1

 2

 3

 4

2

κοράκων οἱ νεοσσοὶ, καὶ παρὰ τῶν γονέων μὴ τρεφόμενοι, ἔχουσιν αὐτοὶ ζῶα μικρά τινα τὴν θείαν ἐπιπέμπουσαν πρόνοιαν διακονούμενα, καὶ οὕτως ἐκ τοῦ ἀέρος ἐκεῖνα δεχόμενοι, πρὸς αὔξησιν τρέφονται. ∆ιὰ τοῦτό φησι· Τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν.

Ἐπειδὴ τοίνυν μισοτεκνίαν ὁ Ἠλίας κατὰ Ἰουδαίων ὡς τέκνων ἀχρήστων ἀνέλαβε, διὰ μισοτέκνων πατέρων πρεσβεύεται πρὸς αὐτὸν ὁ Θεὸς, μονονουχὶ τοῦτο πρὸς τὸν Ἠλίαν σεσιγημένως βοῶν· Μὴ τοσαύτη παρὰ σοὶ κατὰ Ἰουδαίων μισοτεκνία, ὅση τοῖς κόραξι κατὰ τῶν νεοσσῶν τῶν οἰκείων; Ἀλλ' ὅρα νῦν μεταβεβλημένους τοὺς κόρακας· ὅρα τὴν ἐκεί 56.584 νων, ὦ Ἠλία, φιλανθρωπίαν· οἱ περὶ τοὺς οἰκείους ἀπάνθρωποι νεοσσοὺς, σοῦ γίνονται ξενοδόχοι φιλότιμοι. Ἄτοπόν ἐστιν, ὦ Ἠλία, τοὺς μὲν κόρακας μεσίτας γίνεσθαι πρὸς σὲ τῆς παρ' ἐμοῦ φιλανθρωπίας, σὲ δὲ μεσίτην τοῖς Ἰουδαίοις μὴ γίνεσθαι τῆς παρ' ἐμοῦ κατ' αὐτῶν τιμωρίας. Αἰδέσθητι τὴν τῶν κοράκων μεταβολὴν, καὶ γενοῦ περὶ τοὺς Ἰουδαίους χρηστός· ἐγὼ γὰρ τιμῶ σου μὲν τὴν ἀπόφασιν, κἀκείνους δὲ κολαζομένους οἰκτείρω. Ὡς οὖν εἶδεν ὁ Θεὸς τὸν Ἠλίαν οὐκ ἐνδιδόντα, συστέλλει πάλιν τὴν διὰ τῶν κοράκων τροφὴν, πρὸς καταλλαγὰς αὐτὸν βιαζόμενος, ἵνα τῷ λιμῷ βιασθεὶς τὴν ἀπόφασιν κἂν δι' ἑαυτοῦ λύσῃ. Ὁ δὲ καὶ τῶν κοράκων συσταλέντων ἠνείχετο· Λιμώξω, φησὶ, μόνον τοὺς δυσσεβοῦντας ἴδω κολαζομένους· ἀπόλοιτό μου τὸ σῶμα μετὰ τούτων λιμῷ κολαζόμενον. Ἐκλειπούσης τοίνυν τῆς διὰ τῶν κοράκων τροφῆς, καὶ χρόνου διελθόντος πολλοῦ, πάλιν συσχεθεὶς ὁ Ἠλίας ἐφ' ἕτερον μεθίσταται τόπον, καὶ τῷ λιμῷ συνθλιβόμενος ἄπεισι, καὶ γίνεται ἱκέτης ἐθνικῆς, καὶ ταύτης χήρας καὶ πενομένης. Καὶ βουλόμενος δὲ αὐτὸν ὁ Θεὸς γενέσθαι φιλανθρωπότερον, ἐπειδὴ τότε τοῖς Ἰουδαίοις ἀπείρητο ἡ μετὰ ἐθνῶν συνουσία, προλαμβάνων προκαταγγέλλει τὸ γενησόμενον· Ἀνάστηθι, φησὶν, ἐντεῦθεν, καὶ ἄπελθε εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ ἐντελοῦμαι ἐκεῖ χήρα γυναικὶ ἐθνικῇ τοῦ διατρέφειν σε· ἵνα ἀκούσας τὸ, Ἐθνικῇ, μυσάζηται τὴν τροφὴν, καὶ παρακαλέσῃ τὸν Θεὸν εἰς χορηγίαν τῶν ὄμβρων. Ὁ δὲ οὐδὲ πρὸς ταύτην τὴν φωνὴν ἐχαυνοῦτο, ἀλλ' ἔτρεχε πρὸς τὴν τῆς ἐθνικῆς διατροφήν· καὶ τὸ δὴ μεῖζον, παρασκευάζει τὴν χήραν ὁ Θεὸς εὐθὺς αὐτῷ πεινῶντι λαλῆσαι ῥήματα σκληρὰ, πανταχόθεν αὐτὸν εἰς χρηστότητα συνελαύνων.

