1

 2

 3

 4

 5

 6

 7

 8

2

Μὴ δὴ οὖν τὴν κατὰ σύγκρισιν ὑπεροχὴν τοῦ κατ' αὐτὴν ἐλαττωθέντος πράγματος κακίαν τις εἶναι νομιζέτω. Οὐδὲ γὰρ εἰς τὴν τῶν πονηρῶν τὸ πρᾶγμα ὠθοῦντες τάξιν τὴν σύγκρισιν ταύτην ποιούμεθα· ἀλλ' ἀφέντες αὐτὸ τῶν νενομισμένων εἶναι καὶ ἐν ἐξουσίᾳ, οὕτως αὐτοῦ τὸ πολλῷ κρεῖττον προτιμῶμέν τε καὶ θαυμάζομεν. Τί δήποτε; Ὅτι οὐκ ἔστιν ἴσον ἑνὸς ἀνδρὸς εἶναι γυναῖκα καὶ δύο τὴν αὐτήν. Ἡ μὲν γὰρ ἀρκεσθεῖσα τῷ προτέρῳ ἔδειξεν ὅτι οὐδ' ἂν τοῦτον εἵλετο τὴν ἀρχήν, εἰ τοῦ πράγματος ᾔδει τὴν πεῖραν καλῶς· ἡ δὲ δεύτερον ἐπεισάγουσα νυμφίον τῇ τοῦ προτέρου εὐνῇ, τῆς πολλῆς περὶ τὸν κόσμον φιλίας καὶ πρὸς τὰ γήϊνα πράγματα συμπαθείας τεκμήριον ἐξήνεγκεν οὐ μικρόν. Κἀκείνη μὲν οὔτε ζῶντος τοῦ ἀνδρὸς πρὸς ἕτερόν τινα ἐπτόητο· αὕτη δὲ εἰ καὶ μὴ ἥμαρτεν εἰς ἑτέρους ζῶντος ἐκείνου, ἀλλ' ἐκείνου μᾶλλον πολλοὺς ἑτέρους ἐθαύμασεν. Ἵνα δὲ μὴ τοῦ διελθόντος καταστοχαζώμεθα βίου, αὐτὸ τὸ πρᾶγμα συγκρίνωμεν. Ὥσπερ γὰρ ἡ παρθενία τοῦ γάμου κρείττων, οὕτως οὗτος ἐκείνου βελτίων ὁ γάμος. Ἡ μὲν γὰρ χήρα, ἀπὸ τῆς ἀρχῆς ἐλαττωθεῖσα τῆς παρθενίας μόνον, κατὰ τὸ τέλος ἐξισοῦται πάλιν αὐτῇ καὶ συνάπτεται· ὁ δὲ γάμος οὗτος ἐξ ἑκατέρων αὐτῆς ἀφέστηκε τῶν μερῶν. Χωρὶς δὲ τούτων ἡ μὲν εὐκόλως φέρουσα τὴν χηρείαν καὶ ζῶντος πολλάκις ἐγκρατεύεται τοῦ ἀνδρός· ἡ δὲ τὸ πρᾶγμα ἔχουσα ἐπαχθῶς οὐ δύο μόνον καὶ τρισίν, ἀλλὰ καὶ πολλῷ πλείοσιν ὁμιλῆσαι παρεσκεύασται ἀνδράσι, καὶ μόλις τοῦ γήρως ἐπελθόντος ἀφίσταται. Ὥσπερ οὖν πολλῆς σεμνότητος καὶ σωφροσύνης σημεῖον ὁ γάμος ἐκεῖνός ἐστιν, οὕτως οὗτος ἀσελγείας μὲν οὐκ ἂν εἴποιμι, μὴ γένοιτο, ἀσθενοῦς δὲ ψυχῆς καὶ σαρκικωτάτης καὶ τῇ γῇ προσδεδεμένης, καὶ μέγα καὶ ὑψηλὸν οὐδὲν δυναμένης φαντασθῆναί ποτε. Εἰ δὲ λέγοι τις ὅτι τὸ καλὸν ταὐτόν ἐστι, κἄν τε ἅπαξ γένηται, κἄν