1

 2

 3

 4

 5

 6

2

σκόπελος, οὔτε θηρία, ἀλλὰ θάλαττα καὶ πέλαγος γέμον εὐωδίας· ἐνταῦθα πλοῖα οὐκ ἀπὸ γῆς εἰς γῆν, ἀλλ' ἀπὸ γῆς εἰς οὐρανὸν μεθορμιζόμενα, οὐ χρήματα ἔχοντα, οὐ χρυσὸν, οὐδὲ ἄργυρον, ἀλλὰ πίστιν, καὶ ἀγάπην, καὶ ζῆλον, καὶ σοφίαν.

βʹ. Φέρε δὴ τοίνυν μετὰ ἀκριβείας ἐφίεμεν τὸ πλοῖον μηδέποτε ἀπολλύμενον, μηδὲ ναυάγιον ὑπομένον. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις· ὁ γὰρ ψαλμὸς ἡμᾶς σήμερον εἰς παράταξιν ἐξάγει τῶν αἱρετικῶν, οὐχ ἵνα αὐτοὺς ἑστῶτας βάλλωμεν, ἀλλ' 50.701 ἵνα κειμένους ἀναστήσωμεν· τοιοῦτος γὰρ ἡμῶν ὁ πόλεμος· οὐκ ἀπὸ ζώντων νεκροὺς ἐργάζεται, ἀλλ' ἀπὸ νεκρῶν ζῶντας κατασκευάζει, ἡμερότητος γέμων καὶ πολλῆς τῆς ἐπιεικείας. Οὐ γὰρ ἐλαύνω πράγματι, ἀλλὰ τῷ λόγῳ διώκω, οὐ τὸν αἱρετικὸν, ἀλλὰ τὴν αἵρεσιν, οὐ τὸν ἄνθρωπον ἀποστρέφομαι, ἀλλὰ τὴν πλάνην μισῶ, καὶ ἐπισπάσασθαι βούλομαι· οὐκ ἔχω πόλεμον πρὸς οὐσίαν· Θεοῦ γὰρ ἔργον ἡ οὐσία· ἀλλὰ τὴν γνώμην διορθώσασθαι βούλομαι, ἣν διέφθειρεν ὁ διάβολος. Οὕτω καὶ ἰατρὸς ἄῤῥωστον θεραπεύων, οὐ τῷ σώματι πολεμεῖ, ἀλλὰ τοῦ σώματος τὴν κακίαν ἀναιρεῖ.

