2
δεσμεύσας κατέκλεισε· διὰ γυναικὸς τὸν παντὸς κόσμου λύχνον Ἰωάννην ἀπέτεμε. Τί δὲ λέγω περὶ ἀνθρώπων; ∆ιὰ γυναικὸς τοὺς ἀγγέλους οὐρανόθεν κατέβαλε· διὰ γυναικὸς πάντας κατασφάζει, πάντας φονεύει, πάντας ἀτιμάζει, πάντας ὑβρίζει. Γυνὴ γὰρ ἀναιδὴς οὐδενὸς φείδεται· οὐ Λευΐτην τιμᾷ, οὐχ ἱερέα ἐντρέπεται, οὐ προφήτην αἰδεῖται. Ὢ κακὸν κακοῦ κάκιστον γυνὴ πονηρά! Κἂν μὲν πενιχρὰ ᾖ, τῇ κακίᾳ πλουτεῖ· ἐὰν δὲ πλοῦτον ἔχῃ τῇ πονηρίᾳ συνεργοῦντα, δισσὸν τὸ κακὸν, ἀφόρητον τὸ ζῶον, ἀθεράπευτος νόσος, ἀνήμερον θηρίον. Ἐγὼ οἶδα καὶ ἀσπίδας κολακευομένας ἡμεροῦσθαι, καὶ λέοντας καὶ τίγρεις καὶ παρδάλεις τιθασσευομένας πραΰνεσθαι· γυνὴ δὲ πονηρὰ καὶ ὑβριζομένη μαίνεται, καὶ κολακευομένη ἐπαίρεται. Κἂν ἔχῃ ἄνδρα ἄρχοντα, νύκτωρ καὶ μεθ' ἡμέραν τοῖς λόγοις αὐτὸν ἐκμοχλεύουσα πρὸς δολοφονίαν ὀξύνει, ὡς Ἡρωδιὰς τὸν Ἡρώδην· κἂν πένητα ἔχῃ ἄνδρα, πρὸς ὀργὰς καὶ μάχας αὐτὸν διεγείρει· κἂν χήρα τυγχάνῃ, αὐτὴ δι' ἑαυτῆς τοὺς πάντας ἀτιμάζει. Φόβῳ γὰρ Κυρίου οὐ χαλινοῦται τὴν γλῶτταν, οὐκ εἰς τὸ μέλλον κριτήριον ἀποβλέπει, οὐκ εἰς Θεὸν ἀναβλέπει, οὐ φιλίας οἶδε θεσμοὺς φυλάττειν.
Οὐδέν ἐστι γυναικὶ πονηρᾷ τὸν ἴδιον ἄνδρα παραδοῦναι εἰς θάνατον. Ἀμέλει γοῦν τὸν δίκαιον Ἰὼβ ἡ ἰδία γυνὴ πρὸς θάνατον τῆς βλασφημίας παρεδίδω, λέγουσα· Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὢ φύσεως πονηρᾶς! ὢ προαιρέσεως ἀνοσίας! Οὐκ ἠλέησεν ὁρῶσα τοῦ ἰδίου ἀνδρὸς τὰ σπλάγχνα ὑπὸ τῶν ἀναζεουσῶν φλυκταινῶν, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων καιόμενα, καὶ ὅλας τὰς σάρκας τοῖς σκώληξι συνειλημμένας· οὐκ ἐκάμφθη πρὸς οἶκτον, ὁρῶσα αὐτὸν ὅλον δι' ὅλου ἑλισσόμενον, καὶ κάμνοντα καὶ ἀγωνιῶντα, καὶ συνεχῆ ἄσθματα μετὰ πόνου κεχηνότι τῷ στόματι φέροντα. Οὐκ ἐμειλίχθη πρὸς εὐσπλαγχνίαν ὁρῶσα τόν ποτε ἐν βασιλικῇ πορφυρίδι προσιόντα, τότε ἐπὶ κοπρίας κείμενον γεγυμνωμένον τῷ σώματι· οὐκ ἐμνημόνευσε τῆς πρὸς αὐτὸν ἀρχαίας συνηθείας, οὐδ' ὅσα δι' αὐτὸν ἐπίδοξα καὶ καλὰ ἤνθησεν αὕτη. Ἀλλὰ τί; Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Ὢ χάρις γυναικός! ὢ μάλαγμα ὀδύνων προμαλακτήριον! ὢ φιλίας ὁμοζύγου θεσμός! Ἆρα σοῦ ποτε ἀῤῥωστούσης τοιοῦτον ἐφθέγξατο ῥῆμα, καὶ οὐχὶ εὐχαῖς καὶ εὐποιίαις τὴν νόσον σου ἀπέσμηξεν; οὐκ ἤρκει γὰρ αὐτῷ ἡ πρόσκαιρος παιδεία, ἀλλὰ καὶ αἰώνιον αὐτῷ προξενεῖς τὴν κόλασιν διὰ τῆς βλασφημίας; ἢ οὐκ οἶδας, ὅτι Πᾶσα βλασφημία καὶ ἁμαρτία ἀφεθήσεται ἀνθρώποις· ἡ δὲ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου βλασφημία, οὐκ ἀφεθήσεται οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι; Θέλεις ἰδεῖν καὶ ἄλλην τῆς πονηρίας ταύτης ὁμόζυγον; Ἴδε μοι τὴν ∆αλιλάν. Καὶ γὰρ ἐκείνη τὸν ἀνδρειότατον Σαμψῶνα ξυρήσασα καὶ δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε, τὸν ἴδιον ἄνδρα τὸν ἴδιον σύνευνον, ὃν ἔθαλπεν, ὃν ἐθώπευεν, ὃν ἐκολάκευεν, ὃν ὑπὲρ ἑαυτὴν ἀγαπᾷν ὑπεκρίνατο· ὃν χθὲς ἠγάπα, σήμερον ἠπάτα· ὂν χθὲς ἔθαλπεν ἀγαπῶσα, σήμερον ἔθαπτεν ἀπατῶσα. Καὶ μὴν οὐκ ἦν ὡραῖος; Καὶ τίς αὐτοῦ ὡραιότερος κατ' ἐκεῖνο καιροῦ, ὃς ἑπτὰ βο 59.488 στρύχους ἐπὶ κεφαλῆς ἔφερε, τῆς ἑπταφώτου χάριτος τὴν εἰκόνα βαστάζων; Καὶ μὴν οὐκ ἦν ἀνδρεῖος; Καὶ τίς αὐτοῦ ἀνδρειότερος, ὅς γε λέοντα φοβερὸν ἐν ὁδῷ μόνος ἀπέπνιξε, καὶ ἐν μιᾷ σιαγόνι ὄνου χιλίους ἀλλοφύλους κατέστρωσεν; Ἀλλὰ καὶ οὐχ ἅγιος ἦν;
Τοσοῦτον ἦν ἅγιος, ὡς διψήσαντα αὐτόν ποτε ἐν σπάνει ὕδατος εὔξασθαι, καὶ ἐκ τῆς κατεχομένης ἐν τῇ χειρὶ αὐτοῦ σιαγόνος νεκρᾶς ὕδωρ πηγάσαι, κἀκεῖθεν τὸ ἴαμα τῆς δίψης ἀρύσασθαι. Καὶ τὸν οὕτως ὡραῖον, τὸν οὕτως ἀνδρεῖον, τὸν οὕτως ἅγιον, ἡ ἰδία γυνὴ, ὡς πολέμιον δήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε. Καὶ πόθεν ἆρα γυνὴ τοῦ οὕτως ἀνδρείου κατίσχυσεν; Ἐκ τῆς οἰκείας τοῦ ἀνδρὸς ἀγαθότητος. Τὸ γὰρ μυστήριον αὐτοῦ τῆς ἰσχύος νύκτωρ ἀποσυλήσασα, γυμνὸν αὐτὸν ἱμᾶσιν ἰσχυροῖς κατέστρεψε. ∆ιὰ τοῦτο παραγγέλλει σοι ἡ Σοφία· Ἀπὸ τῆς συγκοίτου σου φυλάσσου τοῦ ἀναθέσθαι τι αὐτῇ. Ποῖον, εἰπέ μοι, θηρίον κατὰ τοῦ ἰδίου ἄῤῥενος τοιαῦτα ἐμελέτησε πώποτε; τίς δράκαινα τὸν ἴδιον ὁμόζυγον ἀπολέσθαι θέλει; ποία