1

 2

 3

 4

 5

2

ἐπὶ τέκνα, καὶ ἀπειθῶν ἐν φρονήσει δικαίων. Λέγετε, ὦ παῖδες, πόθεν ὑμῖν ἡ καλὴ αὕτη καὶ ἐπίχαρις ἅμιλλα καὶ ᾠδή; τίς ὁ διδάξας; τίς ὁ σοφίσας; τίς ὁ συναθροίσας; ποῦ αἱ δέλτοι; τίνες 59.705 οἱ παιδαγωγοί; Συγκοινωνήσατε ἡμῖν, φησὶ, τῆς εὐω χίας καὶ μελῳδίας, καὶ μαθήσεσθε τὰ Μωϋσῇ καὶ τοῖς λοιποῖς προφήταις ἐν ἐπιθυμίαις. Ἐπεὶ οὖν προετρά πημεν, καὶ δεξιὰς ἡμῖν ἔδωκαν οἱ παῖδες κοινωνίας, δεῦρο, ἀγαπητοὶ, καὶ ἡμεῖς ζηλώσωμεν τὴν θεοπρεπῆ χορείαν, καὶ μετὰ τῶν ἀποστόλων ὁδοιποιήσωμεν τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, καὶ ἐφ' ὑποζύγιον, ὡς εὐδόκησεν, ἐποχουμένῳ ἐπὶ τῆς γῆς.

Μετὰ νηπίων τὰ κλάδη ἄρωμεν, καὶ τοῖς κλάδοις κροτήσωμεν, ὅπως ἐπιπνεύσῃ καὶ ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τὴν θεοδίδακτον ἀναπέμψωμεν εὐτάκτως ᾠδὴν, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ὡσάννα ἐν τοῖς ὑψίστοις. Σήμερον ὁ πατριάρχης ἐν πνεύματι ἑορτάζει Ἰακὼβ, ὁρῶν τὴν προφητείαν αὐτοῦ εἰς ἔργον ἀχθεῖσαν, καὶ τὸν δεσμεύοντα πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, ἐπιβεβηκότα ἐπὶ πῶλον νέον· καὶ μετὰ τῶν πιστῶν προσκυνεῖ τῷ πνεύματι. Σήμερον πῶ λος ἑτοιμάζεται τὸ τῶν ἀλογίστων ἐθνῶν τὸ πρὶν ἄλογον ἐξεμπλάριον εἰς ἔνδειξιν ὑποταγῆς τοῦ ἐξ ἐθνῶν νέου λαοῦ· καὶ νήπια καταμηνύουσι τὴν τούτων πρὸς θεο γνωσίαν νηπιότητα. Σήμερον ὁ βασιλεὺς τῆς δόξης ἐπὶ γῆς προφητικῶς δοξάζεται, καὶ κοινωνοὺς τῆς ἐπουρα νίου εὐωχίας τοὺς γηγενεῖς ἀναδείκνυσιν· ἵνα δείξῃ ὅτι αὐτός ἐστι Κύριος ἀμφοτέρων, ὡς ἑκατέρωθεν συμφώνως σὺν Πατρὶ καὶ Πνεύματι ἀνυμνούμενος.

∆ιὰ τοῦτο οἱ μὲν ἄνω τὴν ἐπὶ τῆς γῆς σωτηρίαν καταμηνύοντες ἔψαλλον, Ἅγιος, ἅγιος, ἅγιος, Κύριος σαβαώθ· πλή ρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ· οἱ δὲ κάτω τῇ ἐπουρανίῳ εὐφροσύνῃ συμπανηγυρίζοντες ἐκραύγαζον, Ὡσάννα ἐν τοῖς ὑψίστοις, ὡσάννα τῷ υἱῷ ∆αυΐδ. Καὶ οἱ μὲν ἐδοξολόγουν, Εὐλογημένη ἡ δόξα Κυρίου ἐκ τοῦ τόπου αὐτοῦ· οἱ δὲ ἐθεολόγουν, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

