ ἄνθρωπον, ἀλλ' ὁ ἄλογος λέων προστάγματι διέκρινε, καὶ τὴν μὴ ἁμαρτήσασαν ὄνον οὐκ ἀπέκτεινεν, οὐδὲ ἥψατο, τὸν δὲ παρακούσαντα, οὐκέτι προφήτην ὅσον εἰς παρακοὴν, ἀπέκτεινε. Καὶ ἦν ἰδεῖν περὶ αὐτοῦ τριπλᾶ θαυμάσια· ἔκειτο ὁ προφήτης μηνύων τὴν παρακοήν· παρεκαθέζετο ὁ