1

 2

 3

 4

 5

 6

2

Θεοῦ. Οὗτοι οἱ χοροὶ τῶν ὑπ' αὐτὸν προφητῶν εἰσι διαφόροις ὀργάνοις ᾄδοντες καὶ ψάλλοντες καὶ ὀρχούμενοι εἰς δόξαν Θεοῦ τοὺς γενομένους ἐκ Πνεύματος ἁγίου Ψαλμοὺς ρνʹ.

55.533 ΠΡΟΘΕΩΡΙΑ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ.

αʹ. Πᾶσαι μὲν ἅγιαι αἱ θεῖαι Γραφαί· ἔχουσι δέ τι πλέον οἱ Ψαλμοί· οἷον περὶ

σωφροσύνης εὐθέως, μᾶλλον δὲ πρὸ πάντων, περὶ τοῦ μὴ συνεῖναι πονηροῖς, ἀπ' αὐτῆς εὐθὺς τῆς ἀρχῆς τοῦ βιβλίου. ∆ιὰ γὰρ τοῦτο καὶ ἐντεῦθεν ἤρξατο ὁ μακάριος 55.534 ∆αυῒδ λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. Μακαριότητα δὲ ὅταν εἴπῃ, τὴν κορυφὴν λέγει τῶν ἀγαθῶν ἁπάντων. Περὶ δὲ τοῦ συνεῖναι ἀγαθοῖς, περὶ τοῦ γαστρὸς κρατεῖν, περὶ τοῦ 55.535 χεῖρας κατέχειν, περὶ ἀκολασίας, περὶ τοῦ μὴ πλεονεκτεῖν, ὅτι οὐδὲν τὰ χρήματα, οὐδὲ δόξα, καὶ ὅσα τοιαῦτα. Καὶ περὶ μὲν τοῦ σωφρονεῖν ἀκούσῃ αὐτοῦ λέγοντος, Ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων· καὶ πάλιν, Ἐξωλόθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ. Περὶ δὲ τοῦ δεῖν γαστρὸς κατέχειν, Καὶ ἀπέκτεινε, φησὶν, ἐν τοῖς πλείοσιν αὐτῶν, ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. Καὶ ὅτι δεῖ δώρων ἀπέχεσθαι· Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Καὶ δόξης μὴ ἐπιθυμεῖν· Οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ ὀπίσω αὐτοῦ. Τοὺς πονηροὺς μὴ ζηλοῦν· Μὴ παραζηλοῦ ἐν πονηρευομένοις. Τὰς δυναστείας ἡγεῖσθαι οὐδέν· Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν. Μηδὲν τὰ παρόντα ἡγεῖσθαι· Ἐμακάρισαν τὸν λαὸν, ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Ὅτι οὐχ ἁπλῶς ἁμαρτάνομεν, ἀλλ' ἔστιν ἀνταπόδοσις, φησίν· Ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ∆ιὰ τί δὲ οὐ καθ' ἡμέραν ἀνταποδίδωσιν; Ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος. Ὅτι ἡ ταπεινοφροσύνη καλόν· Κύριε, οὐχ ὑψώθη, φησὶν, ἡ καρδία μου. Καὶ ὅτι ἡ ὑπερηφανία κακόν· ∆ιὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος. Καὶ πάλιν, Κύριος ὑπερηφάνοις ἀντιτάσσεται. Ὅτι ἡ ἐλεημοσύνη καλόν· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὅτι τὸ ἐλεεῖν ἐπαινετόν· Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν. Ὅτι κακῶς λέγειν οὐ δεῖ· Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Καὶ πολλὰ τούτων πλείονα εὑρήσεις ἐντεῦθεν ἐμφιλόσοφα δόγματα. Καὶ γὰρ οὐ περὶ τῶν παρόντων μόνον, ἀλλὰ καὶ περὶ τῶν μελλόντων διαλέγεται, καὶ περὶ τῶν ὁρωμένων, καὶ περὶ τῆς ἀοράτου κτίσεως. Καὶ περὶ οὐρανοῦ θέλεις μαθεῖν, πότερον μένει τοιοῦτος, ἢ μεταβάλλεται; Σαφῶς ἀποκρίνεταί σοι καὶ ἐρεῖ, ὅτι Οἱ οὐρανοὶ ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, ὁ Θεὸς, καὶ ἀλλαγήσονται. Καὶ περὶ τοῦ σχήματος ἐὰν θέλῃς ἀκοῦσαι, ἀκούσῃ πάλιν, Ὁ ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέῤῥιν. Ἐὰν περὶ τῶν νώτων αὐτοῦ βουληθῇς τι πλέον εἰδέναι, ἐρεῖ σοι πάλιν, Ὁ στεγάζων ἐν ὕδασι τὰ ὑπερῷα αὐτοῦ. Καὶ οὐδ' ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ περὶ τοῦ πλάτους καὶ ὕψους σοι διαλέγεται, δεικνὺς ταῦτα ἰσόμετρα ὄντα· Καθόσον γὰρ, φησὶν, ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν, ἐμάκρυνεν ἀφ' ἡμῶν τὰς ἀνομίας ἡμῶν. Κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς ἐκραταίωσε Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοῖς φοβουμένοις αὐτόν. Κἂν τῆς γῆς τὰ θεμέλια περιεργάσῃ, οὐδὲ ταῦτά σοι ἀποκρύψει, ἀλλ' ἀκούσῃ λέγοντος, ὅτι Ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν. Κἂν περὶ τῶν σεισμῶν θέλῃς μαθεῖν πόθεν γίνονται, ἀπαλλάξει σε πάσης ἀπορίας οὕτω λέγων· Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν. Ἂν τῆς νυκτὸς ζητεῖς τὴν χρῆσιν, καὶ ταῦτα εἴσῃ παρ' αὐτοῦ μαθεῖν, ὅτι Ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Καὶ τὰ ὄρη ποῦ χρήσιμα, ἐρεῖ σοι· Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις. Καὶ διὰ τί αἱ