1

 2

 3

 4

 5

 6

4

οὐκ αἰσθάνονται εἰς βάραθρον ἀπωλείας ἑαυτοὺς ὠθοῦντες· τὸν γὰρ Υἱὸν τοῦ Θεοῦ οὔτε ὁ εὐφημῶν ἐνδοξότερον ποιεῖ, οὔτε ὁ βλασφημῶν βλάπτει· οὐ γὰρ χρείαν ἔχει ἡ ἀσώματος οὐσία τῆς ἡμετέρας εὐφημίας, ἀλλ' ὥσπερ ὁ τὸν ἥλιον λέγων φαιδρὸν, οὐ προστίθησιν αὐτοῦ τῷ φωτὶ, οὐδὲ ὁ σκοτεινὸν λέγων μειοῖ αὐτοῦ τὴν οὐσίαν, ἀλλὰ τῆς οἰκείας πηρώσεως ἐκφέρει δεῖγμα τὴν ψῆφον· οὕτως ὁ τὸν Υἱὸν τοῦ Θεοῦ μὴ λέγων Υἱὸν ἀλλὰ κτίσμα, τῆς οἰκείας μανίας ἐκφέρει ἀπόδειξιν, ὁ δὲ ἐπιγινώσκων αὐτοῦ τὴν οὐσίαν, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται· καὶ οὔτε οὗτος αὐτὸν ὠφελεῖ, οὔτε ἐκεῖνος αὐτὸν βλάπτει, ἀλλ' ὁ μὲν κατὰ τῆς ἑαυτοῦ σωτηρίας, ὁ δὲ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας ἀγωνίζεται. Ἀλλ' ὅπερ ἔλεγον, παραγραφόμενοι τὰς Γραφὰς, τὰ μὲν ἄλλα παρατρέχουσι, ζητοῦσι δὲ, εἴ που εὕροιεν λῆμμα δοκοῦν τι συντρέχειν αὐτῶν τῷ νοσήματι. Καὶ μή μοι λέγε ὅτι ἡ Γραφὴ αἰτία· οὐχὶ ἡ Γραφὴ αἰτία, ἀλλ' ἡ ἀγνωμοσύνη αὐτῶν, ἐπεὶ καὶ τὸ μέλι γλυκύ ἐστιν, ἀλλ' ὁ νοσῶν πικρὸν αὐτὸ νομίζει· ἀλλ' οὐ τοῦ μέλιτος τὸ ἔγκλημα, ἀλλὰ τῆς ἀῤῥωστίας ἡ κατηγορία. Οὕτω καὶ οἱ μαινόμενοι τὰ ὁρώμενα οὐ βλέπουσιν, ἀλλ' οὐ τῶν ὁρωμένων τὸ ἔγκλημα, ἀλλὰ τοῦ μαινομένου ἡ διεφθαρμένη γνώμη. Ἐποίησε τὸν οὐρανὸν ὁ Θεὸς, ἵνα ἴδωμεν τὸ ἔργον, καὶ προσκυνήσωμεν τῷ ∆ημιουργῷ, ἀλλ' οἱ Ἕλληνες ἐθεοποίησαν τὸ ἔργον· ἀλλ' οὐ τὸ ἔργον αἴτιον, ἀλλ' ἡ ἐκείνων ἀγνωμοσύνη· καὶ ὥσπερ ὁ μὲν ἀγνώμων παρ' οὐδενὸς ὠφελεῖται, οὕτως ὁ εὐγνώμων καὶ παρ' ἑαυτοῦ ὠφελεῖται. Τί τοῦ Χριστοῦ ἴσον; καὶ οὐκ ὠφελήθη ὁ Ἰούδας. Τί τοῦ διαβόλου πονηρότερον; καὶ ἐστεφανώθη ὁ Ἰώβ· καὶ οὔτε τὸν Ἰούδαν ὠφέλησεν ὁ Χριστὸς, ἐπειδὴ ἀγνώμων ἦν, οὔτε τὸν Ἰὼβ ἔβλαψεν ὁ διάβολος, ἐπειδὴ εὐγνώμων ἦν.

