1

 2

 3

2

πιστευόμενοι, ἀναγκαίως πρότερον τῶν γλωσσῶν τὴν γνῶσιν ἐλάμβανον. Οὐδὲ γὰρ δύναταί τις μυσταγωγεῖν τὸν μὴ πιστεύσαντα πρότερον· πιστεύει δ' ἂν οὐδεὶς, ἀπείρως ἔχων τῶν λεγομένων. Ἐντεῦθεν ἡ τοῦ Πνεύματος ἤρξατο χάρις, καὶ διὰ τοῦτο τὰ περὶ τῶν φθόγγων πρότερον ἐθαυματούργησεν. Εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Ἔμελλε 52.809 καὶ τὴν οἰκουμένην καταλαμβάνειν, καὶ τοῖς ὁρίοις τῆς γῆς μετρεῖσθαι, καὶ οὐδένα ἀδίδακτον παρεῖναι, οὐδὲ ἀμαθήτευτον παρατρέχειν.

Ὤφθησαν δὲ ἐν εἴδει πυρὸς μεριζόμεναι γλῶσσαι. Καὶ γὰρ τὰ τοῦ πυρὸς ἔμελλον ἐνεργεῖν τῶν ἀποστόλων αἱ γλῶσσαι, καὶ διπλῆν τὴν χρῆσιν δείκνυσθαι· καὶ τὸν μὲν διάβολον καταφλέγειν, φωτίζειν δὲ τοὺς καθημένους ἐν σκότει. Ὅρα μοι πῦρ παντὸς ἐλαίου τοῖς πιστοῖς προσηνέστερον· ὅρα μοι γλῶτταν παντὸς πυρὸς τῷ διαβόλῳ φοβερωτέραν· ὅρα μοι γλῶτταν τῆς ἀσεβείας τὰς ἀκάνθας συμφλέγουσαν, καὶ τὰ λήϊα τῆς εὐσεβείας δροσίζουσαν· ὅρα μοι δώδεκα μαθητὰς ἐξ ἑνὸς διδασκάλου παιδευομένους· ὅρα μοι δώδεκα στρατηγοὺς ὑφ' ἑνὶ βασιλεῖ ταττομένους· ὅρα μοι δώδεκα φωστῆρας λαμπροὺς ἐκ μιᾶς ἀνατέλλοντας κορυφῆς· ὅρα μοι δώδεκα καθαρὰς ἀκτῖνας ἐξ ἑνὸς προϊούσας ἡλίου· ὅρα μοι δώδεκα λαμπάδας ἐξ ἑνὸς ἁπτομένας σπινθῆρος· ὅρα μοι δώδεκα κλήματα ἐξ ἑνὸς ἁπτομένης ἀμπέλου βλαστήσαντα· ὅρα μοι δώδεκα κοφίνους ἐκ μιᾶς πληρουμένους τραπέζης· ὅρα μοι δώδεκα ποταμοὺς ἐκ μιᾶς προφερομένους πηγῆς· ὅρα μοι δώδεκα γλώττας ἐκ μιᾶς χάριτος φθεγγομένας. Καὶ μὴ νομίσῃς αὐτοὺς μεθύειν, μηδὲ γλεύκους εἶναι μεστοὺς, μηδὲ ὑβρίσῃς ἀπιστίᾳ τὸ δῶρον, μηδὲ μιμήσῃ τοὺς καταράτους, μηδὲ προσείπῃς μέθην τοῦ Πνεύματος τὴν ἐνέργειαν. Μέθη μὲν γένη γλωσσῶν οὐκ οἶδε χαρίζεσθαι, ἀλλὰ καὶ τὴν οὖσαν ἑκάστῳ δεσμεῖ, καὶ παράφρονα ἀπεργάζεται, καὶ κόπτει τοῦ λόγου τὸν δρόμον, καὶ καθάπερ ἐν πέτραις τῷ σκότῳ βαδίζουσα τοῖς ὀδοῦσι προσπταίει· καὶ νῦν ἔχει τὴν διάνοιαν, καὶ ταραχὴν ἐμποιεῖ, καὶ φαντασίαν ἐργάζεται, καὶ περιτέμνει τῶν συλλαβῶν.

