1

 2

 3

 4

2

ἀπιστία κλυδώνιον ἔφερεν, ἔκραξε λέγων· Ἐπιστάτα, σῶσον, ἀπόλλυμαι. Τί λέγεις, ὦ Πέτρε; Ὅτε κινδυνεύεις, τότε γνωρίζεις τὸν ∆εσπότην; Τί οὖν ὁ Χριστός; Οὐ καταλιμπάνω σε τῷ βυθῷ, ἐκτενῶ τὴν χεῖρα· τὰ γὰρ πάντα ἐν τῇ χειρὶ βαστάζω. Ἐκτεί νας δὲ τὴν χεῖρα, φησὶν, ὁ Κύριος ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; Πολλὴ τῶν ἀποστόλων ἡ διχόνοια. Πρὸ τῆς ἀναστάσεως ἐκλο νοῦντο· μετὰ τὴν ἀνάστασιν τὸ βέβαιον καρπωσάμενοι, ἀπαρασάλευτοι τῇ πίστει γεγόνασιν. Ὅτι δὲ πρὸ τῆς ἀναστάσεως ἐκλονοῦντο πολλαῖς ἀμφιλογίαις, ἤκουες ἀρτίως, πῶς ὀψίας γενομένης προσῆλθον οἱ ἀπόστολοι τῷ Κυρίῳ λέγοντες· Ἀπόλυσον τὸν ὄχλον, ὅτι ἔρη μός ἐστιν ὁ τόπος, ὅπως ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας, ἀγοράσωσιν ἑαυτοῖς βρώματα. Ὅρα μοι καὶ ἐνταῦθα, πῶς ἄπιστον τὸ διανόημα. Τῷ Σωτῆρι προσ ῆλθον λέγοντες· Ἀπόλυσον τὸν ὄχλον, ὅτι ἔρημός ἐστιν ὁ τόπος· ὁ δὲ Κύριος πρὸς αὐτούς· Ἀπολύσω τὸν ὄχλον; τί μοι ἀδοξίαν προσάγετε; τί καταψηφίζεσθε τοῦ διδασκάλου; ἀπολύσω τοὺς ὄχλους, ἵνα ἀγοράσωσι βρώ ματα; καὶ τί ἐροῦσιν οἱ πιπράσκοντες αὐτοῖς τοὺς ἄρ τους; ὅτι ἐμοῦ παρόντος οὗτοι ἄρτους ἀγοράσουσιν;

Εἰ μὴ ἡμῖν ἄρτος, καλῶς τὸ ἀπολύειν ἐπετρέπετε· νῦν δὲ ἄρτος ὑπάρχων, πῶς ἀπολύσω πεινῶντας τοὺς προσμέ νοντάς μοι; Οἱ ὄχλοι προσμένουσι, κἀγὼ τοὺς προσμέ νοντας ἀπελάσω; ποῖος ποιμὴν προβάτων ποιεῖ τοῦτο; Ἐγὼ τῷ ∆ανιὴλ ἐν τῷ λεοντίῳ λάκκῳ τὸν Ἀμβακοὺμ φακοφόρον παρέπεμψα· ἐγὼ τοῖς υἱοῖς Ἰσραὴλ ἐπὶ ἔτη τεσσαράκοντα οὐρανόθεν τὸ μάννα ἐχορήγουν τοῖς ἀχα ρίστοις, καὶ τοὺς εὐχαρίστους λιμαγχονήσω; Οὐ μὴν, οὐδαμῶς. ∆ότε ὑμεῖς αὐτοῖς φαγεῖν. Οἱ δὲ ἀπόστολοί φασι· ∆ῶμεν αὐτοῖς φαγεῖν; πόθεν δῶμεν τοῖς ἐπιτα γεῖσι μηδὲν αἴρειν εἰς ὁδόν; Πλὴν πέντε ἄρτων καὶ δύο ἰχθύων οὐκ ἔχομέν τι πλέον· καὶ τί εἰσι ταῦτα εἰς πεντακισχιλίους ἄνδρας ἄνευ γυναικῶν καὶ παιδίων; Ὁ δὲ Κύριός φησι πρὸς αὐτούς· Πόθεν δῶτε; Ἔχετε τὸ γαζοφυλάκιον τῆς πίστεως. Οὐκ εἶπον ὑμῖν, ὅτι Ἐὰν ἔχητε πίστιν, ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ γενήσεται; Ὄρη μεθίστανται, καὶ ἄρτοι οὐ πληθύνον ται; ∆ῶτε αὐτοῖς ὑμεῖς φαγεῖν. Τῶν δὲ παραιτουμένων, καὶ πρὸς τὴν δόσιν ἰλιγγιώντων, ὁ Κύριος πρὸς αὐτούς· Ἀνακλίνατε τοὺς ὄχλους. Ἐγὼ τῇ διανοίᾳ [λ. ἐπὶ τῇ 55.614 διακονίᾳ] στέλλομαι· οὐ παραιτοῦμαι τοῖς δούλοις ὑπηρε τῶν. Ἀρχαῖον γάρ μου τοῦτο τὸ ἐπιτήδευμα Ἐγὼ τῷ Ἀδὰμ ὑπηρέτησα ἐν τῷ παραδείσῳ· ὃ ἐκεῖ μετῆλθον, καὶ ὧδε οὐ παραιτοῦμαι.

