1

 2

 3

 4

3

ἐνετειλάμην ὑμῖν περὶ θυσιῶν. Καὶ οὐκ ἔστι παρὰ Θεῷ ψεῦδος, ἵνα ἐντειλάμενος εἴπῃ μὴ ἐντετάλ θαι. Ἀλλ' ἡ τοῦ πράγματος δηλοῦται δύναμις, ὅτι προ φητικῶς ἡ θυσία ἐπετελεῖτο καὶ προμηνυτικῶς εἰς Χρι στόν. Καὶ πρόβατον θύειν ἐντελλόμενος ὁ Θεὸς, Χριστὸν ἐδήλου τεθυσόμενον, καὶ τὰ περὶ τὸ πρόβατον ἅπαντα εἰς Χριστὸν προετύπου· ὧν τὰ μὲν ἤδη τεθεώρηκας, τὰ δὲ ἐφεξῆς θεώρει κατὰ δύναμιν. Ἐπὶ πάσης Ἑβραίων οἰκίας ἓν πρόβατον αὐτοτελὲς, καὶ μέρος ἐκ τῶν κρεῶν οὐκ ἐκκομίζεται τῆς οἰκίας ἐν ᾗ θύεται. Ἐπὶ πάσης γὰρ Ἐκκλησίας καὶ ψυχῆς Χριστὸς ὅλος πανταχῆ, καὶ οὐ δαμῆ μερικός. ∆ιὸ πολλὰ μὲν ἐκεῖ τὰ πρόβατα καθ' ἑκάστην οἰκίαν· εἷς δὲ Χριστὸς κατὰ πᾶσαν ψυχὴν ὁ αὐ τό. Πέντε ἡμέρας ἐπὶ τῆς οἰκίας κατέχεται τὸ πρόβατον, ἀπὸ δεκάτης εἰς τεσσαρεσκαιδεκάτην· ἔπειτα οὕτω θύε ται τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν ὑπὸ τῆς Ἰου δαίων συναγωγῆς. Πέντε διαστήματα χρόνου δηλοῦται ταῖς πέντε ταύταις ἡμέραις ἀπὸ Ἀδὰμ μέχρι συντελείας· ἓν μὲν τὸ μέχρι Νῶε, δεύτερον δὲ τὸ ἐκεῖθεν μέχρι Ἀβραὰμ, τρίτον τὸ ἐπὶ Μωϋσέα, τέταρτον τὸ ἐκ Μωϋ σέως ἐπὶ τὴν Χριστοῦ παρουσίαν, πέμπτον ὁ παρὼν τῆς παρουσίας καιρός. Θύεται δὲ πρὸς ἑσπέραν, ὅτι ἐπ' ἐσχάτου τοῦ αἰῶνος ὑπὸ πάσης τῆς συναγωγῆς συνεφώ νησεν ὁ Ἰσραὴλ κατὰ Χριστοῦ.

