2
καὶ δυνάμεως. Πανταχόθεν περιεπέφρακτο ὁ τοῦ Χριστοῦ στρατιώτης, ἑκατέρωθεν ἐτεθωράκιστο ὁ εὐσεβὴς πολεμάρχης· Πλήρης πίστεως καὶ δυνάμεως. Ἐπήρκεσαν, φησὶ, ταῦτα πρὸς νίκην, ἐξίσχυσαν ταῦτα παρασχεῖν τὸ τρόπαιον. Πίστις γὰρ καὶ δύναμις καὶ τὸν ἀρχέκακον ἐνίκα, καὶ Ἰουδαίους κατέπληττε. Πλήρης πίστεως καὶ δυνάμεως ἐποίει σημεῖα καὶ τέρατα μεγάλα ἐν τῷ λαῷ. Θαυμάτων ὁ ἀριστεὺς ἐνεδείκνυτο πλήθη, τεραστίων πλῆθος ὁ Χριστοῦ εἰργάζετο στρατιώτης· Ἐποίει σημεῖα καὶ τέρατα ἐν τῷ λαῷ, χωλοῖς μὲν χαριζόμενος δρόμους, παρέτοις δὲ ὑγίειαν ἐκπέμπων, ἵνα πρὸς φθόνον τοὺς ἀρχιερεῖς διεγείρῃ· οὕτως ἐπεθύμει διὰ Χριστὸν γεύσασθαι θανάτου. Εἶτα ἐκκαλεῖται κατ' αὐτοῦ ἀνδρῶν ἀσεβεστάτων πεντάπολιν. Ἀνέστησαν γὰρ, φησὶ, τινὲς τῶν ἀπὸ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ. Ὢ πόσον ὄχλον ἡ κακία συνήγαγεν! ὢ πόσον δῆμον ὁ φθόνος συνέτρεψε! Λιβερτίνους, Κυρηναίους, Ἀλεξανδρεῖς, καὶ τοὺς ἀπὸ Κιλικίας καὶ Ἀσίας. Ἄπειρος, φησὶν, ὄχλος καθ' ἑνὸςπαρετάξατο στρατιώτου· ἄμετρα πλήθη καθ' ἑνὸς ὥρμησαν ἀριστέως· πέντε πόλεων ἄνδρες ἐφ' ἕνα κατέδραμον νεανίαν. Ὢ τῆς ἀνιατρεύτου τῶν Ἰουδαίων κακίας! ἐξ αὐτῆς τῆς θέας ἠθέλησαν τὸν ἀριστέα ἐκφοβῆσαι, ἵνα τῇ ὑπερβολῇ τοῦ πλήθους ὑπεκλυθῇ τὰ νεῦρα. Εἶτα καὶ τάξιν οἱ παμπόνηροι ἐπιτιθέασι τῇ μάχῃ, καὶ ζητημάτων τῷ Στεφάνῳ ἐν προοιμίοις πλέκουσι λόγους. Ἀνέστησαν γὰρ, φησὶ, τινὲς ἐκ τῆς συναγωγῆς τῆς λεγομένης Λιβερτίνων, καὶ Κυρηναίων, καὶ Ἀλεξανδρέων, καὶ τῶν ἀπὸ Κιλικίας καὶ Ἀσίας, συζητοῦντες τῷ Στεφάνῳ. Τί, φασὶν, ὦ νεανία, ἀπερισκέπτως ὑβρίζεις τὸ Θεῖον; τί μεμελετημένοις λόγοις πείθεις τὸν ὄχλον; τί θαυμάτων ἀπάτῃ διασκεδάζεις τὸ ἔθνος; Ὧδε τῶν ζητημάτων τὸ πέρας· Θεός ἐστιν ὁ ἐκ Μαρίας τεχθείς; ∆ημιουργὸς ὁ τοῦ τέκτονος υἱός; οὐ Βηθλεὲμ τούτου κώμη, καὶ τροφὸς ἡ Ναζαρέτ; Θεὸν φαντάζῃ τὸν ἐπὶ γῆς τεχθέντα; Θεὸς, ὁ δι' εὐτέλειαν σπαργανωθεὶς ἐν τῇ φάτνῃ; ὁ ἀποδράσας