1

 2

 3

 4

1

De sancto Meletio Antiocheno

ΟΜΙΛΙΑ ΕΓΚΩΜΙΑΣΤΙΚΗ Εἰς τὸν ἐν ἁγίοις Πατέρα ἡμῶν Μελέτιον ἀρχιεπίσκοπον Ἀντιοχείας τῆς

μεγάλης, καὶ εἰς τὴν σπουδὴν τῶν συνελθόντων.

50.515 αʹ. Πανταχοῦ τῆς ἱερᾶς ταύτης ἀγέλης περιφέρων τοὺς ὀφθαλμοὺς, καὶ τὴν πόλιν ἅπασαν ἐνταῦθα παροῦσαν βλέπων, οὐκ ἔχω τίνα μακαρίσω πρότερον· τὸν ἅγιον Μελέτιον, ὅτι τοσαύτης καὶ μετὰ θάνατον ἀπολαύει τιμῆς, ἢ τὴν ὑμετέραν ἀγάπην, ὅτι τοιαύτην καὶ μετὰ τελευτὴν περὶ τοὺς ποιμένας τοὺς ὑμετέρους εὔνοιαν ἐπιδείκνυσθε. Μακάριος μὲν γὰρ ἐκεῖνος, ὅτι τοιοῦτον ἴσχυσεν ἀφεῖναι φίλτρον πᾶσιν ὑμῖν, μακάριοι δὲ καὶ ὑμεῖς, ὅτι τῆς ἀγάπης δεξάμενοι τὴν παρακαταθήκην, ἀκέραιον αὐτὴν τῷ παρακαταθεμένῳ μέχρι τοῦ νῦν φυλάττοντες διεμείνατε. Καὶ γὰρ πέμπτον ἔτος ἤδη παρέδραμεν, ἐξ οὗ πρὸς τὸν ποθούμενον ἀπεδήμησεν Ἰησοῦν ἐκεῖνος, καὶ καθάπερ χθὲς καὶ πρώην αὐτὸν ἑωρακότες, οὕτω μετὰ ζέοντος τοῦ φίλτρου πρὸς αὐτὸν ἀπηντήκατε τήμερον.

∆ιὰ ταῦτα ζηλωτὸς ἐκεῖνος, ὅτι τοιούτους ἐγέννησεν υἱούς· ζηλωτοὶ δὲ καὶ ὑμεῖς, ὅτι τοιοῦτον ἐκληρώθητε πατέρα. Γενναία ἡ ῥίζα καὶ θαυμασία, ἀλλὰ καὶ οἱ καρποὶ τῆς ῥίζης ἄξιοι ταύτης. Καὶ γὰρ καθάπερ ῥίζα τις θαυμαστὴ, τοῖς κόλποις κρυπτομένη τῆς γῆς, αὐτὴ μὲν οὐ φαίνεται, διὰ δὲ τῶν καρπῶν τῆς οἰκείας ἀρετῆς τὴν ἰσχὺν ἐπιδείκνυται, οὕτω δὴ καὶ ὁ μακάριος Μελέτιος, ἐν τῇ λάρνακι ταύτῃ κρυπτόμενος, αὐτὸς μὲν ἡμῖν τοῖς τοῦ σώματος ὀφθαλμοῖς οὐκ ἔστι καταφανὴς, διὰ δὲ ὑμῶν τῶν καρπῶν τῆς οἰκείας χάριτος τὴν ἰσχὺν ἐπιδείκνυται· κἂν ἡμεῖς σιγήσωμεν, ἀρκεῖ μόνη ἡ ἑορτὴ καὶ τῆς ὑμετέρας σπουδῆς ἡ θερμότης σάλπιγγος λαμπρότερον ἀναβοῆσαι τοῦ ἁγίου Μελετίου τὸ φιλότεκνον· οὕτω γὰρ ὑμῶν τὴν διάνοιαν ἐξέκαυσε πρὸς τὸν ἔρωτα τὸν αὑτοῦ, ὡς καὶ πρὸς ψιλὸν τὸ ὄνομα διαθερμαίνεσθαι, καὶ πρὸς αὐτὴν διανίστασθαι τὴν προσηγορίαν. ∆ιὰ τοῦτο καὶ ἐγὼ νῦν οὐχ ἁπλῶς, ἀλλ' ἐπίτηδες καὶ ἀπὸ σπουδῆς συνεχῶς αὐτὸ τὸ ὄνομα τοῖς ἐμαυτοῦ λόγοις ἐνείρω. Καὶ καθάπερ τις στέφανον πλέκων χρυσοῦν, εἶτα μαργαρίτας ἐντιθεὶς τῇ πυκνότητι τῶν λίθων, λαμπρότερον ἐργάζεται τὸ διάδημα, οὕτω δὴ κἀγὼ τὸν τῶν ἐγκωμίων στέφανον τῇ μακαρίᾳ πλέκων κεφαλῇ τήμερον, ὥσπερ τινῶν μαργαριτῶν πυκνότητα τῆς προσηγορίας αὐτοῦ τὴν συνέχειαν ἐνυφαίνω τῷ λόγῳ, ποθεινότερον ταύτῃ καὶ λαμπρότερον κατασκευάζειν αὐτὸν προσδοκῶν. Οὗτος γὰρ φιλούντων ὁ νόμος καὶ τοιοῦτον τὸ ἔθος, ὡς καὶ ψιλὰ τὰ ὀνόματα περιπτύσσεσθαι τῶν ἐρωμένων, καὶ πρὸς αὐτὰς διαθερμαίνεσθαι τὰς προσηγορίας· ὃ δὴ καὶ ὑμεῖς πεπόνθατε ἐπὶ τοῦ μακαρίου τούτου.

Παρὰ γὰρ τὴν ἀρχὴν αὐτὸν εἰς τὴν πόλιν εἰσελθόντα δεξάμενοι, τὸ παιδίον ἕκαστος τὸ ἑαυτοῦ ἀπὸ τῆς προσηγορίας ἐκαλεῖτε τῆς ἐκείνου, διὰ τῆς προσηγορίας εἰς τὴν οἰκίαν ἕκαστος τὴν ἑαυτοῦ τὸν ἅγιον εἰσάγειν νομίζοντες, καὶ πατέρας, καὶ πάππους, καὶ προγόνους παρατρέχουσαι αἱ μητέρες τὸ ὄνομα τοῦ μακαρίου Μελετίου τοῖς τεχθεῖσι παιδίοις ἐπετίθεσαν. Ἐνίκα γὰρ τὴν φύσιν ὁ τῆς εὐλαβείας πόθος, καὶ τὰ τικτόμενα λοιπὸν οὐκ ἀπὸ τῆς κατὰ φύσιν φιλοστοργίας μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς πρὸς τὴν προσ50.516 ηγορίαν ἐκείνην διαθέσεως ποθεινὰ τοῖς φυτευσαμένοις ἦν. Τὸ γὰρ ὄνομα αὐτὸ καὶ συγγενείας κόσμον, καὶ οἰκίας ἀσφάλειαν, καὶ τοῖς καλουμένοις σωτηρίαν, καὶ τοῦ πόθου παραμυθίαν εἶναι ἐνόμιζον· καὶ καθάπερ ἐν σκότῳ καθήμενοί τινες μιᾶς λαμπάδος ἁφθείσης πολλοὺς ἀνάψαντες λύχνους εἰς τὴν οἰκίαν ἕκαστος εἰσάγει τὴν ἑαυτοῦ· οὕτω δὴ καὶ τῆς προσηγορίας