Καὶ ἔστιν ἡ μέθη ὄναρ ἐγρηγορότος, καὶ ἐνύπνιον οὐ καθεύδοντος, καὶ μανία διψῶσα, καὶ δαίμων πεινώμενος, καὶ διάβολος ἐγκαθήμενος οἴνῳ, καὶ λῃστὴς ἐν συμποσίοις λοχῶν, καὶ τὸν λογισμὸν καταφλέγων ἀκράτῳ, καὶ φάρμακον τῆς ἀθυμούσης ψυχῆς δηλητήριον ἐργαζόμενος. Ταῦτα ἡ μέθη πέφυκεν ἐμποιεῖν. Ταῦτα τοὺς ἀποστόλους ἐσυκοφάντουν οἱ δυσσεβεῖς· καὶ οὐδὲν θαυμαστόν. Οἱ νήφοντες μεθύειν τοῖς Ἰουδαίοις ἐδόκουν· πᾶσαι 52.810 γὰρ ταῖς τῶν ἁγίων ἐνετράπησαν ὕβρεσι, καὶ τοὺς προφήτας ἐχλεύαζον ὡς μεθύοντας. Κἂν ἀρνήσωνται, λέγωμεν πρὸς αὐτούς· Μὴ οὐκ ἔστι ταῦτα, υἱοὶ Ἰσραήλ; λέγει Κύριος. Καὶ ἐποτίζετε τοὺς ἡγιασμένους μου οἶνον, καὶ τοῖς προφήταις ἐνετέλλεσθε λέγοντες· Μὴ προφητεύετε. Ἐγὼ δὲ μεθύειν μὲν αὐτοὺς καὶ αὐτὸς ὁμολογῶ, ἀλλ' οὐ τὴν μέθην ἣν λέγεις αὐτὸς, ἀλλὰ τὴν θειοτέραν καὶ νοερὰν ἐκείνην, ἧς ὁ πεπωκὼς σοφίας ἐμπίπλαται, ἧς ὁ πεπωκὼς ἔῤῥωται τὴν διάνοιαν, ἧς ὁ πεπωκὼς ἐγρήγορε (σιξ) καὶ νήφει πρὸς ἀρετὴν, ἧς ὁ πεπωκὼς ἐρᾷν μανθάνει Θεοῦ, ἧς ὁ πεπωκὼς οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἧς ὁ πεπωκὼς μαίνεται μετὰ Παύλου, καὶ παντὸς πυρὸς καὶ σιδήρου κατατολμᾷ, καὶ τοῖς κινδύνοις ἐπιπηδᾷ, καὶ πᾶσαν συμφορὰν ὡς εὐφροσύνην ἀσπάζεται, καὶ ταῖς λοιδορίαις ὡς εὐφημίαις ἀγάλλεται, καὶ ταῖς ὕβρεσιν ὡς ἐπαίνοις ἐγκαλλωπίζεται, καὶ τοῖς ὑπὲρ τοῦ Σωτῆρος δεσμοῖς ὡς ἐπὶ τοῖς βασιλικοῖς στεφάνοις ἁβρύνεται. Οὗτος ὁ κρατὴρ τοὺς ἀποστόλους ἐμέθυσε· τοῦτο τὸ ποτήριον οἱ τοῦ Σωτῆρος ἔπιον μαθηταὶ, καὶ τὴν καλλίστην ἐμεθύσθησαν μέθην, καὶ τῆς ἁγίας τραπέζης ἐνεφορήθησαν, καὶ λέγουσι μετὰ τοῦ μακαρίου ∆αυΐδ· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον, καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου.