2
τῶν στεφάνων ἡ ἀπόλαυσις μένῃ διαρκὴς καὶ ἀτελεύτητος, τῇ τῶν ἀπείρων αἰώνων ἐκείνων ἀθανασίᾳ συμπαρεκτεινομένη. Μειζό νως τοίνυν αὐτοὺς τιμῆσαι βουλόμενος ἀνεβάλετο τὴν δωρεάν· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ' ἵνα καὶ καθαρὰν λοιπὸν ἔχωσι τὴν ἡδονήν. Ὥσπερ γὰρ ὁ πρότερον τρυφῶν καὶ ἀνέσεως ἀπολαύων, μετὰ δὲ ταῦτα θλι βόμενος, οὐκ αἰσθάνεται τῆς παρούσης τρυφῆς τῇ προσδοκίᾳ τῶν μελλόντων δεινῶν· οὕτως ὁ πρότερον πυκτεύων, καὶ ἀθλῶν, καὶ μυρία ὑπομένων κακὰ, μετὰ δὲ ταῦτα στεφανούμενος, οὐκ αἰσθάνεται τῶν παρόντων δεινῶν, τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν ἀνανεούμενος. Οὐ τοῦ παρόντος δὲ μόνον ἐκούφισεν αὐτοὺς πόνου τῇ μελλούσῃ ἐλπίδι, ἀλλὰ καὶ τῇ τάξει προτέραν τῆς ἀνέσεως κατασκευάσας γίνεσθαι τὴν θλῖψιν, ἵνα μὴ σφόδρα ὑπὸ τῶν παρόντων δεινῶν κατατείνωνται πρὸς ἐκεῖνα βλέποντες. Οὕτω καὶ οἱ πυκτεύοντες δέχονται τὰ τραύματα προθύμως, οὐ πρὸς τὰς ἀλγηδόνας, ἀλλὰ πρὸς τὸν στέφανον βλέποντες· οὕτω καὶ ναῦται μυρίους ὑπομένοντες κινδύνους, χειμῶνας, καὶ πόλεμόν τινα χαλεπὸν, καὶ πρὸς θηρία ἄγρια, καὶ πρὸς τοὺς ἐν τῇ θαλάττῃ κακούργους ἀντιπαραταττόμενοι, οὐδὲν τούτων λογίζονται, ἀλλὰ πρὸς τοὺς λιμένας, καὶ τὸν ἀπὸ τῆς ἐμπορίας πλοῦτον ὁρῶσιν· οὕτω καὶ οἱ μάρτυρες μυ ρία πάσχοντες δεινὰ, καὶ τὸ σῶμα διαφόροις βασάνοις κατατεμνόμενοι, πρὸς οὐδὲν τούτων ἑώρων, ἀλλὰ πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐκεῖθεν κεχήνασιν ἀγαθά. Καὶ ἵνα μάθητε ὅτι τὰ φύσει φορτικὰ καὶ ἀφόρητα, ταῦτα τῇ ἐλπίδι τῶν μελλόντων κοῦφα καὶ ῥᾷστα γίνεται, ἀκούσατε τοῦ πρωτοστάτου τῶν τοιούτων ἀγαθῶν λέγοντος· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν. Πῶς, εἰπέ μοι; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.
βʹ. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ δι' ὑμᾶς, ἵνα ὅταν ἴδητέ τινα
τρυφῶντα καὶ ἀνέσεως ἀπολαύοντα ἐν τῷ βίῳ τούτῳ, μέλλοντα δὲ ἐκεῖ κολάζεσθαι, μὴ μα καρίζητε αὐτὸν διὰ τὴν παροῦσαν τρυφὴν, ἀλλὰ ταλα νίζητε διὰ τὴν μέλλουσαν κόλασιν. Καὶ πάλιν ὅταν ἴδη τέ τινα τῶν μελλόντων ἐκεῖ πολλῆς ἀπολαύειν τιμῆς ἐν θλίψει καὶ στενοχωρίᾳ, καὶ μυρίοις ὄντα κακοῖς ἐν τῇ προσκαίρῳ ταύτῃ ζωῇ, μὴ δακρύητε διὰ τὰ παρόντα δεινὰ, ἀλλὰ μακαρίζητε, καὶ ζηλωτὸν εἶναι νομίζητε διὰ τοὺς ἀποκειμένους αὐτῷ στεφάνους ἐν τοῖς ἀπείροις αἰῶσιν ἐκείνοις. Ἤνεγκε μὲν οὖν τὸν ἅγιον τοῦτον τὸ τῶν Κιλίκων ἔθνος, ὃ καὶ τὸν Παῦλον ἤνεγκε· συμπολίτης γὰρ ἦν ἐκείνου, καὶ ἀμφότεροι ὑπουργοὶ τῆς Ἐκκλησίας ἐκεῖθεν ἡμῖν προεβλήθησαν. Ἐπειδὴ δὲ τὸ στάδιον ἀνέῳγε τῆς εὐσεβείας, καὶ πρὸς τοὺς ἄθλους αὐτὸν ὁ καιρὸς ἐκάλει, περιπίπτει χαλεπῷ θηρίῳ τῷ τότε δικάζοντι. Καὶ σκοπεῖτε τὴν μηχανήν. Ἰδὼν γὰρ αὐτοῦ τὸ φρόνημα στεῤῥὸν, καὶ ὡς οὐ δυνατὸν τῇ σφοδρότητι τῆς τιμωρίας ὑπεκλῦσαι τὸ εὔτονον τῆς προθυμίας, εἰς μελλήσεις αὐτὸν ἐμβάλ λει καὶ ἀναβολὰς, εἰσάγων καὶ ἐξάγων συνεχῶς.
Οὐ γὰρ ἐν μιᾷ ἡμέρᾳ ἀκούσας ἀπέτεμεν αὐτοῦ τὴν κε φαλὴν, ἵνα μὴ τὸ σύντομον τῆς τιμωρίας εὐκολώτε ρον αὐτῷ ποιήσῃ τὸν δρόμον, ἀλλὰ καθ' ἑκάστην 50.669 ἡμέραν εἰσῆγεν, ἐξῆγεν, πεύσεις προσῆγε, βασάνους μυρίας ἠπείλει, λόγοις κολακευτικοῖς ἐδελέαζε, πᾶ σαν ἐκίνει μηχανὴν τὸν ἄσειστον θεμέλιον ἐπιχειρῶν διασαλεύειν· καὶ περιῆγεν αὐτὸν ἐνιαυτὸν ὁλόκληρον πανταχοῦ τῆς Κιλικίας καταισχύνων, μᾶλλον δὲ, ὡς οὐκ ᾤετο, λαμπρότερον ἀποφαίνων· ὁ δὲ μάρτυς ἐβόα καὶ αὐτὸς συνῳδὰ τῷ Παύλῳ, Χάρις τῷ Θεῷ τῷ θριαμβεύοντι ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι' ἡμῶν ἐν παντὶ τόπῳ. Καθάπερ γὰρ μύρον ἕως μὲν ἐν ἑνὶ τόπῳ κεῖται, ἐκεῖνον μόνον ἀναχρώννυσι τὸν ἀέρα τῆς εὐωδίας, ἐπειδὰν δὲ εἰς πολλὰ προενεχθῇ χωρία, πάντα ἐμπίπλησι τῆς οἰκείας ἀρετῆς· οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος συνέβαινε τότε. Περιήγετο μὲν γὰρ ὡς μέλλων