Ταῦτα λέγω, ἵνα μηδεὶς τὰς Γραφὰς διαβάλλῃ, ἀλλὰ τὴν ἀγνωμοσύνην τῶν τὰ καλῶς εἰρημένα κακῶς ἑρμηνευόντων. Καὶ γὰρ ὁ διάβολος ἀπὸ Γραφῶν τῷ Χριστῷ διελέγετο. Ἀλλ' οὐχ ἡ Γραφὴ αἰτία, ἀλλ' ἡ διάνοια ἡ τὰ 50.704 καλῶς εἰρημένα κακῶς ἑρμηνεύουσα. Θέλοντες γὰρ δεῖξαι τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, περιέρχονται ὀνόματα ξένα περιεργαζόμενοι, καὶ λέγουσιν εἰς τὸ, Θεὸς καὶ Κύριος, ὡς ὁ Πατὴρ Θεὸς, ὁ δὲ Υἱὸς Κύριος, καὶ διαιροῦσι τὰ ὀνόματα, καὶ προσνέμουσι τὸ μὲν Θεὸς τῷ Πατρὶ, τὸ δὲ Κύριος τῷ Υἱῷ, ὡς διαιρέται ὄντες τῆς θεότητος καὶ κληροδόται. Λέγει τῷ Υἱῷ τὸ Κύριος ἡ Γραφή; ταῦτα λέγει; Πῶς οὐκ ἤκουσας τοῦ ψαλμοῦ πρὸς ἓν πρόσωπον λέγοντος σήμερον, Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην; Οὐκοῦν καὶ Κύριον καὶ Θεὸν αὐτὸν ὀνομάζει. Τίνα βούλει Θεὸν εἶναι, τὸν Υἱὸν, ἢ τὸν Πατέρα; Πάντως τὸν Πατέρα ἐρεῖς τὰ ὀνόματα ταῦτα. Οὐκοῦν Θεὸς ὁ Υἱὸς, καὶ Κύριος ὁ Πατήρ. Τί οὖν διαιρεῖς τὰ ὀνόματα, καὶ τὸ μὲν ἐκεῖ προσρίπτεις, τὸ δὲ ἐνταῦθα διαιρεῖς; Καὶ ὁ Παῦλος δὲ λέγει εἴθε ἤκουες Παύλου, καὶ μακάριος ἦς· Ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα. Μὴ ἐκάλεσε τὸν Υἱὸν Θεόν; ἀλλὰ τί; Κύριον. Τί γὰρ, εἰπέ μοι, τὸ Θεὸς σεμνότερον τοῦ Κύριος, καὶ τὸ Κύριος ἔλαττον τοῦ Θεός; Συντείνατε ἑαυτοὺς, παρακαλῶ, μετὰ ἀκριβείας· ἐὰν οὖν δείξω, ὅτι ἕν ἐστι τὸ Κύριος καὶ τὸ Θεὸς, τί λέγεις; Λέγεις τὸ Θεὸς μεῖζον, τὸ δὲ Κύριος ἔλαττον; Ἄκουσον τοῦ προφήτου λέγοντος· Οὗτος Κύριος ὁ ποιήσας τὸν οὐρανόν· οὗτος Θεὸς ὁ κατασκευάσας τὴν γῆν· Κύριος τὸν οὐρανὸν, καὶ ὁ Θεὸς τὴν γῆν· οὗτος ἐπὶ τοῦ αὐτοῦ προσώπου καὶ τὸ Κύριος καὶ τὸ Θεὸς τέθεικε. Καὶ πάλιν· Ἄκουε, Ἰσραὴλ, Κύριος Θεός σου, Κύριος εἷς ἐστι. ∆εύτερον τὸ Κύριος, καὶ ἅπαξ τὸ Θεός· καὶ πρῶτον τὸ Κύριος, καὶ τότε τὸ Θεὸς, καὶ πάλιν τὸ Κύριος. Εἰ δὲ τοῦτο καταδεέστερον, ἐκεῖνο δὲ μεῖζον, οὐκ ἐπὶ μεγάλης οὐσίας καὶ μείζονος τοῦ λόγου τὸ ἔλαττον τέθεικε πρῶτον, ἀλλὰ τὸ μεῖζον εἰπὼν ἠρκέσθη, καὶ οὐκ ἂν προσέῤῥιψε τὸ ἔλαττον.

Ἆρα συνήκατε ὃ εἶπον; Πάλιν παιδεύω· οὐ γὰρ θέατρόν ἐστι πρὸς ἐπίδειξιν, ἀλλὰ διδασκαλία πρὸς κατάνυξιν, οὐχ ἵνα ἄοπλοι ἀπέλθητε, ἀλλ' ἵνα ὁπλισθέντες