1

 2

 3

 4

2

ἐκείνης ὥσπερ φωτὸς εἰς τὴν πόλιν ἐμπεσούσης, ἕκαστος ὥσπερ λύχνον ἀνάπτων εἰς τὴν οἰκίαν εἰσῆγε τὴν ἑαυτοῦ τὸ τοῦ μακαρίου τότε ἐκείνου ὄνομα, ὥσπερ τινὰ μυρίων ἀγαθῶν θησαυρὸν διὰ τῆς ἐπωνυμίας ἐπισπώμενος· καὶ ἦν εὐλαβείας διδασκαλία τὸ γιγνόμενον. Συνεχῶς γὰρ ἀναγκαζόμενοι τῆς προσηγορίας ἐκείνης μεμνῆσθαι, καὶ τὸν ἅγιον ἐκεῖνον ἔχειν ἐπὶ τῆς ψυχῆς, παντὸς ἀλόγου πάθους καὶ λογισμοῦ φυγαδευτήριον εἶχον τὸ ὄνομα· καὶ οὕτω πολὺ γέγονε τοῦτο, ὡς πανταχοῦ καὶ ἐν ἀμφόδοις, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ἀγροῖς, καὶ ἐν ὁδοῖς τούτῳ πάντοθεν περιηχεῖσθαι τῷ ὀνόματι. Οὐ πρὸς τὸ ὄνομα δὲ τοσοῦτον ἐπάθετε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸν τοῦ σώματος τὸν τύπον. Ὅπερ γοῦν ἐν ὀνόμασιν ἐποιήσατε, τοῦτο καὶ ἐπὶ τῆς εἰκόνος ἐπράξατε τῆς ἐκείνου. Καὶ γὰρ καὶ ἐν δακτυλίων σφενδόναις, καὶ ἐν ἐκτυπώμασι, καὶ ἐν φιάλαις, καὶ ἐν θαλάμων τοίχοις, καὶ πανταχοῦ τὴν εἰκόνα τὴν ἁγίαν ἐκείνην διεχάραξαν πολλοὶ, ὡς μὴ μόνον ἀκούειν τῆς ἁγίας προσηγορίας ἐκείνης, ἀλλὰ καὶ ὁρᾷν αὐτοῦ πανταχοῦ τοῦ σώματος τὸν τύπον, καὶ διπλῆν τινα τῆς ἀποδημίας ἔχειν παραμυθίαν.

Καὶ γὰρ εὐθέως εἰσελθὼν, τῆς πόλεως ἐξεβάλλετο, τῶν τῆς ἀληθείας ἐχθρῶν ἀπελαυνόντων αὐτόν. Ὁ δὲ Θεὸς συνεχώρησεν ὁμοῦ καὶ τὴν ἀρετὴν τὴν ἐκείνου, καὶ τὴν ἀνδρείαν τὴν ὑμετέραν δεῖξαι βουλόμενος. Ἐπειδὴ γὰρ εἰσελθὼν, καθάπερ Μωϋσῆς εἰς Αἴγυπτον, αἱρετικῆς τὴν πόλιν ἀπήλλαξε πλάνης, καὶ τὰ σεσηπότα μέλη καὶ ἀνιάτως ἔχοντα τοῦ λοιποῦ σώματος ἀποκόψας, ἀκέραιον τὴν ὑγίειαν ἐπανήγαγε τῷ πλήθει τῆς Ἐκκλησίας, οἱ τῆς ἀληθείας ἐχθροὶ τὴν διόρθωσιν οὐκ ἐνεγκόντες, τὸν βασιλεύοντα τότε κινήσαντες, τῆς πόλεως αὐτὸν ἐξέβαλον, ταύτῃ προσδοκῶντες περιέσεσθαι τῆς ἀληθείας, καὶ τὴν τῶν γεγενημένων ἀνατρέψειν διόρθωσιν. Ἐγίνετο δὲ τοὐναντίον ἢ προσεδόκησαν, καὶ μᾶλλον καὶ ὑμῶν ὁ ζῆλος ἐδείκνυτο, καὶ ἐκείνου διέλαμπεν ἡ τῆς διδασκαλικῆς ἐπιστήμης ἀπόδειξις· ἐκείνου μὲν ὅτι ἐν τριάκοντα ἡμέραις οὐδ' ὅλαις ἴσχυσεν οὕτως ὑμᾶς θεμελιῶσαι ἐν τῷ ζήλῳ τῆς πίστεως, ὡς μυρίων μετὰ ταῦτα προσβαλόντων πνευμάτων, ἄσειστον μεῖναι τὴν διδασκαλίαν ἐκείνην· ὑμῶν δὲ ἡ θερμότης ἐδείκνυτο, ὅτι ἐν τριάκοντα οὐδὲ ὅλαις ἡμέραις οὕτω μετὰ ἀκριβείας τὰ παρ' ἐκείνου καταβληθέντα ἐδέξασθε σπέρματα, ὡς πρὸς τὸ βάθος τῆς διανοίας παραπέμψαι τὰς ῥίψας, καὶ μηδενὶ τῶν προσενεχθέντων ἐνδοῦναι λοιπὸν πειρασμῶν.