ὀργισθέντα τὸν Ἡρώδην; ὁ πρὸς κάθαρσιν λουτρὸν δεξάμενος Ἰορδάνην; ὁ πείνῃ 59.503 δουλεύσας καὶ δίψῃ; ὁ κόπου αἰσθόμενος καὶ ὕπνου, ὁ κρατηθεὶς, καὶ μὴ ἰσχύσας διαδρᾶσαι; ὁ ῥαπισθεὶς, καὶ ἑαυτὸν μὴ ἐκδικήσας; ὁ ἀναρτηθεὶς, καὶ κατελθεῖν μὴ ἰσχύσας; ὁ ἐπάρατον καὶ ἐφύβριστον εὑράμενος τέλος; Τὸν ἐν τάφῳ τεθέντα, ἐν οὐρανοῖς εἶναι φαντάζῃ; τὸν παραπλήσιον θνητοῖς, νεκρῶν ζωὴν εἶναι κηρύττεις; Κατεδέχετο οὖν Θεὸς ταῦτα παθεῖν; οὐκ ἐκέλευσε, καὶ τοὺς ἐπελθόντας ἐνέκρου; οὐχὶ προστάττων αἰφνίδιον ἐπῆγε τὸν θάνατον; Ἢ παῦσαι τοίνυν τῆς πλάνης, ἢ τὸν ἴσον αὐτοῦ δέχου καὶ σὺ θάνατον.
βʹ. Τοιαῦτά τινα λέγοντες ἦσαν συζητοῦντες τῷ Στεφάνῳ. Εἶτα ὁ Στέφανος· Οὐ παρ' ὑμῖν φυλάττονται τῶν προφητῶν τὰ συγγράμματα; οὐχ ὑμεῖς τὰς τῆς Παλαιᾶς ἀναπτύσσετε βίβλους; οὐκ ἐλέγετε ἀλλήλοις, Ἡμεῖς οἴδαμεν, ὅτι Μωϋσῆ λελάληκεν ὁ Θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν· ἡμεῖς τοῦ Μωϋσέως μαθηταί ἐσμεν; Οὐχὶ Μωϋσῆς ἔλεγε· Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε; οὐ προέγραψε πόῤῥωθεν Μιχαίας· Καὶ σὺ, Βηθλεὲμ γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος; οὐ τῆς ἀπειρογάμου ὁ Ἡσαΐας προανήγγειλε τὸν τόκον· Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει; οὐ τῶν ἐν τῇ φάτνῃ ζώων τὴν παράστασιν ὁ Ἀμβακοὺμ προεῖπεν· Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ; οὐ τὴν ἐν Αἰγύπτῳ φυγὴν δι' Ἡρώδην εἶπεν ὁ Ἡσαΐας· Ἰδοὺ Κύριος ἔρχεται ἐπὶ νεφέλης κούφης εἰς Αἴγυπτον; οὐ τῶν ὑδάτων τοῦ Ἰορδάνου τὸν δρασμὸν ὁ ∆αυῒδ προεμήνυσεν· Εἴδοσάν σε ὕδατα, ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν; οὐ τῶν κόπων καὶ πόνων τὴν ἔκβασιν ὁ Ἡσαΐας προέγραψεν· Αὐτὸς τὰς ἁμαρτίας ἡμῶν ἔλαβε, καὶ τὰς νόσους ἐβάστασεν; οὐ τῶν ἥλων τὴν βίαν ∆αυῒδ προεῖπεν ὁ προφήτης· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου; οὐ τὴν ἐν τῷ ξύλῳ ἀνάρτησιν ὁ Μωϋσῆς προανεκήρυξεν· Ὄψεσθε τὴν ζωὴν ὑμῶν