1

 2

 3

 4

 5

 6

 7

6

συμφώνου σχολάζειν ἕκαστον ἐν νηστείαις. Ταῖς νηστείαις δὲ συναπτέσθω καὶ εὐχή· ἡ νηστεία μὲν προτρέπεται, ἡ εὐχὴ δὲ καιρὸν ἔχει· νήστευσον, ὅτι οὐχ ἥμαρτες, καὶ ὅτι ἥμαρτες νήστευσον, καὶ πάλιν ἵνα μὴ ἁμάρτῃς νήστευσον, καὶ ὅπως διαμείνῃ ἃ ἔλαβες. Τοσαῦτα γὰρ εἴδη νηστείας. Ἥμαρτέ τις, καὶ ἐνήστευσεν ἑαυτὸν κολάζων, ἵνα διαφύγῃ τὴν κόλασιν; νηστεύσωμεν οὖν καὶ ἡμεῖς, ἀγαπητοὶ, ἵνα μὴ ἐπαναστῶσι καθ' ἡμῶν αἱ ἐπιθυμίαι. Ὁρᾷς δὲ τὴν νηστείαν ἑπομένην τῇ ἁμαρτίᾳ, τουτέστι, τὴν μετὰ τὴν ἁμαρτίαν, γινομένην ἐν λόγοις τιμωρίας ἐπιστροφήν. Ἀλλ' ἡ νηστεία προηγεῖτο τῶν ἁμαρτημάτων, οὐχ ἵνα ἀφέλῃ τὸ γινόμενον ἁμάρτημα, ἀλλ' ἵνα κωλύσῃ τὸ μέλλον· Ἄλλη νηστεία ἐστὶν, ὁ ζητῶν νόμον νόμου λαβεῖν. Καὶ γὰρ ὁ αἰτῶν νόμον νηστεύει, ὡς Μωϋσῆς ἐνήστευσε, καὶ ἔλαβε νόμον. Πάλιν ἄλλος νηστεύει, ἵνα ὧν κατηξιώθη, τούτων μὴ ἀποτύχῃ. Ἡ δὲ Ἐκκλησία ὁμοῦ νηστεύει, τὴν χάριν καὶ τὴν οἰκονομίαν. Τὸν Ἰησοῦν ἐπιγινώσκει πράγματι, τῷ σταυρωθέντι συνεσταυρωμένη, τῷ Κυρίῳ συμπάσχουσα, ἵνα καὶ συνδοξασθῇ, οὐχ ἵνα τὸν Κύριον πενθῶμεν· ζῇ γὰρ ὁ τοῦ ζῶντος Υἱός· ἀλλ' ἵνα τὴν χάριν ὁμολογῶμεν τῆς οἰκονομίας. Εἰ καὶ πενθοῦμεν ὅτι ἐσταύρωσαν αὐτὸν Ἰουδαῖοι, οὐ δι' αὐτὸν πενθοῦμεν, ἀλλὰ διὰ τὴν τόλμαν τῶν τολμησάντων. Ἀνέστη γὰρ ἐκ νεκρῶν, ἔστη ἐν δόξῃ, ἐν ᾗ προϋπῆρχε παρὰ τῷ Πατρὶ, συνὼν ἦν πρὸς τὸν Πατέρα ὅθεν καὶ ἦν. Οὐκ ἔστι πένθους ἀξία ἡ νίκη τοῦ Ἰησοῦ. Ἀλλὰ νηστεύσωμεν ἑαυτῶν κηδόμενοι, καὶ κοινωνοὶ σπεύδοντες αὐτοῦ εἶναι τῶν παθημάτων· ὥσπερ ἀξίαν πράττωμεν, ἀδελφοί. Τίς κατηξίωσε κοινωνὸς εἶναι τῶν παθημάτων Χριστοῦ; Μέγα τὸ μυστήριον. Σπεύσωμεν ἐπὶ τὰ ἀγαθὰ, καὶ μὴ ἐκκλίνωμεν εἰς κακά. Ἰησοῦς ἐσταύρωται, ὁ τοῦ ἀθανάτου Υἱός· ἐκρέμασε τὸ σῶμα ἐπὶ τὸν σταυρὸν, οὐ δι' ἑαυτὸν, ἀλλὰ διὰ σέ. Ἔφαγες σὺ ἀπὸ τοῦ ξύλου, νηστεύει αὐτὸς ἐπὶ τοῦ ξύλου· ἔλαβες ἐξ ὧν οὐκ ὤφειλέ σοι· ἐπέθηκεν αὐτὸς σῶμα ἀνθ' ὧν ἔλαβες. Ἐπιθυμίαν ἡττήθης χαλεπήν· πίνει αὐτὸς ὄξος ἀντὶ ἡδονῆς. Μὴ ἀλλότριος γένῃ τῆς βασιλείας. Ἔγνως ὅτι ἐσταύρωται, ἔγνως ὅτι ὑπὲρ σοῦ ἀπέθανεν, ὁμολόγει ὅτι ζῇ. Ὑπὲρ ζῶντος ποίει τὴν ὁμολογίαν, μαρτύρει τῷ μαρτυρήσαντι, ἀπόθανον ὑπὲρ τοῦ ἀποθανόντος. Εἰ δὲ οὕτω ἀπαιτεῖ θάνατον, μὴ ἀποπηδήσῃς· μικρός ἐστιν ὁ τῆς νηστείας θάνατος. Οὐκ ἔχεις μεγάλα κατορθώματα; ὁ τῆς νηστείας θάνατος. Οὐκ ἔχεις μεγάλα κατορθώματα; χάρισαι αὐτῷ τὰ μικρά· μετ' εὐφροσύνης πρόσδραμε αὐτῷ ἐπὶ ἑορτὰς, μετὰ χαρᾶς δέξαι τὴν νηστείαν. Τρυφή ἐστιν ἡ νηστεία πνευματική. Ἀλλὰ τάχα εἰκῆ κράζω· ὥσπερ γὰρ ἤλλαξεν ὁ χρόνος τὰ χρώματα τῶν σπευδόντων ἐπὶ τράπεζαν. Τοῦτο δὲ οὐκ ἔστιν ἀγαπώντων νηστείαν ἐν ᾗ ἑστήκασιν. Οὐ γὰρ ἦν ἀκόλουθον ἄχθεσθαι ὑμᾶς τὸ τῆς τραπέζης Κυρίου ἀποσπᾶσθαι. Παρὰ προσδοκίαν δὲ ἀπήντησεν ἡ θέα, ὡς ἀπήντησε τοῦ λύχνου ἡ αὐγή. Ἠλέγχθη ἡ λανθάνουσα συνείδησις, ὅτι βίᾳ κατεχόμεθα· καὶ οὐκ ἄρα ἑστήκαμεν. Ἕως πότε τὴν ἀλήθειαν παίζομεν· ἕως πότε τὰ τοῦ Κυρίου πραγματευόμεθα; ἢ οὐκ ἤκουσας τοῦ ψαλμοῦ λέγοντος, ἅμα δὲ αὐτοῦ ὑπακούοντος, Εἰ ἀλήθειαν λαλεῖτε, εὐ 62.738 θείας κρίνατε; Εἰ ἀληθεύεις ἐπὶ τὴν νηστείαν, χαρὰν ἔχε ἐπὶ τὴν νηστείαν· εἰ δὲ ἀλγεῖς, ἀδικεῖς σεαυτόν· εἰ πονεῖς, οὐκ εὐφραίνῃ· εἰ διώκεις ὡς ἀγαθῶν ἀπεστερημένος, οὐ τυγχάνεις ἀγαθῶν. Ἰησοῦς ἐσταύρωται διὰ σοῦ, καὶ οὐκ ἐδυσχέρανεν, ἀλλὰ μᾶλλον καὶ ἔσπευδε τοῦ παθεῖν· σὺ δὲ οὐδὲ μικρὰν νηστείαν ἀνέχῃ διὰ τὴν σεαυτοῦ σωτηρίαν; Ὦ ἄνθρωπε, οὐκ ἔχω δύναμιν τοσαύτην, ἵνα κράζω, ὅσον ὀφείλω. Ἰησοῦς ἐσταύρωται· ὅρα, καὶ ὑπότυψον τὸ στῆθος, κατάγαγε δάκρυον ἀπὸ τῶν ὀφθαλμῶν. Ἐσταύρωται διὰ σέ· συσταυρώθητι, συνδοξάσθητι ἐκείνῳ, οὐχ ἵνα ἀποθάνῃς, ἀλλ' ἵνα θανάτου ἀπαλλαγῇς. Αὕτη ἡ τῆς παρασκευῆς ἡμέρα, ἡμέρα ἐστὶν ἐν ᾗ ὁ σταυρὸς ὑπὲρ σοῦ ἐπάγη· καὶ σὺ συσταυρώθητι, συναπόθανε. Ὑπὲρ Θεοῦ γὰρ ὁ