2
ἡμῶν ἡ εἴσοδος μιμεῖται τὴν ἔξοδον· εἴθε γυμνός τις ἀπῄει καὶ τιμωρίας ἐλεύθερος· εἴθε πένης τὴν φύσιν, καὶ τὴν ψυχὴν ἀκατάκριτος· εἴθε πτωχὸς καὶ ἀνέγκλητος, εἴθε ἄπορος καὶ ἀνώδυνος. Ἀλλὰ καὶ τὸ πάνυ δεινὸν, ἐνταῦθα καταλιμπάνων τις ἃ συνήγαγε, τὴν ἐξ ἐκείνων ἁμαρτίαν βαστάζων ἀπέρχεται· καὶ τοῦ μὲν κέρδους ἐστέρηται, τῆς δὲ δι' αὐτὰ καταδίκης οὐκ ἠλλοτρίωται· ἀλλ' ἕτερος μὲν τῶν ἐκείνου διαδέχεται τὴν ἀπόλαυσιν, ἐκεῖνος δὲ μόνος τὴν κόλασιν ὑπομένει· καὶ ὁ μὴ κτησάμενος, ἔχων τρυφᾷ, ὁ κτησάμενος δὲ οὐδὲν ἔχων βασανίζεται, ἓν μόνον, τὸ δοῦναι δίκην ἀπὸ τοῦ πλουτῆσαι κερδάνας. Ἀνάνηψον τῆς βιω 62.746 τικῆς θαλάσσης, ὦ ἄνθρωπε, καὶ μέρισον τὸν πλοῦτον ἑκὼν πτωχοῖς· μὴ τοῦτον καταλείψῃς ἐχθροῖς· πρόλαβε τῶν εἰς σὲ κεχηνότων τὰ στόματα· μὴ γένῃ θήρα τῶν τὰς ἀλλοτρίας ἀνιχνευόντων οὐσίας.
Τέκνων ὑπάρχεις πατήρ; τούτων τὴν ψυχὴν ἀδελφὴν καταρίθμησον, μέρος καὶ αὐτῇ τῆς οὐσίας ἀφόρισον. Φιλόπαις εἶ; γενοῦ καὶ φιλόθεος, δι' οὗ τὸ φιλόπαις ἐκτήσω. Ἀλλ' ἀπαιδίαν ἐνόσησας; μὴ ἐμπέσῃς εἰς υἱοὺς οὓς ἡ φύσις οὐ δέδωκέ σοι· σαυτὸν εὖ ποιῶν κληρονόμησον· μὴ γυμνὸς ἐλεημοσύνης ὀφθῇς τῷ Κριτῇ· φεῦγε τὴν ἀπειλουμένην πυράν· πρὸς τὴν κοινὴν τοῦ γένους ἔξοδον εὐτρεπίσθητι· ἐκείνην σου τὴν τελευταίαν ἡμέραν τῆς ζωῆς περισκόπησον. Ὅταν σου τὴν ψυχὴν οἱ παριόντες ἄγγελοι ἀθρόον ἐφιστῶνται λαβεῖν, τί δράσεις ὑπὸ τοῦ κλέπτου θανάτου ἑλκόμενος; ὅταν μέλλῃς ἀθυμεῖν ἐκ τοῦ συνέχοντός σε κινδύνου, ὅταν ἀμυδρὸν, ὅταν ἄσημα φθέγγῃ ὅταν ἀδρανὲς καὶ πυκνὸν πνῇς, ὅταν ἔνδοθεν ἐπικέηται φλὸξ καταγωνιζομένη τῆς ψυχῆς, ὅτε σύμμαχος οὐδεὶς παρίσταται τοῦ δεινοῦ κατεπείγοντος, ὅτε ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; ὅτε χρήματα ἀποῤῥέει, ὅτε εἰς τὸ φρικτὸν ἐκεῖνο ἡ ψυχὴ συνελαύνεται δικαστήριον, ὅτε τῶν σαυτοῦ κύριος οὐκέτι γενήσῃ, ὅταν μεταμεληθῇς ἐφ' οἷς ἔπραξας, τῆς μεταμελείας χώραν οὐκ ἐχούσης λοιπὸν, ὅτε κλείεται τῆς μετανοίας ἡ θύρα, καὶ τοῦ παραδείσου ἡ εἴσοδος ἀποτειχίζεται, ὅταν στενάξῃς μὲν ἐκ καρδίας βάθους, τὸν δὲ ἐξαιρούμενον οὐχ εὑρήσῃς, ἆρα οὐ πρὸς τοιαύτας κατὰ σαυτὸν ἀπαντήσῃς τῷ λογισμῷ ἀπορίας; Οὐδαμῶς· ἀλλὰ πικρὸν στενάξεις κατὰ ψυχὴν καὶ ἐρεῖς ἄφωνος, Οἴμοι, οἴμοι ὁ τάλας ἐγώ· ὠθοῦμαι πρὸς ἔξοδον ὁ ταλαίπωρος, ἕλκομαι πρὸς βίαν καταλῦσαι τὸν βίον, ἄγομαι δέσμιος ὅθεν ὑποστρέφειν οὐκ ἔστι. Λοιπὸν οὐ βοηθοῦσιν οἰκέται, οὐ παραφαίνονται φίλοι, οἱ κόλακες ἀνεχώρησαν, οἱ δορυφόροι οὐ παρίστανται· οὐ συμπράττει μοι ζώνη, οὐ συμβάλλεταί μοι χρυσὸς, οὐκ ἐξαιρεῖταί με στρατὸς, οὐ λυτροῦταί με χρήματα, περιφανεῖς οὐ διασώζουσιν· οἴκους μάτην ᾠκοδόμουν, ἐδαπάνησα ἀκαίρως τοσαῦτα χρήματα, ἐσώρευσα τάλαντα. Ἐμοὶ τὰ τῆς δόξης ἐκπίπτει· οὐκέτι κελεύω, καὶ παρίστανται παῖδες· οὐ προστάττω, καὶ κυκλοῖ με στρατός· οὐκ ἐπιτάττω, καὶ πόλεις πᾶσαι τὸ κελευσθὲν ἐκπληροῦσι. Τί δράσω ὁ δείλαιος ἐγώ; τί πράξω τῶν ἀνενδότων ἐπικειμένων;
∆υσωπήσω, ἱκετεύσω πάλιν τὸν ἕλκοντα θάνατον, εἰ καὶ γνώμην ἐλέου οὐκ ἔχει. Ἐξαιτῶ σε, ὦ θάνατε, ὀλίγον μοι καιρὸν ζωῆς φιλοτίμησαι. Οὐ φοβῇ βασιλικὸν ἀξίωμα; οὐκ εἶδές μου πρὸ τῶν θυρῶν ηὐτρεπισμένον ὄχημα; αἰδέσθητι παρακαλοῦσαν εὐγένειαν, ἐντράπηθι πολιὰν δυσωποῦσαν, φεῖσαι δακρυούσης νεότητος. Οὐκ ἀφέσεως, ὦ θάνατε, ὁλοτελοῦς, ἀλλ' ὑπερθέσεως χρῄζω μικρᾶς. Ἔτι μου περιλέλοιπα τὸν οἶκον ἀτέλεστον, ἔτι μερίσαι κληρονόμοις ὡς ὤφειλον, τὸν κλῆρον οὐκ ἔφθασα. Λήθη με μέχρι τοῦ παρόντος μὴ νῆψαι πεποίηκε, βιωτικαῖς φροντίσιν ἀπασχολούμενον· τὸν νοῦν εἴασά μου τὸ καιριώτερον ἀπρονόητον. Ἄφνω πρὸς δίκην ἕλκεις με· ποίοις εἰσαγόμενος χρήσομαι ῥήμασι; ποίαν καλέσω συνεργὸν εὐπραξίαν; ποῖόν μοι συνηγορήσει κρινομένῳ κατόρθωμα; τί πράξας ἀπολογήσομαι τῷ Κριτῇ; τί εἴπω, ἢ τί φθέγξωμαι, κάτω νεύειν ὑπὸ τοῦ βάρους τῶν πταισμάτων ἀναγκαζόμενος; Μακροθύμησον ἐπ' ἐμοὶ μικρὸν, παρακαλῶ. Ποῦ με ἀνέτοιμον