1

 2

 3

2

τοῦ ἀγγέλου εἰρηκότος ἐν πρώτοις καὶ μέγαν ἔσεσθαι λέγοντος ἐνώπιον τοῦ κυρίου, οὐδὲν τῶν ἐπὶ γῆς, οὐδὲν τῶν ἐν τῷ οὐρανῷ εἰς τὴν τοῦ βαπτιστοῦ τιμὴν παραλέλειπται. Ἔδει γὰρ ἀληθῶς καὶ παρὰ θεῷ καὶ παρ' ἡμῖν τὸν βαπτιστὴν μεγαλύνεσθαι· καὶ γὰρ ἔστιν ἰδεῖν τὸν παράδοξον τόκον τῆς στείρας καὶ τῆς αὐξήσεως αὐτοῦ τὰ θαύματα καὶ τῆς πολιτείας τὰ κατορθώματα. Ηὔξανε γάρ φησιν, καὶ ἐκραταιοῦτο πνεύματι. Ταῦτα τῆς ἡλικίας καὶ τῆς χάριτος τὰ γνωρίσματα· συνηύξει γὰρ τῷ σώματι τοῦ νέου καὶ ἡ τῆς ψυχῆς ἀρετή. Καὶ τὸ θαυμαστότερον ὅτι ἦν φησίν, ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ. Ἦν ἐν ταῖς ἐρήμοις. Καὶ τί μεῖζον τούτου τοῦ κατορθώματος; Παιδαγωγουμένης ἐν ἐρήμῳ νεότητος, παιδίον οὔπω τὴν πεῖραν τοῦ βίου λαμβάνει καὶ τὴν ἐν ἐρήμῳ πολιτείαν ἁρπάζει, οὔπω γινώσκει τοῦ κόσμου τὴν ὄχλησιν καὶ τὴν ἡσυχίαν ἀσπάζεται. Ἀλλὰ τί τούτοις ἐνδιατρίβειν ἔτι φιλονεικοῦμεν τοῖς λόγοις, συνέχοντος ἡμᾶς ἤδη καὶ τοῦ λαοῦ τοῦ πρὸς αὐτὸν εἰς τὴν ἔρημον τρέχοντος; Ἐπεσπᾶτο μὲν γὰρ ἕκαστον πρὸς αὐτὸν ἀπιέναι ἡ λαμπρὰ τοῦ ἀνδρὸς πολιτεία· ἐξάκουστος γὰρ ἀεὶ ὁ ἐνάρετος βίος καὶ πᾶσαν φιλάρετον ψυχὴν πρὸς ἑαυτὸν ἐφελκόμενος. Συνέρρει δὲ πλέον πρὸς Ἰωάννην τὰ πλήθη τῷ ξένῳ θαύματι τοῦ κηρύγματος· μετὰ γὰρ τὸ ἀναδειχθῆναι αὐτόν, ὡς προείρηται, παρεγένετό φησι κηρύσσων ἐν τῇ ἐρήμῳ καὶ λέγων· μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· καὶ πάλιν· ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. Ταῦτα δὲ ξένα τοῖς τότε καὶ παράδοξα τὰ λεγόμενα· πρόδρομος γὰρ ἦν, τὴν προσεγγίζουσαν δηλῶν βασιλείαν, εὐτρεπίζων τῷ ἐπιδημοῦντι δεσπότῃ, ἑτοιμάζων τῷ βασιλεῖ τὴν πορείαν, διεγείρων εἰς ὑπάντησιν πάντας, ἐξηγούμενος τὰ μέλλοντα θαύματα, προξενῶν τὸν οὐράνιον πλοῦτον. Εἰσῆγε γὰρ μετάνοιαν τὴν τῶν ψυχῶν θεράπειαν, ἐδίδου καὶ βάπτισμα προσεγγίζον τῇ χάριτι. Ὅθεν ἐξεπορεύετο πρὸς αὐτόν φησιν, πᾶσα Ἰεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ. Ἔδειξεν ἀξιόπιστον τῆς πολιτείας αὐτοῦ τὸ κήρυγμα, μᾶλλον δὲ προσέλαβεν ἡ πολιτεία τὸ τοῦ κηρύγματος χάρισμα. Καὶ ἦν ὁ πρώην μονώτατος εἰς τὴν ἔρημον νῦν καὶ αὐτὴν κατασκευάζων πόλιν τὴν ἔρημον. Τί λέγω πόλιν; Ὅλην αὐτὴν οὐρανὸν ἀπειργάσατο· ἄκουε γὰρ λοιπὸν τῶν ἐπουρανίων ἐντεῦθεν πραγμάτων. Τότε φησίν, παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. Ἦλθε γὰρ ὁ τῶν οὐρανῶν δεσπότης πρὸς τὸν ἐρημοπολίτην, παρεγένετο ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου πρὸς τὸν κηρύττοντα τὴν μετάνοιαν, τὸ φῶς τὸ ἀλήθινον πρὸς τὸν λύχνον τὸν φαίνοντα· οὗτος γάρ φησιν, ἦν ὁ λύχνος ὁ φαίνων. Ἦλθεν ἡ πηγὴ τῆς ζωῆς πρὸς σταγόνα βαπτίζουσαν, ὁ πόταμος τοῦ θεοῦ πρὸς βραχύτατον ῥύακα, τὸ πέλαγος τῆς σωτηρίας πρὸς ὀχετὸν παροδεύοντα· τοῦτο γὰρ ἦν ὁ Χριστὸς πρὸς Ἰωάννην ἐρχόμενος. Ὅθεν καὶ καλῶς αὐτὸν ὁ βαπτιστὴς διεκώλυε λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; «Ἐγώ φησιν, τοῦ σοῦ φωτὸς ἐπιδέομαι καὶ σὺ πρὸς μὲ παραγίνῃ; Ἐγὼ παρὰ σοῦ διεπλάσθην, καὶ σὺ ἔρχῃ παρ' ἐμοῦ βαπτισθῆναι; Ἦλθον ὡς δοῦλος ἐγὼ περὶ σοῦ τοῦ δεσπότου κηρύττων, οὐχ ὡς βαπτίσαι τὸν ἐμὸν δεσπότην ὀφείλων. Ἔασον τῇ σῇ χειρὶ τὴν ἐμὴν μᾶλλον κεφαλὴν ὑποκύψαι, οἶδα γὰρ τὴν ἐξουσίαν τοῦ ἐμοῦ φοβεῖσθαι δεσπότου. Μή μου τολμηρὰν τὴν δεξιὰν ἀπεργάσῃ, ναρκῶσαν ἤδη πρὸς τὸ τοῦ βαπτίσματος ἔργον.» Τί οὖν πρὸς αὐτὸν ὁ δεσπότης; «Ἄφες ἄρτι, οὐ γὰρ ἦλθον νῦν τὴν ἐμαυτοῦ ἀξίαν γυμνῶσαι, οὐ τὸ καθαρὸν τῆς φύσεως δεῖξαι, ἀλλὰ τὴν συμφέρουσαν ὑμῖν οἰκονομίαν πληρῶσαι.» Τότε φησίν, ἀφίησιν αὐτόν. Ὢ πόσην ἡ λέξις εὐτονίαν σημαίνει. Ἀφίησιν ὁ δοῦλος τὸν δεσπότην, ὁ ὑπήκοος τὸν βασιλέα, οὐ γὰρ ἴσχυσεν ἡ