1

 2

 3

 4

4

Οὐ φέρω τὴν ὀδύνην. Μετὰ πόσων μόχθων καὶ ἱδρώτων ἐσθίω τὸν ἄρτον; Ἴδε πόσων κακῶν γέγονας μοι πρόξενος, γύναι, ζωὴ προσαγορευθεῖσα, καὶ θάνατος εὑρεθεῖσα. Ὄντως θανάτου πρόξενος ἡ γυνὴ, ἔκτοτε καὶ νῦν. Καὶ μή μου τοῦτο λέγοντος περὶ γυναικὸς καταστασιαζέτω τὸ τῶν γυναικῶν σύστημα· ἀποδοῦναί με τὸ ἔγκλημα, εἰ θέλωσιν ὑποδέξασθαι. Μὴ ἐμοὶ ὀργιζέσθωσαν, ἀλλὰ τῷ χριστοφόρῳ Παύλῳ. Εἰ τολμῶσιν ὑβρίζειν, ἐκεῖνον ὑβριζέτωσαν. Ἡμεῖς ὡς ἐκείνου μαθηταὶ τὰ ἐκείνου παρεγγυῶμεν ῥήματα, οὐχ ἡμέτερα καινουργοῦμεν. Ἀκουσάτωσαν Παύλου δι' ἡμῶν βοῶντος· Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Φοβοῦμαι δὴ μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, καὶ ὑμᾶς ἀπατήσῃ. Ὁρᾶς ὅτι οὐχ ὁ ἀνὴρ ἐσκελίσθη, ἀλλ' ἡ γυνὴ ἠπατήθη; Τίς ἡ ἀπατηθεῖσα; τίς ἡ τῷ ὄφει προσπαίξασα; Ἡ ὀφιόστομος καὶ ἰοβόλος γυνή.

Τίς προσέπαιξε τῷ ὄφει; Ἡ διεμπαίγματα μελετῶσα. Οὐδεὶς ἦν ἐν τῷ παραδείσῳ, πλὴν αὐτῆς καὶ τοῦ ἀνδρὸς αὐτῆς· καὶ μήτε τὴν μόνωσιν, μήτε ἄλλο τι φοβηθεῖσα περιήρχετο πλαζομένη, ῥεμβομένη, ποῦ παράκοιτον εὕροι, πρὸ τῆς συναφῆς τοῦ γάμου τὴν μοιχοσπορίαν μελετῶσα. Εἰ προσῆν τῷ ἀνδρὶ, οὐκ ἂν ἐπλησίαζεν ὁ 55.616 ὄφις τῷ ὄφει. Ἔξω τοῦ ἀνδρὸς αὐτὴν εὗρε, καὶ ἐδελέασε. Γυνὴ γὰρ νομίμῳ ἀνδρὶ ἀεὶ συνοῦσα, διαπαντὸς φθορὰν οὐχ ὑπομένει, ἧτταν οὐ δέχεται, μοιχείαν οὐκ εἰσπράττεται· χωρισθέντος δὲ τοῦ ἀνδρὸς, κἂν μετ' ἀγγέλων ᾖ συνδιατρίβουσα, εὐεπηρέαστος γίνεται. Ποῦ ἀλλαχοῦ τὰς μυσαρὰς πράξεις ἐπιτηδεύουσιν αἱ τῶν νομίμων ἀνδρῶν χωριζόμεναι γυναῖκες, εἰ μὴ ἐν τοῖς μαρτυρίοις, προφάσει τῆς ἱκεσίας, τοῖς γαμολύταις συντασσόμεναι, καὶ αὐτῶν τῶν μαρτύρων καταφρονοῦσαι; Πολλάκις γὰρ καὶ κατὰ τῶν μαρτύρων ὀμνύουσι μὴ ἀθετῆσαι τὰς ἀθεμίτους πράξεις. Ὢ πόσων κακῶν Εὔα διδάκτρια, τῶν ἀγαθῶν ἀφανίστρια. Καὶ πᾶσαι μὲν γυναῖκες αἱ σωφροσύνην ἐρῶσαι προσαγορεύονται ἀνδρεῖαι. Πολλὴ γὰρ διαφορὰ καὶ ἐν γυναιξὶν, ὡς καὶ ἐν ἀνδράσιν, ὡς καὶ ἐν ἀγγέλοις· καὶ ὅσαι γυναῖκες σωφροσύνην ἐρῶσι, τῇ παρθένῳ ἀκολουθοῦσι, τὴν Σωσάννην ποθοῦσι, τὴν Σάῤῥαν ἀσπάζονται, τὴν Ῥεβέκκαν περιπτύσσονται· ὅσαι δὲ σωφροσύνης ἐκτός εἰσιν, ὡς ἡ Εὔα πλανῶνται, ὡς ἡ Αἰγυπτία συκοφαντοῦσιν, ὡς ἡ ∆αλιδὰ ξυρῶσιν, ὡς Ἰεζάβελ τοὺς ἐνθέους φονεύουσι. Καθολικὸς ὁ λόγος, οὐ μερικὸν τὸ αἴνιγμα. Μὴ πάλιν τινὲς τῶν ἀθέων προσφάτως τὰς λέξεις δεξάμενοι, ἄρξωνται τὰς ἀκοὰς δάκνεσθαι, εἰς διανοίας (λ. διχονοίας) ἡμᾶς εὐτρεπίζοντες. Ἡμῖν τούτων λόγος οὐδείς. Ἀποστολικὸς ὁ λόγος. ∆ιὰ τὴν Εὔαν τὸ αἴνιγμα. Ἐξ ὧν καὶ τῇ ἐνιαυσιαίῳ περιόδῳ τὰ αὐτὰ ἀνακεφαλαιούμεθα, μάρτυρα τῶν λεγομένων τὸν θεσπέσιον Παῦλον παραγαγόντες τὸν εἰρηκότα, Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ. Μήπως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν, γυναῖκα Ἀδὰμ, τοῦ σφάλματος τὴν αἰτίαν. Καὶ πάλιν ὁ αὐτὸς Ἀπόστολος, Ἀδὰμ, φησὶν, οὐκ ἠπατήθη, ἡ δὲ τούτου γυνὴ Εὔα ἀπατηθεῖσα ἐν παραβάσει γέγονε· σωθήσεται δὲ διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης, οὐ μετὰ ἀκολασίας. Εἶπε, Σωθήσεται διὰ τῆς τεκνοποιίας, οὐχ ὡς ἡ Εὔα τὸν Κάϊν ἔτεκεν, ἀλλ' ὡς ἡ παρθένος τὸν Χριστὸν ἐκυοφόρησεν· ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.