1

 2

 3

2

Ἀρχέλαον, τὸν δὲ ἕτερον Οὐρβανόν, τὸν δὲ τρίτον Κλαύδιον. Ἐβασίλευσαν οὖν ἑκάτεροι, ὁ μὲν Ἀρχέλαος ἐν Ῥώμῃ, Οὐρβανὸς (δὲ) εἰς Βυζάντιον πόλιν τῆς αὐτοῦ μητρός, Κλαύδιος ἐν Ἀλεξανδρείᾳ. Κατεκράτησεν δὲ τὸ σπέρμα τῆς Χουσὴθ θυγατρὸς τοῦ βασιλέως Αἰθιωπίας τὴν 35 τρεῶαν Μακεδονίαν, Ῥωμαίων τε καὶ Ἑλλήνων ἤγουν τῶν Ῥωμαίων ἐκ γένους τῶν Αἰθιώπων. αἰνιττόμενος γὰρ ταύτην ὁ ἅγιος ∆αυὶδ ταῦτα εἴρηκεν· Αἰθιωπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ. ἡ γὰρ ἐκ γένους τῶν Αἰθιώπων συνισταμένη ἡ βασιλεία τῶν χριστιανῶν κέκτηται τὸ μέγα καὶ σεβάσμιον ξύλον τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, ὅθεν ἡ αὐτὴ βασιλεία τῶν χριστιανῶν ἰσχυρά ἐστιν ὑπὲρ πᾶσαν βασιλείαν καὶ οὐκ ἔστιν ἔθνος ἢ βασιλεία ἐν τῇ ὑπ' οὐρανῶν δυναμένη καταδυναστεῦσαι τῆς βασιλείας τῶν χριστιανῶν τῶν Ῥωμαίων. ὡς γὰρ πρεπόντως προέφημεν, ἀγαπητοί, τὸν ἐν μέσῳ τῆς γῆς πανέντιμον, ζωοποιόν τε καὶ ἰσχυρὸν σταυρὸν ὑφ' οὗ καὶ τῆς οἰκουμένης πέρατα λίαν σαφῶς ὑπογράφουσιν κατά τε πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος. ποία γὰρ ἰσχύει βασιλεία τῇ τῶν Ῥωμαίων ἀρχῇ; Ἀκούσωμεν γάρ, τί ὁ θεσπέσιος Παῦλος προηγόρευσεν περὶ τῆς ἐσχάτης ἡμέρας καὶ τῆς τῶν χριστιανῶν βασιλείας, φημὶ δήπου ἐν τῇ πρὸς Θεσσαλονίκαις ἐπιστολῇ οὕτως. ἐρωτῶμαι δὲ ὑμᾶς καὶ τὸν λοιπὸν ἕως ἂν ἀποδεικνύωνται αὐτὸν ὅτι ἐστὶν θεός. λοιπὸν οὗτος ὁ μόνος κατέχων ὅτι ἐκ μέσου γένηται καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος.