Ἐμελετᾶτο μὲν ἐξ ἀρχῆς ἡ Χριστοῦ θυσία ἐν τοῖς ἀεὶ τῶν δικαίων παθήμα σιν ἀπὸ Ἄβελ τοῦ δικαίου, καὶ Χριστὸς ἦν ἐν ἅπασιν ὁ πάσχων· ἐπετελέσθη δὲ, ὅτε αὐτὸς δι' ἑαυτοῦ παρὼν ἔπασχεν ὁ θεῖος ἀμνός. Καὶ δὴ κατὰ τὴν τοῦ αὐτοῦ μη νὸς τεσσαρεσκαιδεκάτην ἔπασχε, καὶ τὸ πνεῦμα παρεδί δου πρὸς ἑσπέραν, καὶ κατὰ τοῦτον τὸν τύπον τοῦτο ἦν τὸ ἐκ δεκάτης λαμβάνεσθαι τὸ πρόβατον εἰς τὴν θυσίαν, 59.735 καὶ θύεσθαι τῇ τεσσαρεσκαιδεκάτῃ πρὸς ἑσπέραν, ὅτι ἦν ἀπ' ἀρχῆς μὲν ἡ μελέτη τοῦ πάθους, ἐν τέλει δὲ τὸ πά θος. Εἶτά μοι σκόπει περὶ τὴν τοῦ προβάτου βρῶσιν ἐν τολὴν Θεοῦ καινὴν καὶ παράδοξον, μὴ ἐσθίειν ὠμὰ τὰ τοῦ προβάτου κρέα. Τίς γὰρ ἂν ὠμὸν φάγοι; Ἔστω λέ γειν, Μηδὲ ἑφθὸν, ἵνα μὴ διατρίβωσιν· ἐπειγόμενος γὰρ ὁ καιρός. Τί τὸ μηδὲ ὠμὸν, ἀλλ', Ὀπτὰ πυρί; Οὐδεὶς γὰρ κωλύει τὸ μὴ γενόμενον. Ἀλλὰ σημαίνεται διὰ τῶν τύπων, ὡς ἔφην, τὰ πράγματα. Ὠμὴν προσφέρεται τὴν ἁγίαν τροφὴν ὁ τὴν πίστιν ἔχων ἀργήν· ἑφθὴν ὁ φιλήδο νος, ἐξυδαρῶν ἐν τῇ τοῦ βίου ῥᾳθυμίᾳ τὸ στεῤῥὸν τῆς πίστεως ἔργον, [ὀπτὴν δὲ ὁ] ἐπιτελῶν ἐν πνεύματι θερ μῷ τε καὶ ζέοντι. Κεφαλὴν σὺν ποσὶ καὶ τοῖς ἐντοσθίοις ἐσθίειν κελεύονται. Γίνωσκε καὶ Χριστὸν ἀπὸ μὲν τῆς κεφαλῆς, ὅτι Θεὸς πρὸ αἰώνων ὑπάρχων κεφαλὴ τῆς ἀοράτου καὶ πνευματικῆς Ἐκκλησίας· ἀπὸ δὲ τῶν πο δῶν, ὅτι καὶ ἄνθρωπος ἐπ' ἐσχάτων αἰώνων γῆς ἐπιβάς· ἀπὸ δὲ τῶν ἐντοσθίων, ὅτι κεκρυμμένην ἔχων ἐν σαρκὶ δύναμιν καὶ δικαιοσύνην, καὶ οὐ κατὰ τὸ ἐκτὸς καὶ θεωρούμενον μόνον ἐπωφελὴς καὶ σωτήριος τοῖς μετέχουσιν, ἀλλὰ καὶ κατὰ τὸ ἔνδον καὶ κατὰ τὸ ἀπόκρυφον. Ἐσθίε ται δὲ ἐν νυκτὶ τὰ κρέα, καὶ εἰς τὴν ἡμέραν οὐχ ὑπολείπεται.

Ἀνάμνησις γὰρ τοῦ Χριστοῦ πάθους ἐν τῷ καιρῷ τῆς κοσμικῆς νυκτὸς, μεθ' ἣν ἡμέρα διαλάμψει, καὶ ζωὴ Χριστοῦ φανήσεται. Κατὰ τὸ, Ἡ δὲ ἡμέρα ἤγγικε. Συντρίβει δὲ ὀστέον οὐδείς. Οὐδὲ γὰρ κατέαξαν οἱ δήμιοι τὰ Χριστοῦ σκέλη, [τὰ] τῶν συσταυρωθέντων κατεάξαντες, ὡς ὁ εὐαγγελιστὴς ἐμαρτύρησεν. Αἱ πικρίδες αἱ σὺν τῷ προβάτῳ ἐσθιόμεναι τὴν τῶν θλίψεων πικρίαν ἐδήλουν· τὰ ἄζυμα τὴν ἁπλότητα καὶ εἰλικρίνειαν, ὡς ὁ Παῦλός φησι, τουτέστι, τὸ ἀμιγὲς πρὸς τὴν παλαιὰν κακίαν καὶ νέαν ἀρετήν. Ὑπόλοιπόν ἐστί σοι τὸ σχῆμα τῶν ἐσθιόντων τὸ Πάσχα καὶ θεωρῆσαι πνευματικῶς, καὶ μιμήσασθαι· ἔσται γὰρ ἐν τῷ πνευματικῷ τὸ σωματικὸν σχῆμα. Οὐκ ἔστι σχῆμα κενὸν, ἀλλὰ ἔργον σωτήριον ζῶσαι τὴν ὀσφύν σου, μὴ τὴν τοῦ σώματος ἐν ἱμάντι, ἀλλὰ τὴν τῆς ψυχῆς ἐν ἑτοιμότητι. Ὑπόδησαι τοὺς πόδας ὡσαύτως ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου, κατὰ τὸν Ἀπόστολον. Βακτηρίαν ἐν ταῖς χερσὶν ἔχε, μὴ ξύλον, ἀλλὰ πίστεως ὑποστηριζούσης. Ὅλον τὸ σχῆμα ἐκεῖνο ὀδοιπορητικὸν ὂν, ὡς ἂν πρὸς ἔξοδον ἐπειγομένων τὴν ἐξ Αἰγύπτου, μίμησαι σὺ