βʹ. Ἄξιον δὲ μηδὲ ἐκεῖνο παραδραμεῖν, ὃ περὶ τὴν δίωξιν αὐτὴν συνέβαινεν.

Ἐπειδὴ γὰρ ὁ τῆς πόλεως ἄρχων τὸ ὄχημα ἐλαύνων διὰ μέσης ἐξῄει τῆς ἀγορᾶς, πλησίον αὐτοῦ τὸν ἅγιον καθίσας ἐκεῖνον, νιφάδες λίθων πανταχόθεν ἐφέροντο ἐπὶ τὴν τοῦ ἄρχοντος κεφαλὴν, οὐ φερούσης τῆς πόλεως τὸν χωρισμὸν, ἀλλ' αἱρουμένης καὶ τῆς παρούσης ἐκπεσεῖν ζωῆς, ἢ τὸν ἅγιον ἐκεῖνον ἀποσπώμενον ἰδεῖν. Τί οὖν ὁ μακάριος ἐκεῖνος τότε ἐποίησεν; Ἰδὼν τὰς τῶν λίθων βολὰς τοῖς ἱματίοις τοῖς ἑαυτοῦ περιβαλὼν ἀπέκρυψε τοῦ ἄρχοντος τὴν κεφαλὴν, ὁμοῦ τε τοὺς ἐχθροὺς τῇ τῆς ἐπιεικείας ἐντρέπων ὑπερβολῇ, καὶ τοὺς αὑτοῦ μαθητὰς παιδεύων, ὅσην περὶ τοὺς ἀδικοῦντας ἀνεξικακίαν ἐπιδείκνυσθαι χρή· καὶ ὡς οὐ μόνον οὐδὲν αὐτοὺς ἐργάζεσθαι δεινὸν προσῆκεν, ἀλλ' εἰ καὶ παρ' ἑτέρων αὐτοῖς ἐπῄει κίνδυνος, καὶ τοῦτον μετὰ πάσης ἀποκρούεσθαι τῆς σπουδῆς. Τίς οὐκ ἔφριξε τότε, καὶ τῆς πόλεως τὸν μανικὸν ὁρῶν ἔρωτα, καὶ τοῦ διδασκάλου τὴν ἄκραν φιλοσοφίαν, καὶ τὴν ἐπιείκειαν, καὶ τὴν πρᾳότητα καταπληττόμενος; καὶ γὰρ ἦν παράδοξα τὰ τότε συμβαίνοντα. Ὁ ποιμὴν ἀπηλαύνετο, καὶ τὰ πρόβατα οὐκ ἐσκορπίζετο· ὁ κυβερνήτης ἐξεβάλλετο, καὶ τὸ σκάφος οὐκ ἐβαπτίζετο· ὁ γεωργὸς ἐδιώκετο, καὶ ἡ ἄμπελος ἐκαρποφόρει πλέον.

Ἐπειδὴ γὰρ τῷ συνδέσμῳ τῆς ἀγάπης πρὸς ἀλλήλους ἦτε συνδεδεμένοι, οὐ πειρασμῶν ἐπαγωγαὶ, οὐ κινδύνων ἐπαναστάσεις, οὐχ ὁδοῦ μῆκος, οὐ χρόνου