2
χριστοκτόνος Φαρισαῖος, χριστοφόρος Γαλιλαῖος γίνεται. Μετάνοια τὴν κατεῤῥαγμένην ψυχὴν μεταλλεύουσα, τὴν ἀκανθοφόρον καρδίαν εὐθὺς μεταβάλλει. Φασί τινες τὸν ἀετὸν γηράσαντα, εἰς ὕψος μετάρσιον ἐπαρθέντα, εἰς διειδεστάτην πηγὴν ἑαυτὸν χαλάσαντα ἀνακαινίζεσθαι. Τοιαύτη ἐστὶν ἡ μετάνοια· τὴν γὰρ ἔχουσαν αὐτὴν καρδίαν εἰς ὕψος μετάρσιον ἐπάρασα, τῇ πηγῇ τῶν δακρύων τὴν μὲν παλαιότητα τῶν ἁμαρτημάτων ἀποσμήχει, τὴν δὲ καινότητα τοῦ Πνεύματος ἐπενδύει. ∆ιὸ καὶ τὸ Πνεῦμα πρὸς τὴν ἐν μετανοίᾳ οὖσαν ψυχὴν λέγει τὸ, Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.
Ταύτην εἰδὼς ὁ μέγας τῶν ψυχῶν ἡμῶν ἰατρὸς πασῶν τῶν ἀρετῶν εἶναι ἐνεργεστέραν, συμβουλεύει λέγων· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. Προσ 60.767 έλθετε τῇ μετανοίᾳ θαρσαλέως, Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε, τίς ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινεν ἐν τῷ φόβῳ αὐτοῦ, καὶ ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν; ∆ιότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας, καὶ σώζει ἐν καιρῷ θλίψεως. Καὶ μὴ αἰσχυνθῇς, τέκνον, ὁμολογῆσαι τὰς ἁμαρτίας σου· ἔστι γὰρ αἰσχύνη ἡ ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη ἡ δόξα καὶ χάρις. Ἡ ἐνταῦθα μετανοοῦσα ψυχὴ λαμβάνει τὴν ἄφεσιν τῶν ἁμαρτημάτων· Ἐν γὰρ τῷ ᾅδῃ τί ἐξομολογήσεται τῷ Κυρίῳ; Στέναξον ἐπὶ ταῖς ἁμαρτίαις σου, ἵνα σωθῇς· Ὅταν γὰρ, φησὶν, ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ. Λέγε σὺ, φησὶ, τὰς ἁμαρτίας σου, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Λέγε τὰς ἁμαρτίας σου. Ἁμαρτίας νεότητός μου, καὶ ἀγνοίας μου μὴ μνησθῇς. Κατὰ τὸ ἔλεός σου μνήσθητί μου σὺ ἕνεκεν τῆς χρηστότητός σου, Κύριε. Πρόσεχε, ὅτι ὁ βίος οὗτός ἐστιν ὡς σκιὰ παρατρέχουσα. Ποῦ εἰσὶν αἱ ἀπολαύσεις τῶν παρελθόντων χρόνων; ποῦ ἡ μέριμνα ἡ κενή; ποῦ αἱ θλίψεις; ποῦ αἱ ἀνέσεις; οὐχ ὡς ὁμίχλη ὑπὸ λαίλαπός εἰσιν ἐλαυνόμεναι; Τὰ πάντα παρέδραμον. Μὴ μόνον βλέπωμεν εἰς τὸν ἑστῶτα βίον, ἀλλὰ καὶ εἰς τὸν μέλλοντα, Μιμνήσκου, φησὶ, τὰ ἔσχατά σου, καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις. Ἔνιδε τὴν ἡμέραν καὶ τὴν ὥραν τῆς ἐξόδου, οἷος ἐθέλεις εἶναι ἐπὶ κλίνης βεβλημένος καὶ ἀδύνατος, μὴ ἔχων ἑαυτῷ τινα βοηθῆσαι· ὅρα τοὺς κύκλῳ σου περιεστῶτας φίλους, γείτονας, συγγενεῖς, ἀδελφοὺς, οἰκέτας· πάντες ὁμοθυμαδὸν ὀλοφυρόμενοι, δακρύοντες, ἀπαρηγόρητοι, ὀδυρόμενοι διὰ σέ· ὁμοίως δὲ τὰ τέκνα ἑκατέρωθεν ἑστηκότα, καὶ τὴν τοῦ πατρὸς φωνὴν συνήθως ἐπιζητοῦντα, κλαυθμυρίζοντα καὶ μὴ ἀκούοντά σου· ἡ γυνὴ πάλιν κατώδυνος, τὸν θάνατον γλιχομένη πρὸ σοῦ διὰ σέ· ἀγγέλους φοβεροὺς τὸ δάνειον τῆς ψυχῆς σου ἀπαιτοῦντας. Ἐὰν μὲν ᾖ τιμῆς ἄξια πεποιηκυῖα ἡ ψυχὴ, ὑπὸ τῶν ἀγγέλων δορυφορηθήσεται· ἐὰν δὲ ᾖ ἀνίλεως 60.768 πρὸς τοὺς ὁμοφύλους πένητας ἀνατραφεῖσα, ἀνίλεως κατακριθήσεται· Ἡ γὰρ κρίσις, φησὶν, ἀνίλεως τῷ μὴ ποιήσαντι ἔλεος. Εἴσελθε εἰς τὸ ταμεῖον τῆς ψυχῆς σου· γενοῦ θεατὴς τῶν ὑπὸ σοῦ πεπραγμένων· ἀντίβαλε τὰ καλά σου τοῖς φαύλοις, καὶ ἐὰν ἴδῃς, ὅτι ὑπερβάλλῃ τὰ φαῦλα, χῶσον αὐτὰ ταῖς εὐποιίαις, ὡς μέλλων ἀντιπρόσωπα θεωρεῖν σου τὰ ἁμαρτήματα. Ὅρα μοι τὸν σκώληκα τὸν ἀκοίμητον, καὶ τὸ χάος τὸ ἀφεγγὲς, τὸ πῦρ τὸ ἄσβεστον, τὸ ὑπὸ ὕδατος μὴ σβεννύμενον, ὑπὸ δὲ μετανοίας νικώμενον. Ὢ μετάνοια, τὸ πῦρ τὸ ἄσβεστον καὶ αἰώνιον κατασβεννύουσα, καὶ τὸν σκώληκα τὸν ἀκοίμητον ἐδαφίζουσα, καὶ τὸ χάος τὸ ἀφεγγὲς ἐξομαλίζουσα καὶ φωτίζουσα·
ὢ μετάνοια, τεῖχος ψυχῆς ἀῤῥαγὲς, πόλις πεπυργωμένη, ἐν ᾗ Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα βασιλεύει· ὢ μετάνοια, ἡ τὸ κέντρον τοῦ θανάτου λύσασα, καὶ τὸν διάβολον ὑπὸ πόδας φέρουσα, καὶ τὸν δράκοντα ἀναιροῦσα. καὶ τὸν Χριστὸν ἀνυμνοῦσα, καὶ ζωὴν ἐξανθοῦσα· ὢ μετάνοια, ἡ ἐν τῷ πένθει χαρὰν ἀναθάλλουσα, καὶ ἐν τοῖς δάκρυσιν ἀγαλλομένη, καὶ διὰ δακρύων τὰ αἰώνια δάκρυα ἀφαιροῦσα· ὢ μετάνοια, ἡ ἐν δάκρυσι σπείρουσα, καὶ ἐν ἀγαλλιάσει θερίζουσα· ὢ μετάνοια, ἡ ἐν τῷ