1

 2

 3

 4

2

εἰ δὲ συμβῇ καὶ τὸν παῖδα ζώσης τῆς μητρὸς ἀποθανεῖν, καὶ τῇ μὲν μητρὶ συντάξασθαι, τῷ δὲ πατρὶ προσρυῆναι, ὅπερ πέπονθεν ἡ παροῦσα χήρα, πᾶσαν ὑφ' ἓν ἀναδέχεται τὴν ὀδύνην.

Μόνον γὰρ τέθνηκεν ὁ μονογενὴς υἱὸς τῆς μνημονευθείσης χήρας, τὴν στολὴν τοῦ πένθους ἠμφιεσμένη, ἤρξατο προπετῆ φθέγγεσθαι ῥήματα, καὶ ὡς ἀκρίτῳ τῷ ὄντι ἐδικάζετο, βλασφήμους λόγους προσάγουσα· ὡς βίαν ὑπομένουσα διελέγετο, λέγουσα· Ἆρα ὁ υἱός μου μόνος τὸν κόσμον ἐβάρησεν; Ἄλλοι στενοχωροῦνται ἐπὶ παιδοποιίαις, κἀμοῦ τῆς μόνης ὁ μόνος ἀπεσπάσθη; Ἐγὼ ἡ ἄτονος ζῶ, καὶ ὁ ἀνὴρ τέθνηκεν ἅμα καὶ ὁ υἱός. Ποῦ λοιπὸν παραινέσει μέ τις; τίς δέ με περιβλέψεται; Ἐδόκουν κἂν μικρὰν παῤῥησίαν δι' αὐτὸν κεκτῆσθαι· ἤρκει γάρ μοι μόνον μητέρα ἀκούειν. Ὑπομάζιόν μοι αὐτὸν ὁ πατὴρ ἄνευ χρημάτων ἐγκατέλιπε· κἀγὼ ἡ ἀπροστάτευτος χήρα χεῖρας εἰς ἔργον ἐρείσασα, τοῦτον ἐπιμελῶς ἔθρεψα· διπλᾶς καὶ τριπλᾶς αὐτῷ στολὰς πεποίηκα, μισθοὺς τοῖς παιδεύσασιν αὐτὸν ἁπλῶς ἐχορήγησα· καὶ νῦν, ὅτε τὸν τρυγητὸν τῶν ἀγαθῶν προσεδόκησα, τότε τὴν χάλαζαν τῶν πειρασμῶν δέδεγμαι. Ὢ τῆς ὀδύνης! Ἀλλ' εὗρον τί πράξω· συνθάπτομαι τῷ υἱῷ μου· πληροφορῶ τοὺς φθονήσαντάς μοι· συγγενεῖς με κατήσθιον ὡς ἀνδρεῖον παῖδα κεκτημένην. Συγχωρήσατέ μοι, πάντες οἱ βασκαίνοντές μοι τὴν εὐπαιδίαν· ἤδη γὰρ ἐγὼ τοῦ γνησίου μου παιδὸς προκαταλαμβάνω τὸν τάφον· ἐμοὶ γὰρ λοιπὸν τὸ ζῇν καταγέλαστον.