βʹ. Τούτων δὲ οὕτω τελουμένων, καὶ τῶν μαθητῶν χο ρευόντων περὶ πασῶν

ὧν εἶδον δυνάμεων, καὶ λεγόντων, Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου· ἐν ὑψίστοις δόξα, καὶ ἐπὶ γῆς εἰρήνη· ἡ πόλις ἐσείετο λέγουσα· Τίς ἐστιν οὗτος; πεπωρωμένον φθόνον κατὰ τῆς τοῦ ∆εσπότου δόξης κινοῦσα. Πόλιν δὲ ἀκούων, τὴν παλαιὰν τῆς συναγωγῆς ἄτακτον πληθὺν ἐπιγίνωσκε. ∆ιερωτῶσιν οἱ ἀγνώμονες, Τίς ἐστιν οὗτος; ὡς μήπω ἑωρακότες τὸν εὐεργέτην καὶ περιβόητον τοῖς θεοπρε πέσι θαύμασιν. Οὐ γὰρ κατέλαβεν ἡ σκιὰ τὸ ἐν αὐτῇ ἐπιλάμψαν ἄδυτον φῶς. Ὅθεν εὐθυβόλως προανακέ κραγε πρὸς αὐτοὺς Ἡσαΐας λέγων· Οἱ κωφοὶ, ἀκού σατε, καὶ οἱ τυφλοὶ, ἀναβλέψατε ἰδεῖν. Καὶ τίς τυ φλὸς, ἀλλ' ἢ οἱ παῖδές μου; καὶ κωφοὶ, ἀλλ' ἢ οἱ κυριεύοντες αὐτῶν; Καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ. Εἴδετε πολλάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνεῳγ μένα τὰ ὦτα, καὶ οὐκ ἠκούσατε. Ὁρᾶτε, ἀγαπητοὶ, ἀκρίβειαν λόγων; ὅπως τὸ προθεωρητικὸν θεῖον Πνεῦμα διὰ τῶν ἁγίων αὐτοῦ, ὡς παρόντα, τὰ μέλλοντα προεκήρυττεν;

Εἶδον γὰρ οἱ ἀχάριστοι, καὶ ἐψηλάφησαν διὰ τῶν θαυμάτων τὸν θαυματουργὸν Θεὸν, καὶ τῇ ἀπιστίᾳ ἐνέμειναν· εἶδον τὸν τυφλὸν ἐκ γενετῆς τὸν φωταγωγή σαντα Κύριον κηρύττοντα· εἶδον σύγχρονον καὶ σύζυ γον τῇ ἀσθενείᾳ παράλυτον προστάγματι διαζευχθέντα τῆς κακουχίας· ἐθεάσαντο Λάζαρον φυγάδα θανάτου γεγονότα· ἤκουσαν τὸν ἐν θαλάσσῃ περίπατον, τὴν ἀγε ώργητον οἰνοδοσίαν, τὴν ἄμοχθον ἀρτοτροφίαν, τὴν τῶν δαιμόνων ἀπελασίαν, τὴν τῶν καμνόντων εὐρωστίαν· αἱ πλατεῖαι αὐτῶν τὰς δυνάμεις ἐκήρυττον, αἱ ὁδοὶ αὐ τῶν τὰς ἰάσεις τοῖς ὁδοιπόροις κατήγγειλον· πᾶσα ἡ Ἰουδαῖα ἐπληρώθη τῶν εὐεργεσιῶν, καὶ νῦν πυνθάνονται, Τίς ἐστιν οὗτος; Ὢ τῆς ἀνοίας τῶν ψευδωνύμων διδα σκάλων! ὢ τῶν ἀπειθῶν πατέρων! ὢ τῶν ἀφρόνων πρε σβυτέρων! ὢ σπέρμα Χαναὰν τοῦ