Τί οὖν ἐστι τὸ ἐκ μέσου εἰ μὴ τῶν χριστιανῶν βασιλεία; πᾶσα γὰρ ἀρχὴ καὶ ἐξουσία τοῦ κόσμου τούτου καταργηθήσεται πλὴν ταύτης. καὶ γὰρ αὐτὴ πολεμεῖται καὶ οὐ χύταται, καὶ πάντα τὰ ἔθνη συγκρούονται μετ' αὐτῆς καὶ ἀναλωθήσονται ὑπ' αὐτῆς καὶ κρατήσονται ἕως οὗ ἐφθάσει ἡ ἐσχάτη ἡμέρα. καὶ αὐτό ἐστιν τὸ προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ κατὰ τὸν ἀπόστολον τὸν λέγοντα. ὅταν καταργηθῇ πᾶσα ἀρχὴ καὶ ἐξουσία τοῦ κόσμου τούτου, τότε αὐτὴ παραδώσει τῷ βασιλεῖ τῷ θεῷ καὶ πατρί. Ποίαν βασιλείαν; δηλονότι τῶν χριστιανῶν, οὐδὲ γάρ ἐστι βασιλεία δυνατωτέρα αὐτῆς. ∆ιὰ δὲ τὸ πλῆθος τῶν ἁμαρτιῶν αὐτῶν θυμωθήσεται ὁ θεὸς ἀπ' αὐτῆς καὶ προσκαλέσεται τὸν θηρευτὴν Ἰσμαὴλ καὶ κινήσει ὡς ἡ ἄμμος τῆς θαλάσσης ἡ ἀναρίθμητος καὶ πετασθήσονται ὡς ἱέρακες ἐπὶ τὰ ὄρη τὰ ὑψηλά, οἱ δὲ ἵπποι αὐτῶν ἐξαλλοήνται (=ἐξαλλοήσονται) ὡς ἀετιτόμενοι, καὶ εἰσελεύσονται ἐν τῇ πόλει 36 τῇ ἑπταλόφῳ ἐν ἅρμασι καὶ ἵπποις καὶ ἕνεκαν τούτων πολλῆς αἱματεχυσίας, οὐκ ὀλίγον ποιήσαντες δὲ καὶ σκῦλα. Τί χρὴ λέγειν; καὶ εἰσῆλθεν Ἰσμαὴλ τῷ ἀγγέλῳ ἕως Ἀτταλῶν. Καὶ εἶπον ἐγὼ ∆ανιὴλ τῷ ἀγγέλῳ. Κύριέ μου, διὰ τί ἐπεισῆλθον αἱ θλίψεις αὗται τοῖς χριστιανοῖς; καὶ εἶπέν μοι ὁ ἄγγελος. οὐχ ὅτι ἀγαπᾷ Κύριος ὁ θεὸς τὸν Ἰσμαὴλ διδώσει αὐτῷ τὴν ἐξουσίαν τοῦ κρατῆσαι τῆς γῆς τῶν Ῥωμαίων, ἀλλὰ διὰ τὰς ἁμαρτίας κατοικούντων ἐν αὐτῇ. καὶ ἀρθήσεται ἡ τιμὴ τῶν ἱερέων καὶ ἐκλείψει ἡ θυσία ἀπὸ τῶν ἐκκλησιῶν καὶ πληρωθήσεται ἡ κακία ἐπὶ τοὺς ἀνθρώπους καὶ γενήσονται ὁ λαὸς ὡς ἄγρια θηρία καὶ ἔσονται ἱερεῖς ὡς ὁ κοινὸς λαός. Ἐν τῷ καιρῷ ἐκείνῳ ἤτοι τῷ ἑβδοματικῷ χρόνῳ ἐν ᾧ πληροῦται ὁ ἀριθμὸς τῶν Ἰσμαηλιτῶν καὶ τῆς δυναστείας αὐτῶν, ἧς κατεκράτησαν, καὶ ἠρήμωσαν Ῥωμανίαν τε καὶ Πισιδίαν καὶ τὰς λοιπὰς νήσους εὑρισκομένους πλησίον Ῥώμης, Καλαβρίαν καὶ Σικελίαν τὴν καλουμένην Τυραννίδα πόλιν. τότε βλασφημήσαντες οἱ Ἰσμαηλίται ἐροῦσιν ὅτι οὐκ ἔχουσιν ἀνάῤῥυσιν ἐκ τῶν χειρῶν ἡμῶν οἱ Ῥωμαῖοι.

Τότε αἰφνιδίως ἐξέλθωσιν οἱ τῆς πόλεως ἐκείνης τῆς καλουμένης Τυραννίδος καὶ εὑροῦσιν δι' ἀποκαλύψεως θεοῦ μέσον τῆς αὐτῶν πόλεως ἄνθρωπόν τινα οὗτινος τὸ ὄνομα ἦν ἔλαττον ἐν τῷ κόσμῳ. καὶ τοῦτον κρατήσαντες ἀπάξουσιν αὐτὸν μέχρι δίνης κἀκεῖ χρίσουσιν αὐτὸν εἰς βασιλέα, ὃν εἶχον οἱ ἄνθρωποι ὡσεὶ νεκρὸν καὶ οὐδὲν χρησιμεύοντα. ἔστιν δὲ τὸ ὄνομα αὐτοῦ εἰς τὸ τριακοστὸν κεφάλαιον. Οὗτος ἐξελεύσεται εἰς τοὺς Ἰσμαηλίτας ἐν τόπῳ τινὶ λεγομένῳ Πετρίνῳ καὶ συγκροτήσουσιν πόλεμον ἰσχυρόν. ἐν δὲ τῷ τόπῳ ἐκείνῳ ἐστὶν φρέαρ δίστομον