Ταῦτα τῆς χήρας βοησάσης καὶ ὀδυνωμένης, εὐθέως παραγενόμενος 61.792 ὁ ποιητὴς ἡμῶν Χριστὸς ὁ Θεὸς, καὶ δὼν αὐτὴν, ὁ τὰ πάντα προορῶν Θεὸς, ὁ καὶ πρὸ τοῦ ποιῆσαι τὰ πάντα σαφῶς ἐπιστάμενος· Πρὸ τοῦ γὰρ πλάσαι σε ἐν κοιλίᾳ, ἐπίσταμαί σε, καὶ πρὸ τοῦ ἐξελθεῖν ἐκ μήτρας, ἡγίακά σε· ὁ πατὴρ τῶν ὀρφανῶν, καὶ κριτὴς τῶν χηρῶν, ὁ τὰ δάκρυα εἰς εὐφροσύνην μεταποιῶν, ὁ τὴν τῆς πόλεως Ναῒν πύλην ἐκκλησίαν ποιήσας, καὶ τὴν κλίνην τοῦ νεκροῦ θυσιαστήριον ἀποδείξας. Ὅπου γὰρ ἀναστάσεως δῶρον, ἐκεῖ θυσιαστηρίου κόσμος· καὶ ὅπου τοῦ Θεοῦ Λόγου αἱ χεῖρες ἐκτείνονται, ἐκεῖ τῆς ἀναστάσεως τὸ μέτρον ἐκτετέλεσται. Τὸ γὰρ ἐξόδιον γέγονεν ἱερουργεῖον, καὶ ἡ ἐκκομιδὴ γέγονεν εἰσκομιδή. Τί γάρ φησιν ὁ Εὐαγγελιστής; Ἰδὼν δὲ αὐτὴν ὁ Ἰησοῦς· τουτέστιν, ὁ Σωτὴρ, καὶ ὁ Θεὸς Λόγος, ὁ Χριστὸς, ἐσπλαγχνίσθη, ἰδὼν αὐτήν. Τί ἰδών; Χήραν ἄτεκνον, ἄνανδρον γηραλέαν, κυρτίζουσαν, γοερὰν, κόμην ἑλκύσασαν, κόνει τὴν κεφαλὴν καταπάσσουσαν, τοὺς βαρυωπεῖς ὀφθαλμοὺς ἐκτυφλώττουσαν, ἀπρεπῆ στολὴν διαῤῥήξασαν, τὸ πολυστένακτον στῆθος τύπτουσαν, καὶ βοᾷν μηκέτι ἰσχύουσαν, φρενήρη λοιπὸν γενομένην. Ἐν τούτοις ἰδὼν αὐτὴν ὁ Ἰησοῦς, ἐσπλαγχνίσθη ἐπ' αὐτῇ, καὶ προσελθὼν εἶπεν αὐτῇ· Μὴ κλαῖε. Ἡ δὲ περὶ τὸ πένθος ἀσχολουμένη, εἰλικρινῶς μὴ κατανοήσασα τὸν παραγενόμενον, τὸ πένθος ἀποσεισαμένη, πρὸς τὸν Κύριον ἀνταποκριθεῖσα εἶπε· Μὴ κλαίειν λέγεις μοι; καὶ τίνα μοι παραμυθίαν προσοίσεις λοιπόν; κἂν γὰρ τὸν κόσμον ὅλον κινήσῃς εἰς ἐμὴν παράκλησιν, οὐδεμίαν μοι δείξεις παράκλησιν. Τῆς γὰρ μητρικῆς παρακλήσεως τί υἱοῦ ὑπάρχει γλυκύτερον; καὶ μάλιστα, ὅτε χῆραι ὑπάρχουσι, καὶ μονογενέσιν υἱοῖς ἐπαγγέλλονται. Πῶς οὖν μὴ κλαίειν λέγεις μοι; Τὸν υἱόν μου οἱ ξένοι πενθοῦσι, κἀγὼ μὴ κλαύσω; Οἱ λίθοι στενάζουσι, κἀγὼ σιωπήσω;

Ἡ ἐλπίς μου ἐστέρηται, ἡ ζωή μου ἐξέλιπεν, ἡ παῤῥησία μου σεσύληται, ἀνέλπιστον ἐμαυτῆς θεωρῶ τὸν βίον, καὶ γυμνὴ πάσης ἐλπίδος εἰμί. Ἐθέρισέ μου τὴν προσδοκίαν ὁ θάνατος· ἄπορόν με πανταχόθεν κατέστησεν· ἐμὲ κατέλιπε, κἀκεῖνον μεθώδευσεν· ἀφῆκε τὴν ῥίζαν, καὶ τὸν κλάδον ἀπέτεμεν· ἐφείσατο τοῦ πρέμνου, καὶ τὸν ὡραῖον ἐμάρανεν ὄρπηκα· τὴν παλαιὰν κατέλιπε, καὶ τὸν νέον ἐξέτεμεν. Οὐκ ἔχω τίνα θεάσωμαι. Εἰ μὲν γὰρ ἕτερον εἶχον υἱὸν, ἐδυνάμην τὸ πένθος ζυγοστατεῖν, καὶ τῇ ὄψει τοῦ ζῶντος τοῦ θανόντος τὸν πόνον ἀποκουφίζειν· νῦν δὲ οὐδέν μοι