1

 2

 3

 4

2

διὰ τὸ τοῦ αἵματος σύμβολον. Ἐσθίουσι τὸ πρόβατον Ἰουδαῖοι σὺν ἀζύμοις καὶ πικρίσιν. Ἐξίασιν ἐξ Αἰγύπτου· ἐπιδιώκει Φαραὼ καὶ οἱ λει πόμενοι τῶν Αἰγυπτίων· ἐπὶ τὴν θάλασσαν ἔρχονται τὴν Ἐρυθράν. Αὕτη δέχεται μὲν τὸν τῶν Ἑβραίων στρατὸν διαιρεθεῖσα δυνάμει Θεοῦ, καὶ ῥάβδῳ Μωϋσέως· κατα ποντίζει δὲ τὴν Αἰγυπτιακὴν δύναμιν ἐπεισελθοῦ σαν. Προβατόν σοι Χριστὸς ἐπ' ἐξόδῳ τῇ ἀπὸ κόσμου, καὶ σὲ συμμετατίθησιν εἰς οὐρανὸν ἀναβαίνων· ἀναβιβάζει καὶ σὲ ἐπὶ τὴν αἰωνίαν ζωήν. Μετάγων τὸν ἄνθρω πον τὸν ἐκ ∆αυῒδ γεγονότα, συμμετάγει τοὺς ἀκολου θοῦντας, τοὺς ὑπηκόους καὶ πειθηνίους, τοὺς μηκέτι Φαραὼ φοβουμένους, μηδὲ δηλῶς ἐναπομένοντας ταῖς δουλικοσμικαῖς καὶ κακοπαθείαις γηΐναις, διὰ τὴν ὀλίγην καὶ δριμεῖαν ἡδονὴν, ἧς τύπον εἶχεν ὁ Ἰσραὴλ τὴν τῶν κρεῶν καὶ κρομμύων καὶ σκορόδων βρῶσιν ἐν Αἰγύπτῳ. Τοιαύτη γὰρ ἡ κατὰ κόσμον ἡδονὴ, δριμυτάτην τῶν με ριμνῶν πόλιν ἔχουσα συμπεπλεγμένην, σαρκικὴν δὲ καὶ θηριώδη τὴν πλησμονήν. Ἐξιόντι δέ σοι τῆς κοσμικῆς ζωῆς, ἀρχὴ ζωῆς ἀληθινῆς γίνεται· ὥσπερ ἐκείνοις ἀρχὴ μηνῶν τὸ πάσχα τὸ τυπικόν.

