1

 2

 3

2

χρόνων βοήσας· Ζητήσουσί με κακοὶ, καὶ οὐχ εὑρήσουσιν. Ὡς νηπίου καταφρονεῖς τούτου; Πολὺ τοῦ Ἀβραὰμ παλαιότερός ἐστι κατὰ τὴν θεότητα· οὐ μόνον δὲ τοῦ Ἀβραὰμ παλαιότερος, ἀλλὰ καὶ τοῦ Ἀδὰμ δημιουργός. Οὐ δειλίαν ἠμφίεσται, ἀλλ' οἰκονομίαν μετέρχεται. Τί οὖν προπετῶς, Ἡρώδη, θυμοῦσαι; Ἀκαίρου θυμοῦ τὸ κέρδος πτῶσις. Τί τὰ ὅμοια Φαραὼ διαπράττῃ; Ἐκεῖνος ἐν Αἰγύπτῳ τὰ ἄῤῥενα τῶν Ἑβραίων ποταμοῤῥιφῆναι προσέταξε, καὶ σὺ ἐν Βηθλεὲμ τὰ ἄῤῥενα τῶν Ἰουδαίων βρέφη φονοκτονεῖσθαι προστάττεις. Ὢ ὁμόθυμος θυμός! ὢ ἰσοτάλαντος ἀσπλαγχνία! ὢ ὁμοδίαιτος πονηρίας! μᾶλλον δεῖ ἤδη τἀληθέστερον εἰπεῖν, ὅτι ὁ Ἡρώδης τοῦ Φαραὼ πολὺ θηριωδέστερος. Ὡσαύτως δὲ καὶ οἱ δορυφόροι τοῦ Ἡρώδου τῶν ὑπασπιστῶν τοῦ Φαραὼ πολὺ χαλεπώτεροι. Ὁ Φαραὼ, εἰ καὶ ἐν Αἰγύπτῳ τὰ ἄῤῥενα τῶν Ἰουδαίων βρέφη φονοκτονεῖσθαι προσέταξεν, ἀλλ' ὅμως ὡς ἀλλοεθνὴς ἐπεχείρει τοῦτο, δεδιὼς μὴ κατισχύσῃ τοῦτο τὸ τῶν Ἰσραηλιτῶν γένος, καὶ πορθήσῃ τοὺς Αἰγυπτίους. Φειδοῖ τῶν Αἰγυπτίων τοὺς Ἰσραηλιτῶν παῖδας κατασφάζει· διὰ φόβον πολεμεῖ, 61.701 οὐ διὰ φθόνον ἀναιρεῖ. Οὕτω γὰρ ὁ Φαραὼ τοῦ Ἡρώδου φιλανθρωπότερος ἦν, ὅτι καὶ ὃν ἐθέσπισε νόμον ἀνέλυσε, καὶ διαλυτὴς ἐγένετο τοῦ ἰδίου θεσπίσματος. Μόνον γὰρ εὗρε τὸν Μωϋσῆν ἐν θήκῃ τῷ ποταμῷ φερόμενον· ἀνείλατο τοῦτον διὰ τῆς θυγατρὸς αὐτοῦ, καὶ οὐ μόνον οὐκ ἐφόνευσεν, ἀλλὰ καὶ ὡς υἱὸν ἀνέθρεψε, φειδοῖ τοῦ βρέφους τὸν νόμον καταλύσας.

