1

 2

 3

 4

2

ἀναιρεῖν, ἀλλ' ὡς τοῦ Θεοῦ μὴ συγχωροῦντος. Οὐ βούλομαι γὰρ, φησὶ, τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὴν μετάνοιαν. Καὶ ποῦ αὐτὸν καταλείπουσιν; Εἰς τὴν ὁδὸν, τουτέστιν, εἰς τὸν βίον τοῦτον· ὁδὸς γὰρ λέγεται ὁ αἰὼν οὗτος, ἐπειδὴ πάντες ἄνθρωποι δι' αὐτοῦ διέρχονται. Καταλαβὼν δὲ, φησὶν ὁ ἱερεὺς ἐν τῇ ὁδῷ, καὶ ἰδὼν αὐτὸν, ἀντιπαρῆλθεν. Ἱερέα δὲ λέγει τὸν μακάριον Μωϋσῆν καὶ Ἀαρών. Μαρτυρεῖ γὰρ ὁ ∆αυῒδ λέγων, Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Οὗτος οὖν ὁ θαυμαστὸς Μωϋσῆς ἔνδοξος γενόμενος, ὁ δεκαπλήγῳ μάστιγι τοὺς Αἰγυπτίους ἐτάσας, ὁ τὴν Ἐρυθρὰν θάλασσαν σχίσας καὶ ἀποξηράνας καὶ διαγαγὼν τὸν λαὸν δι' αὐτῆς, ὁ τὸ ἐν Μαῤῥᾷ ὕδωρ γλυκάνας, ὁ τῷ Θεῷ διὰ νέφους προσομιλήσας, ὁ πολλὰ θαύματα ἐργασάμενος, ὁδεύων τὴν ὁδὸν τοῦ βίου τούτου, καὶ ἰδὼν τὸν ἄνθρωπον κείμενον τετραυματισμένον, παρῆλθεν αὐτὸν, καὶ οὐκ ἀνέστησεν. Ὁμοίως δὲ καὶ Λευΐτης, τουτέστι, τὸ προφητικὸν τάγμα.