Κἀγὼ τοίνυν ἐὰν πολεμήσω αἱρετικοῖς, οὐκ αὐτοῖς τοῖς ἀνθρώποις πολεμῶ, ἀλλὰ τὴν πλάνην ἐκβαλεῖν βούλομαι, καὶ τὴν σηπεδόνα ἐκκαθᾶραι. Ἐμοὶ ἔθος ἐστὶ διώκεσθαι καὶ μὴ διώκειν, ἐλαύνεσθαι καὶ μὴ ἐλαύνειν. Οὕτω καὶ ὁ Χριστὸς περιεγένετο, οὐ σταυρώσας, ἀλλὰ σταυρωθεὶς, οὐ ῥαπίσας, ἀλλὰ ῥαπισθείς. Εἰ μὲν κακῶς ἐλάλησα, φησὶ, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ὁ ∆εσπότης τῆς οἰκουμένης τῷ δούλῳ τοῦ ἀρχιερέως ἀπολογεῖται, καὶ ῥαπισθεὶς τὸ στόμα, ὅθεν ἐξῆλθε ῥῆμα, καὶ τὴν θάλατταν ἐχαλίνωσε, καὶ τετραήμερον Λάζαρον ἐκ νεκρῶν ἤγειρεν· ὅθεν κακία ἐδραπέτευσεν, ὅθεν νοσήματα καὶ ἁμαρτήματα ἐλύετο· τοῦτο τοῦ σταυρωθέντος τὸ θαῦμα. Καὶ γὰρ δυνάμενος κεραυνὸν ἀφεῖναι, καὶ τὴν γῆν σεῖσαι, καὶ τὴν χεῖρα τοῦ δούλου ξηρᾶναι, οὐδὲν τούτων ἐποίησεν, ἀλλὰ καὶ ἀπολογεῖται, καὶ πραότητι περιγίνεται, σὲ παιδεύων ἄνθρωπον ὄντα μηδέποτε ἀγανακτεῖν· κἂν σταυρωθῇς, κἂν ῥάπισμα λάβῃς, τὰ αὐτὰ ἵνα λέγῃς ὡς ὁ ∆εσπότης σου· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Καὶ ὅρα αὐτοῦ τὴν φιλανθρωπίαν, πῶς τὰ μὲν τῶν δούλων ἐκδικεῖ, τὰ δὲ ἑαυτοῦ παρατρέχει. Ἐγένετό τίς ποτε προφήτης, καὶ βασιλέα ἀσεβοῦντα διήλεγχε, καὶ ἐλθών φησι· Θυσιαστήριον, θυσιαστήριον, ἄκουσον. Ἐπειδὴ γὰρ ὁ βασιλεὺς Ἱεροβοὰμ εἱστήκει τοῖς εἰδώλοις ἀναφέρων θυσίαν, ἐλθὼν ὁ προφήτης τῷ θυσιαστηρίῳ διαλέγεται. Τί ποιεῖς, ὦ προφῆτα; τὸν ἄνθρωπον ἀφῆκας, καὶ τῷ θυσιαστηρίῳ διαλέγῃ; Ναὶ, φησί. ∆ιὰ τί; Ἐπειδὴ λίθου ἀναισθητότερος ὁ ἄνθρωπος ἐγένετο, ἐκεῖνον ἀφίημι, καὶ τούτῳ διαλέγομαι, ἵνα μάθῃς, ὅτι ὁ λίθος ἀκούει, καὶ ὁ ἄνθρωπος οὐκ ἀκούει. Ἄκουσον, θυσιαστήριον, ἄκουσον, καὶ εὐθέως ἐῤῥάγη τὸ θυσιαστήριον. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ βασιλεὺς, πιάσαι τὸν προφήτην βουλόμενος, καὶ οὐκ ἠδύνατο συστεῖλαι αὐτήν. Ὁρᾷς ὅτι μᾶλλον τὸ θυσιαστήριον ἤκουσεν, ἢ ὁ βασιλεύς; ὁρᾷς ὅτι τὸν λογικὸν ἀφῆκε, καὶ τῷ ἀλόγῳ διαλέγεται, ἵνα διὰ τῆς τούτου ὑπακοῆς τὴν ἐκείνου ἀναισθησίαν καὶ κακίαν διορθώσηται; Ἐῤῥάγη τὸ θυσιαστήριον, καὶ ἡ κακία τοῦ βασιλέως οὐκ ἐῤῥάγη. Ἀλλ' ὅρα τὸ γεγενημένον· ἐξέτεινε τὴν χεῖρα ὁ βασιλεὺς λαβεῖν τὸ προφήτην, καὶ εὐθέως ἐξηράνθη ἡ χεὶρ αὐτοῦ.

Ἐπειδὴ τῇ τιμωρίᾳ τοῦ θυσιαστηρίου οὐκ ἐγένετο βελτίων, τῇ οἰκείᾳ κολάσει παιδεύεται τοῦ Θεοῦ τὴν ὑπακοήν. Ἐγὼ μὲν γάρ σου φειδόμενος εἰς λίθον ἠθέλησα ἀφεῖναι τὴν ὀργήν· ἐπειδὴ δὲ οὐκ ἐγένετό σοι διδάσκαλος ὁ λίθος, λάμβανε σὺ τὴν τιμωρίαν. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ παραυτίκα ἐξηράνθη. Εἱστήκει λοιπὸν τὸ τρόπαιον τοῦ προφήτου, καὶ συστεῖλαι αὐτὴν ὁ βασιλεὺς οὐκ ἠδύνατο. Ποῦ τὸ διάδημα; ποῦ αἱ πορφυρίδες; ποῦ οἱ θώρακες; ποῦ αἱ ἀσπίδες; ποῦ τὸ στρατόπεδον; ποῦ τὰ δόρατα; Ὁ Θεὸς ἐκέλευσε, καὶ 50.702 πάντα ἐκεῖνα ἀπώλετο· παρειστήκεισαν