Τί οὖν ἡ ἐθνικὴ πρὸς αὐτόν; Ζῇ Κύριος ὁ Θεός σου. Καὶ πόθεν τῇ ἐθνικῇ τὸ εἰπεῖν, Ζῇ Κύριος ὁ Θεός σου; Προλαβὼν ὁ Θεὸς δείκνυσι τὸν προφήτην τῇ χήρᾳ κατ' ὀπτασίαν· τοῦτο γάρ ἐστιν ὃ τῷ προφήτῃ ὁ Θεὸς ἐπεβόα· Ἐντελοῦμαι ἐκεῖ χήρᾳ γυναικὶ τοῦ διαθρέψαι σε. Ἔδειξεν ὁ Θεὸς προλαβὼν τῇ γυναικὶ τοῦ προφήτου τὸ σχῆμα, τὴν μορφὴν, τὴν ἡλικίαν, τὴν μέλλουσαν αἴτησιν. Ὅθεν μετὰ τὸ παραστῆναι τὸν προφήτην, ὑπεμνήσθη τῆς ὀπτασίας ἡ χήρα· εἶδεν αὐτὸν τοιοῦτον, οἷος αὐτῇ κατ' ὀπτασίαν ἐφάνη. Ἐντεῦθεν οὖν γνοῦσα θείαν εἶναι τὴν ἀποκάλυψιν, εὐθὺς ἐπιστάντι τῷ προφήτῃ [ἐβόα] καὶ αἰτήσαντι τροφὴν, ἐβόα· Ζῇ Κύριος ὁ Θεός σου· οὐκ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ εἰσελθοῦσα ποιήσω ταύτην ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγούμεθα καὶ ἀποθανούμεθα. Εὐθὺς ἀπογνώσεως ἢ δόσεως ῥήματα. Οὐκ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ δρὰξ ἀλεύρου· ταύτην εἰσελθοῦσα ποιήσω ἐμαυτῇ καὶ τοῖς τέκνοις μου, καὶ φαγούμεθα καὶ ἀποθανούμεθα. Οὐδὲν ἡμῖν, φησὶ, τὸ περιλειπόμενον ἕτερον, τῆς δρακὸς δαπανηθείσης, ἢ θάνατος. Ἤρξατό τι πάσχειν πρὸς τὴν φωνὴν ὁ Ἠλίας. Ἐμοῦ, φησὶ, πλείονι αὕτη παγκρατιάζει λιμῷ· ἐγὼ κἂν μόνος πεινῶ, αὕτη δὲ μετὰ τῶν τέκνων λιμώττει. Μὴ γένωμαι πρόξενος τῇ ξενοδόχῳ θανάτου. Τί οὖν; Ὥσπερ εἶπον, χαυνοῦται πρὸς τὴν φωνὴν, ἄρχεται λοιπὸν φιλανθρωπίας ἐν ἑαυτῷ περιφέρειν μελέτην· Οὐκ ἐκλείψει, φησὶν, ὁ καμψάκης τοῦ ἐλαίου, οὐδὲ ἡ ὑδρία τοῦ ἀλεύρου, ἕως τοῦ δοῦναι Κύριον ὑετὸν ἐπὶ τῆς γῆς. Ἤδη μικρὸν τὴν τῶν ὄμβρων