Καὶ γὰρ ἐκεῖνοι ὕστερον μετὰ τὸν Μωϋσῆν γενόμενοι, καὶ τὴν αὐτὴν ὁδὸν τοῦ βίου βαδίσαντες, εὑρόντες τετραυματισμένον ἄνθρωπον τὸν Ἀδὰμ, οὐκ ἀνέστησαν. Οὔτε Μωϋσῆς διὰ νόμου, οὔτε προφῆται διὰ σημείων τὸ τοῦ Ἀδὰμ τραῦμα ἐθεράπευσαν. Οὐδεὶς αὐτὸν ἤγειρεν, οὐδεὶς αὐτῷ ζωὴν ἐχαρίσατο, οὐδεὶς αὐτὸν ἐκ θανάτου ἐλυτρώσατο, οὐδεὶς ἔστειλε τῆς ἁμαρτίας τὸ τραῦμα· καὶ γὰρ αὐτοὶ ἐν ἁμαρτίαις κατείχοντο. Εἰ καὶ διὰ σεμνὴν πολιτείαν Θεοῦ φίλοι ἐγένοντο, ἀλλὰ διὰ τὸ ὁμοσάρκους εἶναι τῷ Ἀδὰμ, καὶ ἀπὸ τῆς ῥίζης τῆς νεκρᾶς φέρεσθαι, οὐκ ἠδύναντο κλάδοι ὄντες τὴν ῥίζαν ἀνασπάσαι ἀπὸ τῆς ἁμαρτίας. Σαμαρείτης δέ τις, φησὶ, σπουδαῖος τοῖς ἔργοις, εὔσπλαγχνος τὴν προαίρεσιν, συμπαθὴς περὶ τοὺς ὁμοδούλους, ἐλθὼν ἐπὶ τὸν τόπον, καὶ ἰδὼν αὐτὸν τετραυματισμένον, ἐσπλαγχνίσθη, καὶ ἐπέθηκεν ἔλαιον καὶ οἶνον, καὶ κατέδησε τὰ τραύματα αὐτοῦ, τουτέστι, τούτου τὰς ἁμαρτίας. Πρόσωπον καὶ εἰκόνα ἀναλαμβάνει ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς Σαμαρείτου. Ἀλλ' ἐρεῖ τις τῶν ἀκροατῶν, τί; τὸν Κύριον Σαμαρείτην λέγεις; Ναὶ, Σαμαρείτην λέγω αὐτὸν, οὐ τῇ φύσει τῆς θεότητος, ἀλλὰ τῇ μιμήσει τῆς εὐσπλαγχνίας. Ὥσπερ γὰρ ὁ Σαμαρείτης τῇ μὲν φύσει τοῦ σώματος ὅμοιος τοῖς ἄλλοις ὑπῆρχε, τῇ δὲ προαιρέσει τῆς εὐσπλαγχνίας οὐχ ὅμοιος, ἀλλὰ κρείττων ἐφάνη· οὕτω καὶ ὁ Κύριος ἄνθρωπος μὲν τῇ θεωρίᾳ τοῦ σώματος ἐφάνη ὅμοιος προφήταις, πατριάρχαις κατὰ τὸν ἐκ 62.757 Μαρίας ἄνθρωπον, τῇ δυνάμει δὲ τῆς θεότητος μείζων πάντων ἀνεδείχθη· ἴσος τῷ ἀνθρωπίνῳ σχήματι. οὐκ ἴσος τῇ ὑπερκοσμίῳ δόξῃ. Ἐκεῖνοι ἀμελείᾳ καὶ ἀσπλαγχνίᾳ χρησάμενοι, ἀνηλεῶς παρῆλθον τὸν τετραυματισμένον· ὁ δὲ Σαμαρείτης εὐσπλαγχνότερος καὶ εὐσεβέστερος καὶ ἐλεήμων ἐφάνη. Οὕτω καὶ ὁ Χριστὸς, πατριαρχῶν καὶ προφητῶν ὑπεριδόντων τὸν διὰ παρακοῆς ἐκπεσόντα ἄνθρωπον, μόνος οἰκτίρμων καὶ ἐλεήμων ἐφάνη, κατὰ τὸν προφήτην τὸν λέγοντα· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρόθυμος καὶ πολυέλεος· καὶ πάλιν, Ὅτι σὺ, Κύριε, εὔσπλαγχνος. Καὶ ὥσπερ ὁ Σαμαρείτης οὐκ ἦν τοῦ ἔθνους τῶν Ἰουδαίων, ἄλλ' ἐξ ἄλλης χώρας ὡρμᾶτο, οὕτω καὶ ὁ Χριστὸς οὐκ ἦν ἀπὸ κόσμου, ἀλλ' ἐξ οὐρανοῦ.

Ἦλθεν ἐπὶ τῆς γῆς· Θεὸς ὢν, ἄνθρωπος γέγονε δι' ἡμᾶς· ∆εσπότης ὢν, τὴν τοῦ δούλου μορφὴν ἐνεδύσατο. Ἐσπλαγχνίσθη περὶ ἡμῶν, κατῆλθεν ἐξ οὐρανοῦ ἐπὶ τῆς γῆς, εἶδε τὸν ἄνθρωπον ἐῤῥιμμένον, ἐσκυλμένον, τετραυματισμένον ἐν πορνείαις, εἰδωλολατρείαις, μοιχείαις, φόνοις· εἶδε, καὶ ἐσπλαγχνίσθη ἐπὶ τὸ ἴδιον πλάσμα, καὶ ἐπέβαλεν οἶνον σὺν ἐλαίῳ· τουτέστι, καὶ μίξας ἀμφότερα ἐποίησε βροχὴν, καὶ ἐπέθηκε τῷ ἀνθρώπῳ. Τί ἐστι, μίξας οἶνον σὺν ἐλαίῳ; Τουτέστι, μίξας τὴν θεότητα μετὰ τῆς ἀνθρωπότητος, μίξας τὴν εὐσπλαγχνίαν μετὰ τῆς σωτηρίας, ἔσωσε τὸν ἄνθρωπον. Μίξας οἶνον σὺν ἐλαίῳ, τουτέστι, μίξας Πνεῦμα ἅγιον τῷ αἵματι αὐτοῦ, ἐζωοποίησε τὸν ἄνθρωπον. Τοῦ γὰρ αἵματος τοῦ Κυρίου στάξαντος