1

 2

 3

 4

 5

 6

 7

 8

2

δυνήσεται, καὶ πάντα διεφθαρμένον λογισμὸν ἐκβαλεῖν, καὶ ποιῆσαι περὶ τῶν ὄντων ὀρθὴν ἔχειν τὴν κρίσιν), τῶν τοίνυν πραγμάτων τὰ μέν ἐστι φύσει καλὰ, τὰ δὲ τὸ ἐναντίον· τὰ δὲ οὔτε καλὰ, οὔτε κακὰ, ἀλλὰ τὴν μέσην τάξιν ἐπέχει. Καλὸν ἡ εὐσέβεια φύσει, κακὸν ἡ ἀσέβεια· καλὸν ἡ ἀρετὴ, κακὸν ἡ πονηρία· ὁ δὲ πλοῦτος καὶ ἡ πενία καθ' ἑαυτὰ μὲν οὔτε τοῦτό ἐστιν, 51.356 οὔτε ἐκεῖνο· παρὰ δὲ τὴν προαίρεσιν τῶν χρωμένων ἢ τοῦτο ἢ ἐκεῖνο γίνεται. Ἂν μὲν γὰρ πρὸς φιλανθρωπίαν χρήσῃ τῷ πλούτῳ, γέγονέ σοι καλοῦ τὸ πρᾶγμα ὑπόθεσις· ἂν δὲ εἰς ἁρπαγὰς καὶ πλεονεξίας καὶ ὕβριν, πρὸς τὸ ἐναντίον ἔτρεψας αὐτοῦ τὴν χρῆσιν, ἀλλ' οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ὁ πρὸς ὕβριν τῷ πλούτῳ χρησάμενος. Οὕτω καὶ περὶ τῆς πενίας ἔστιν εἰπεῖν· ἂν μὲν γὰρ γενναίως αὐτὴν ἐνέγκῃς εὐχαριστῶν τῷ ∆εσπότῃ, γέγονέ σοι στεφάνων τὸ πρᾶγμα ἀφορμὴ καὶ ὑπόθεσις· ἂν δὲ βλασφημῇς διὰ τοῦτο τὸν πεποιηκότα, καὶ κατηγορῇς αὐτοῦ τῆς προνοίας, ἐπὶ κακῷ πάλιν ἐχρήσω τῷ πράγματι. Ἀλλ' ὥσπερ ἐκεῖ τῆς πλεονεξίας οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ' ὁ κακῶς τῷ πλούτῳ χρησάμενος· οὕτω καὶ ἐνταῦθα τῆς βλασφημίας οὐ τὴν πενίαν αἰτιασόμεθα, ἀλλὰ τὸν μὴ βουληθέντα σωφρόνως τὸ πρᾶγμα ἐνεγκεῖν. Πανταχοῦ γὰρ καὶ ὁ ἔπαινος καὶ ὁ ψόγος τῆς γνώμης τῆς ἡμετέρας καὶ τῆς προαιρέσεώς ἐστιν. Ἀγαθὸς ὁ πλοῦτος, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ᾧ μή ἐστιν ἁμαρτία· καὶ πάλιν, πονηρὰ ἡ πενία, ἀλλ' οὐχ ἁπλῶς, ἀλλ' ἐν στόματι ἀσεβοῦς, ἐπειδὴ δυσχεραίνει, ἐπειδὴ βλασφημεῖ, ἐπειδὴ ἀγανακτεῖ, ἐπειδὴ κατηγορεῖ τοῦ πεποιηκότος. γʹ. Μὴ τοίνυν κατηγορῶμεν πλούτου, μηδὲ κακίζωμεν πενίαν ἁπλῶς, ἀλλὰ τοὺς οὐκ ἐθέλοντας τούτοις χρῆσθαι καλῶς· αὐτὰ γὰρ τὰ πράγματα ἐν μέσῳ κεῖται. Ἀλλ' ὅπερ ἔλεγον (καλὸν γὰρ ἐπανελθεῖν ἐπὶ τὴν προτέραν ὑπόθεσιν), ὅτι καὶ πλούσιος καὶ πένης μετὰ τῆς αὐτῆς ἀδείας καὶ παῤῥησίας τῶν ἐνταῦθα φαρμάκων ἀπολαύουσι· πολλάκις δὲ μετὰ πλείονος σπουδῆς ὁ πένης. