1

 2

 3

2

παντοδύναμε· θεράπευσον τὴν πολλὰς παρὰ τοῦ διαβόλου δεξαμένην πληγάς· ἀπόξεσόν μου τῆς ψυχῆς τῶν ἁμαρτημάτων τὴν λέπραν, ὡς ἀπέξυσας τοῦ πιστοῦ λεπροῦ τὴν κηλῖδα τοῦ σώματος· ξήρανον τὰς τῶν ἐμῶν ἀνομημάτων πηγὰς, 151 ὡς ἐξήρανας τῷ κρασπέδῳ τοῦ αἵματος τῆς αἱμοῤῥοούσης τοὺς ὀχετούς· ἐλέησόν με κύριε, υἱὲ ∆αυὶδ, ὡς ἠλέησας ἐκείνην τὴν Χανανείαν, τὴν ἀγενῆ, ἀλλὰ καὶ πιστήν.» Ταῦτα τῆς πόρνης πιστῶς ἐν τῷ ἀποκρύφῳ τῆς ψυχῆς ἐργαστηρίῳ καθικετευσούσης μετὰ δακρύων, ἐξεπλήσσοντο πάντες οἱ ἀνακείμενοι ἐπὶ τῇ ἀνεξικακίᾳ τοῦ σωτῆρος, ὁρῶντες αὐτὸν ἐπιεικῶς φέροντα φιλήματα πορνικὰ καὶ κρατήματα χειρῶν ἁμαρτωλῶν. Ὁ δὲ φαρισαῖος, ὁ καλέσας αὐτὸν εἰς ἄριστον, ἐν τοῖς ἀφανέσι τῆς ψυχῆς ἐργαστηρίοις βλασφήμους ἐκίνει κατ' αὐτοῦ λογισμοὺς, καὶ τὴν τοῦ σωτῆρος φιλανθρωπίαν ὡς ἄγνοιαν ἐμέμφετο, λέγων ἐν ἑαυτῷ· «Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν, ποταπή ἐστιν ἡ ἁπτομένη αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.» Ἀπάνθρωπον ὅλον καὶ τυφλὸν τοῦ φαρισαίου τὸ φρόνημα. Ἀλλὰ τί πρὸς αὐτὸν ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος καὶ τῶν ἀγαθῶν χορηγός; «Σίμων, Σίμων, ἔχω σοί τι εἰπεῖν»-ἤκουσα ὧν οὐκ ἐφθάγξω ῥημάτων, ἔγνων τῆς σῆς ψυχῆς τὰ βουλεύματα· ἐπίσταμαι τὰ κατὰ διάνοιάν σοι μελετηθέντα κατ' ἐμοῦ· καὶ διὰ τοῦτο μηδὲν λαλήσαντί σοι ἀποκρίνομαι, ἵνα ἐκ τῆς ἐμῆς ἀποκρίσεως μάθῃς τῆς ἐμῆς θεότητος τὴν ἰσχύν· ἵνα ἐκ τῶν ἐμῶν ῥημάτων ἐπιγνῷς, ὅτι ποιητής εἰμι ψυχῶν καὶ ἔφορος τῶν καρδιῶν· εἰ τοίνυν προφήτην με βούλει καλεῖν, ἢ καὶ δημιουργὸν τῶν προφητῶν, τὸν κατὰ τὸ βλεπόμενόν σοι ἄνθρωπον, ὃ βούλει καὶ δόξαζε. «Σίμων, Σίμων, ἔχω σοί τι εἰπεῖν· δύο χρεοφειλέται ἦσαν δανειστῇ τινι. ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, καὶ ὁ ἕτερος πεντήκοντα· μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτὸν ὤφειλεν πλέον ἀγαπᾶν; Ἀποκριθεὶς δὲ ὁ φαρισαῖος εἶπεν· ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλέον ἐχαρίσατο. Λέγει πρὸς αὐτὸν ὁ σωτήρ· ὀρθῶς ἔκρινας»-Καὶ σὺ χρεστεῖς μοι τῆς ἑαυτοῦ ζωῆς εὐθύνας πολλὰς, κἀγὼ συνεχώρησά σοι καθάπερ καὶ ταύτῃ τῆς πολιτείας τὰ ἐγκλήματα, καὶ σοῦ καλέσαντός με προθύμως ὑπήκουσα καὶ ὁμορόφιος ἐγενόμην καὶ ὁμοδίαιτος· οὐχ ὡς ἄπορος ἢ ἐνδεὴς τροφῆς, ἀλλ' ὡς πλούσιος ἐν ἐλέει τὴν τῶν προςερχομένων μετάνοιαν προςδεχόμενος καὶ τὰς τούτων ἁμαρτίας συγχωρῶν. Τί οὖν διαβάλλεις τὴν ἐμὴν 152 συγκατάβασιν; τί δὲ κακίζεις τὴν ἐμὴν φιλανθρωπίαν, ἧς πρῶτος ἀπήλαυσας σύ; τί πολλὴν ἐπὶ τῶν ἄλλων ἀπαιτεῖς τὴν ἀκρίβειαν, ἣν ἐὰν ἐπιδείξωμαι νῦν, οὐ συμφέρει σοι; τί λογοθετεῖς τὴν ἐμὴν ἀγαθότητα, ἧς ἐνδεὴς γέγονας καὶ αὐτός; «Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· βλέπεις ταύτην τὴν γυναῖκα;» -ὦ φιλανθρωπίας θεοῦ ἄπειρον ὕψος· ὦ ἀνεξικακίας δεσπότου ἀνυπέρβλητον μέγεθος· τὴν ὁμολογουμένην πόρνην «γυναῖκα» προςηνῶς προςηγόρευσεν· ἔκρυψεν τὸ τῆς πονηρᾶς προαιρέσεως ὄνομα, καὶ τὸ κοινὸν τῆς φύσεως προεκόμισεν ὄνομα. «Βλέπεις ταύτην τὴν γυναῖκα»-ἣν ἐθεασάμην πάλαι τοῖς τῆς θεότητος ὀφθαλμοῖς· τὴν αὐτόκλητον ἐπειςελθοῦσαν ἡμῖν; τὴν πρῶτον καὶ μόνον ἀναισχυντήσασαν ἀναισχυντίαν καλήν; τὴν, ἐνδέοντι καιρῷ, τὴν ζωηφόρον ἐπιδειξαμένην ἀναίδειαν; τὴν ὑπὸ σοῦ κατηγορουμένην ἐπὶ ἐγκλήμασι πολλοῖς, ἐφ' οἷς προςῆλθεν τῇ ζωῇ, καὶ μὴ τολμήσασαν, ὡς ἀπρόςωπον, κατὰ πρόςωπον στῆναι, ἀλλ' ὀπίσω κρυπτομένην, καὶ διὰ τοῦ βίου τοῦ προτέρου ἑαυτῆς ἔλεγχος γινομένην; «Εἰςῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ εἰς τοὺς πόδας μου οὐκ ἔδωκας, αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὑτῆς ἐξέμαξεν.» Οὓς οὐκ ἔβρεξεν πόδας τοῖς κύμασι ἡ θάλασσα, αὕτη τοῖς δάκρυσιν ἀπέπλυνεν καὶ τοῖς φιλήμασιν ἱκέτευσεν. Πότε κατέμαθες τοιαύτην γυναῖκα τὰς ἰδίας τρίχας ἐκμαγεῖον ποιήσασαν, καθάπερ αὕτη ἐπὶ τῶν ἐμῶν ποδῶν πεποίηκεν; «Φίλημά μοι οὐκ ἔδωκας»,