Νῦν γὰρ ἀρχὴ [τοῦ] ζῇν, ὅτε ἀποτάσσῃ τῇ κοσμικῇ καὶ γηΐνῃ ζωῇ· νῦν εὑρί σκεις τί τὸ ἀληθινὸν ζῇν, τὸ ἐν πνεύματι. Θύεται Χρι στὸς, ὥστε γινώσκεις τὴν θυσίαν αὐτοῦ τὴν ὑπὲρ σοῦ 59.734 γενομένην. Τότε σοι πληροῦται τὸ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος. Καὶ ἡ μὲν ἠπιότης ἐν αὐτῷ σώζει τοῦ προβάτου τὴν πρωτοτύπωσιν· ἡ δὲ εἰς ὕψος ἄνοδος, καὶ οὐκ ἐν τοῖς κάτω κατάσχεσις, ἀποσώζει τοῦ ἐρίφου τὴν ἐπὶ τὰ ὑψηλὰ πορείαν. Αἶγες γὰρ ἐπὶ τὰ ὑψηλότερα καὶ δύσβατα πηδῶσί τε καὶ ἀναβαίνουσιν. Ὑψηλῶν δὲ ἀν θρώπων καὶ δυσβάτων ἦν οὐρανὸς, ἀφ' ἧς ἡμέρας καταπέπτωκε σφαλεὶς ἀπὸ τῆς θείας ἐντολῆς, σαρκὶ δουλεύσας καὶ Πνεύματος ἁγίου χωρισθείς. Ἀναβαίνει δὴ καὶ ἀναβιβάζει σε τὸ θεῖον ἱερεῖον τυθὲν ὑπὲρ σοῦ. Μετὰ σοῦ γὰρ ἀπέθνησκεν, ἵνα σὺ ζήσῃς ἐν αὐτῷ. Αἷμα δέ σοι τὸ τοῦ ἀμνοῦ σωτήριον, ἐὰν προσέλθῃς τῷ αἵματι πιστῶς, ἐὰν τὰς αἰσθήσεις τὰς ἑαυτοῦ καὶ τὰς ἐννοίας, δι' ὧν εἰσέρχεται θάνατος ἁμαρτίαν προσεισπέμπων, ταύτας τῇ πίστει τοῦ αἵματος οἱονεὶ χρίσῃς, καθάπερ ὁ Ἰσραὴλ ἔχριε τὰς εἰσόδους τῷ αἵματι. Ἐὰν γάρ σοι μὴ ἐπεισέλθῃ διὰ τῶν ὀφθαλμῶν ἐπιθυμία, διὰ τῆς ἀκοῆς, διὰ τῆς ὀσφρήσεως, διὰ τῆς γεύσεως, διὰ τῆς ἁφῆς, καὶ μετὰ ταῦτα διὰ τῶν λογισμῶν, οὐ κρατεῖ σου θάνατος, ἀλλὰ φέρων ἐν τῷ σώματι τὴν νέκρωσιν τοῦ Ἰησοῦ, ἔχεις καὶ τὴν ζωὴν ἐν τῷ σώματί σου φανερουμένην, καὶ οὕτως ὑπερβήσεται ὁ θάνατος ὁ ἐκ τοῦ πρωτοπλά στου Ἀδὰμ, ὡς τὰς Ἑβραίων οἰκίας ὑπερέβαινεν ὁ τῶν πρωτοτόκων ὄλεθρος. ∆ιὸ καὶ τῆς ἐπὶ τούτοις ἑορτῆς ὄνομα πάσχα σημαῖνον ὑπέρβασιν. Ἄμωμόν σοι τὸ πρό βατον· ἄμωμος γάρ σοι Ἰησοῦς· Ὃς ἁμαρτίαν, φησὶν, οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐ τοῦ. Τέλειον ἄρσεν. Ἡ γὰρ τελείωσις τῆς δικαιοσύνης παρὰ τῷ μόνῳ ἀληθινῷ βασιλεῖ. Ἐνιαύσιόν τε τὸ πρό βατον αἰωνίου τύπος Χριστοῦ. Σύμβολον γὰρ αἰῶνος ἐνιαυτὸς, ὁ αὐτὸς ἐν παντὶ αἰῶνι πολλάκις ἀνακυκλού μενος, καὶ τὰς πάσας τροπὰς ἔχων ἐν ἑαυτῷ, τοῦ καινοῦ τύπος ἀνθρώπου, ἐν ᾧ τὸ παλαιὸν τῆς ἡμετέρας ἀνθρω πότητος εἰς καινότητα μεταβέβληται· Ἐνδύσασθε γὰρ, φησὶ, τὸν καινὸν ἄνθρωπον. Τοῦ προβάτου τὴν ἀμω μότητα καὶ τελειότητα ἐπενδυσάμενος ἔσῃ πρόβατον Θεοῦ, καὶ αὐτὸς παραστήσας τὸ ἑαυτοῦ σῶμα θυσίαν ζῶσαν, ἁγίαν, εὐάρεστον Θεῷ, κατὰ τὸν Ἀπόστολον, καὶ πρὸς τὴν αἰωνίαν παραπεμφθήσῃ ζωήν.

βʹ. Ὁρᾷς, ὅτι τὸ πάσχα τὸ σὸν οὐδὲ σύγκρισιν ἔχει πρὸς τὸ Ἰουδαϊκὸν, ἀλλ'

ὁμοίωσιν αὐτοῦ τὴν σκιοειδῆ μόνον εἶχεν ἐκεῖνο; Καὶ νήπιος ὁ Ἰσραὴλ ἐπὶ τῇ τοῦ προβάτου θυσίᾳ, ταύτην ἡγούμενος παρὰ Θεοῦ σπουδάζεσθαι, καὶ διὰ ταύτης οἰόμενος εἰληφέναι τὴν σωτηρίαν, καὶ οὐχ ὡς τύπον ὁρῶν αὐτὴν τῆς ὄντως σωζούσης θυσίας. ∆ιὸ λέγεται ὑπὸ τοῦ Θεοῦ πρὸς αὐτοὺς διὰ Ἱερεμίου, ὅτι Οὐκ