τε δίς, κἄν τε πολλάκις- ὁμοίως γὰρ ἔσται καλὸν καὶ ὁ πολλάκις αὐτῷ χρώμενος μᾶλλον ἐπαινοῖτ' ἂν δικαίως· ὥστε εἰ καὶ ὁ γάμος καλόν, ὁ συνεχῶς αὐτῷ κεχρημένος τοῦ σπανιάκις θαυμαστότερος καὶ μᾶλλον ἀποδεκτός-, ἐροῦμεν ὅτι τοὺς μὲν ἀφελεστέρους τοῦτο σοφίσασθαι δύναιτ' ἄν, τοῖς δὲ βουλομένοις προσέχειν, εὐφώρατον ἔσται τὸ σόφισμα. Γάμος γὰρ οὐ διὰ τὴν μίξιν λέγεται γάμος· ἐπεὶ οὕτω γε καὶ ἡ πορνεία γάμος ἂν ἦν· ἀλλὰ διὰ τὸ στέργειν ἑνὶ τὴν γαμουμένην ἀνδρί, καὶ τούτῳ τῆς πόρνης διέστηκεν ἡ ἐλευθέρα καὶ σώφρων γυνή. Εἰ μὲν γὰρ ἑνὶ διαπαντὸς ἀρκοῖτο ἀνδρί, γάμος τὸ πρᾶγμα εἰκότως ἂν λέγοιτο· εἰ δὲ ἀνθ' ἑνὸς πολλοὺς εἰς τὴν οἰκίαν εἰσάγει νυμφίους, πορνείαν μὲν οὐ τολμῶ τὸ πρᾶγμα καλεῖν, τῆς δὲ οὐκ εἰδυίας ἕτερον ἄνδρα πλὴν ἑνὸς πολλῷ τῷ μέτρῳ ἀπολείπεσθαι φαίην ἄν. Ἐκείνη μὲν γὰρ ἤκουσε τοῦ Κυρίου λέγοντος· «Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», καὶ ὥσπερ σαρκὸς ἀληθῶς οἰκείας ἀντείχετο καὶ οὐκ ἐπελάθετο τῆς ἅπαξ δοθείσης αὐτῇ κεφαλῆς· αὕτη δὲ οὔτε τὸν πρῶτον οὔτε τὸν δεύτερον ἔσχεν ἐν τάξει τῆς οἰκείας σαρκός· ὁ μὲν γὰρ πρῶτος ἐκβέβληται παρὰ τοῦ δευτέρου, ὁ δεύτερος δὲ ὑπ' ἐκείνου· οὔτε δὲ τοῦ προτέρου μεμνῆσθαι δύναιτ' ἂν καλῶς τῷ ἑτέρῳ μετ' ἐκεῖνον προσέχουσα, οὔτε τοῦτον μετὰ τῆς προσηκούσης φιλοστοργίας ὄψεται, σχιζομένης εἰς τὸν ἀπελθόντα τῆς διανοίας αὐτῆς. Ὥστε ἑκάτερον λοιπὸν συμβαίνει καὶ τοῦτον κἀκεῖνον ἐκβεβλῆσθαι τῆς ἀνδρὶ προσηκούσης καὶ τιμῆς καὶ φιλίας παρὰ γυναικός. Ποίαν δὲ ὅλως ἔχειν οἴεται ψυχὴν τὸν δεύτερον νυμφίον εἰς τὸν τοῦ προτέρου θάλαμον εἰσαγόμενον καὶ εἰς τὴν εὐνὴν ἀναβαίνοντα τὴν ἐκείνου, καὶ γελῶσαν καὶ χαριεντιζομένην ἐπὶ τούτοις ὁρῶντα τὴν ἐκείνου γυναῖκα; Σφόδρα γε· οὐδὲ γὰρ μετὰ πολλῆς αὐτῇ προσελεύσεται τῆς φιλίας· κἂν γὰρ ἁπάντων ἀνθρώπων ἀπηνέστερος ᾖ,