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ἐξαίρετον τῶν φαρμάκων, ὅτι ψυχὰς θεραπεύει, ὅτι μήκει χρόνου οὐ διαφθείρεται, ὅτι ὑπὸ νοσήματος οὐχ ἡττᾶται, ὅτι δωρεὰν πρόκειται ἡ ὠφέλεια, ὅτι ἐξ ἴσου καὶ πλουσίοις καὶ πένησι τὸ τῆς θεραπείας· ἀλλ' ἔχει τι καὶ ἕτερον οὐκ ἔλαττον τούτων τῶν ἀγαθῶν. Ποῖον δὴ τοῦτο; Τοὺς ἐρχομένους εἰς τὸ ἰατρεῖον τοῦτο οὐ δημοσιεύομεν ἡμεῖς. Οἱ μὲν γὰρ εἰς τὰ ἰατρεῖα τὸ ἔξωθεν ἀπιόντες, πολλοὺς ἔχουσι τοὺς τὰ τραύματα θεωροῦντας· κἂν μὴ ἀποκαλύψῃ πρότερον ὁ ἰατρὸς τὸ ἕλκος, τὸ φάρμακον οὐκ ἐπιτίθησιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ μυρίους ὁρῶντες κάμνοντας, λανθανόντως ποιούμεθα τὴν θεραπείαν αὐτῶν. Οὐ γὰρ εἰς μέσον ἄγοντες τοὺς ἡμαρτηκότας, οὕτω δημοσιεύομεν αὐτῶν τὰ ἁμαρτήματα· ἀλλὰ κοινὴν ἅπασι προθέντες τὴν διδασκαλίαν, τῷ τῶν ἀκροωμένων συνειδότι καταλιμπάνομεν, ὥστε ἕκαστον τὸ κατάλληλον φάρμακον τῷ οἰκείῳ τραύματι ἐκ τῶν λεγομένων ἐπισπάσασθαι. Πρόεισι μὲν γὰρ ὁ λόγος τῆς διδασκαλίας ἀπὸ τῆς γλώττης τοῦ λέγοντος, ἔχων κατηγορίαν κακίας, ἔπαινον ἀρετῆς, μέμψιν ἀσελγείας, ἐγκώμιον σωφροσύνης, ψόγον ἀπονοίας, ἐπιεικείας ἔπαινον, καθάπερ ποικίλον καὶ παντοδαπὸν φάρμακον ἐξ ἁπάντων εἰδῶν συγκείμενον· τὸ δὲ πρόσφορον ἑαυτῷ καὶ χρήσιμον λαβεῖν, ἑκάστου τῶν ἀκουόντων ἐστί. Πρόεισι μὲν οὖν φανερῶς ὁ λόγος, εἰς δὲ τὸ ἑκάστου συνειδὸς ἐγκαθεζόμενος, λανθανόντως καὶ τὴν παρ' ἑαυτοῦ θεραπείαν παρέχει, καὶ πρὶν ἢ δημοσιευθῆναι τὸ νόσημα, τὴν ὑγίειαν πολλάκις ἐπήγαγεν. δʹ. Ἠκούσατε γοῦν χθὲς, πῶς ἐπῄνεσα τῆς εὐχῆς τὴν δύναμιν, πῶς ἐκάκισα τοὺς μετὰ ῥᾳθυμίας εὐχομέ 51.357 νους, οὐδένα αὐτῶν δημοσιεύσας. Οἱ μὲν οὖν συνειδότες ἑαυτοῖς σπουδὴν, ἐδέξαντο τὸ ἐγκώμιον τῆς εὐχῆς, καὶ ἐγένοντο σπουδαιότεροι τοῖς ἐπαίνοις· οἱ δὲ συνειδότες ἑαυτοῖς ῥᾳθυμίαν, ἐδέξαντο πάλιν τὴν ἐπιτίμησιν, καὶ τὴν ὀλιγωρίαν ἀπέθεντο. Ἀλλ' οὔτε τούτους, οὔτε ἐκείνους ἴσμεν· ἡ δὲ ἄγνοια ἀμφοτέροις χρήσιμος αὕτη. Πῶς, ἐγὼ λέγω. Ὁ τῶν ἐγκωμίων ἀκούσας τῆς εὐχῆς, καὶ συνειδὼς ἑαυτῷ σπουδὴν, εἰ πολλοὺς εἶχε μάρτυρας τῶν ἐγκωμίων, πρὸς ἀπόνοιαν ἂν ἐξωλίσθησε· νυνὶ δὲ