Τί λέγεις, Ἡρώδη; Φαραὼ τὸν Μωϋσέα διασώζει, καὶ σὺ τὸν ∆εσπότην Χριστὸν μετελθεῖν προῄρησαι; ἐκεῖνος τὸν μέλλοντα τὴν Αἴγυπτον μαστίζειν περιποιεῖται, καὶ σὺ τὸν σώζοντα τὴν οἰκουμένην φονεύειν θέλεις; Οὕτω πάλιν καὶ τῶν δορυφόρων τοῦ Ἡρώδου οἱ ὑπασπισταὶ τοῦ Φαραὼ αἰδεσιμώτεροι. Αἱ γὰρ μαῖαι ἅμα τῷ τοκετῷ τῶν βρεφῶν βροχῆσαι προσταχθεῖσαι τὰ ἄῤῥενα τῶν Ἑβραίων, οὐ μετῆλθον τοῦτο φιλόθεοι τυγχάνουσαι, καὶ ταῦτα Αἰγύπτιαι οὖσαι τῷ γένει· εἱλίσσετο γὰρ αὐτῶν ἔνδον σπλάγχνα, ἐπιστάμεναι τί πάσχουσι μητέρες ἀῤῥένων βρεφῶν βιαίῳ θανάτῳ στερούμεναι. ∆ιὸ εἵλαντο μᾶλλον τῷ προσκαίρῳ προσκροῦσαι βασιλεῖ, ἢ τῷ μείζονι βασιλεῖ καὶ Θεῷ ἀντιτάξασθαι. Ὁ δὲ Ἡρώδης οὐ πρὸς ἄλλο ἔθνος τὴν κακίαν ἐπεδείξατο, ἀλλὰ πρὸς τοὺς ὁμοφύλους τὴν μανίαν ἐτεκτήνατο. Καὶ Φαραὼ μὲν τῇ Αἰγύπτῳ μόνῃ τὸν τοιοῦτον θυμὸν ἐγύμνωσε, καὶ οὐ περαιτέρω· Ἡρώδης δὲ οὐ μόνον ἐν Βηθλεὲμ, ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς χλωροκοπεῖσθαι τὰ βρέφη προσέταξεν.

Ὢ τοῦ ἀδίκου δόγματος ἐκείνου, τοῦ ἀθρόως ἐπισκηψαμένου τότε κατὰ πόλιν καὶ κώμας καὶ ἀγροὺς καὶ ῥύμας! Οὐκ ἦν ποῦ κρύψωσιν αἱ μητέρες τὰ τέκνα· ἔξω γὰρ τῶν μητρικῶν ἀγκαλῶν μένειν οὐκ ἠνείχοντο. Εἰ δέ ποτε μήτηρ ἠβουλήθη κρύψαι τὸ ἴδιον τέκνον ἐκεῖνο κλαυθμῷ ἑαυτὸ παρεδίδου, τῇ πρὸς τὸν μαστὸν φιλίᾳ τὸν θάνατον ἐφελκόμενον. Ὥσπερ γὰρ ἰχθὺς ἔξω τοῦ ὕδατος ζῇν οὐκ ἀνέχεται, οὕτω καὶ βρέφος μητρικῶν μαστῶν στερούμενον οὐκ εἰς μακρὰν τὴν διαφθορὰν δέχεται. Ὢ τῆς καθολικῆς θρηνῳδίας ἐκείνης! οὐχ εὑρίσκω πῶς διαγράψω τῶν μητρικῶν ὀδυρμῶν τὰ σχήματα. Εἰ βαρβάρων ἔφοδος ἐγεγόνει, κουφότερον ἂν αἱ μητέρες τὴν ὀδύνην ἔφερον· συμφορὰ γὰρ μεριζομένη μετριώτερον οἶδε δάκνειν τὸν πάσχοντα. Οὐκ ἦν βαρβάρων ἔφοδος, 61.702 ἀλλ' ἐμφύλιος πόλεμος· βία ἦν ἐντυχίαν μὴ ἔχουσα, παρανομία ἦν νόμον ἔχουσα συνήγορον. Αἱ μητέρες ἐβόων, καὶ ὁ ἀκούων οὐκ ἦν· τὰ βρέφη ἀντεθρήνουν, καὶ ὁ ἐλεῶν οὐ παρῆν· οἱ μαστοὶ τῷ γάλακτι τὴν γῆν κατέῤῥεον, καὶ ὁ Ἡρώδης μᾶλλον ὡς λίθος ἐπεπήγει. Ὠμότεροι τοῦ βασιλέως οἱ δορυφόροι, ἀλληνάλλως τὰ βρέφη μετήρχοντο, τὰ μὲν αὐτῶν πρὸς τοὺς τοίχους σπαράττοντες, τὰ δὲ ἐπὶ τῶν πετρῶν ἐδαφίζοντες, τὰ δὲ καὶ μακρόπνικτα καταλιμπάνοντες. Ἐθορύβει γὰρ αὐτοὺς τοῦ τοιούτου δράματος ὁ ἐργοδιώκτης διάβολος. Ἐπὶ τούτοις οὖν καὶ τοῖς παραπλησίοις αἱ μητέρες ἠσθένουν, καὶ τῷ πάθει μεθύουσαι τῆς εὐπρεπείας οὐκ ἐφρόντιζον. Τοὺς χιτῶνας διεῤῥήγνυον, τοὺς