βʹ. Ἔστι δὲ πάντως εἰπεῖν, τίνα καὶ πότε ὁ Θεὸς τὸν [φ. τοῦ] Ἀδὰμ διακονίαν

μετῆλθεν. Ἄκουε συνετῶς. Καλὸν γὰρ ἀποτίσαι τῆς ἕκτης ἡμέρας τῆς τελευταίας τοῦ Θεοῦ δημιουργίας, ἐν ᾗ τὴν ἐπαγγελίαν ἐποιησάμεθα. ∆ιὰ τοῦτο γὰρ καὶ τῷ Ἀδὰμ μόνῳ ὁ δημιουργὸς ὑπηρέτησεν, ὁμοῦ καὶ δημιουργὸν καὶ κοινωνὸν αὐτὸν λαμβά νων τῶν ἑαυτοῦ κτισμάτων. Ἴστε πάντες σαφῶς, πῶς ἐν τῷ παραδείσῳ ὁ δημιουργὸς καθίσας τὸν Ἀδὰμ ἐπὶ ὑψη λοῦ τόπου, προσήγαγεν αὐτῷ ἕκαστον τῶν ζώων. Ὁ ∆εσπότης ἐξ ἀρχῆς οὐ παρῃτήσατο δούλῳ ὑπηρετῶν, τῷ ἰδίῳ κτίσματι· ἐξ ὧν καὶ ἐν τῷ παραναγνωσθέντι εὐαγ γελίῳ οὐ παρῃτήσατο ὑπηρετῆσαι τοῖς δούλοις, ἀνέκλινεν αὐτοὺς ἐπὶ χόρτου, καὶ λαβὼν τοὺς ἄρτους ἔκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς προσφέρειν, τρέφων, πληθύνων, θαυματουργῶν, τὰ δέοντα χορηγῶν. Ἐξ ὧν καὶ ἐν τῷ παραδείσῳ τῆς ἀρχαίας δημιουργίας φέρων τὴν ἀγαθό τητα, καθίσας τὸν Ἀδὰμ ἐπὶ ὑψηλοῦ τόπου, παρῆγεν ἓν ἕκαστον τῶν ζώων ὁ δημιουργὸς, ἵνα εἴ τι βούλεται ὁ Ἀδὰμ, τοῦτο αὐτὸ καλέσῃ, κοινωνὸν αὐτὸν λαμβάνων τῶν ἑαυτοῦ κτισμάτων· ὅπερ ἡ Γραφὴ παρέστησε λέ γουσα· Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ κτήνη· καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ,