ποικίλον, κοινὴν καὶ κατὰ βαρβάρων καὶ πρὸς αὑτοὺς τὴν ὅπλισιν ἐπισκευάσαντες· σημεῖον δὲ <τὸ> ἐλευθέρας τῶν μαχομένων τὰς ὄψεις ὑπὸ πίλῳ Λακωνικῷ ἐν τῇ Μακεδονικῇ γεγενῆσθαι· καλοῦσι δὲ χρῆμα καὶ ἐπιτήδευμα <τοῦτο> τὸ τοῦ στρατιώτου βασιλέως. Αὐτός τε γὰρ καὶ τοὺς στρατιώτας ἐκέλευσε ξυρεῖσθαι τοὺς πώγωνας ὁ Ἀλέξανδρος καί τινος ἐπιτιμήσαντος ὅτι τοῦ προσώπου τὸν κόσμον ἀποκείροι, ὃ δὲ «οὐκ οἶσθα γὰρ» ἔφη «ὦ ἀστράτευτε, πώγωνος ἐν μάχῃ μὴ εἶναι εὐκαιροτέραν λαβήν». Τήνδε οὖν τὴν ὅπλισιν ἐν χρῷ γενόμενος οὐκ ἂν οὐδεὶς ὑπομείνειεν, ὅπως ἂν ᾖ ἐσταλμένος, βάρβαρος. Ῥωμαίοις δὲ κράνος ὕλης ἁπλῆς, τοῖς μὲν προσώποις λεῖπον ὀλίγον ἀναπνοῆς τε καὶ ὄψεως, ἄχρις <δ'> ἐπὶ τὰς ὠμοπλάτας καθῆκον, ἀπερίστροφον τὸν αὐχένα σφίγγον, ἁλυσιδωτὸς θώραξ, κνημὶς μία, μακρὰ ἡ σπάθη, θυρεὸς πρόβλημα ἄκρᾳ χειρὶ φορούμενον· ἀδρανέστερον εἰς τὸ σῶμα τῷ συνασπισμῷ γίνεται, τοῦ στρατιώτου μὴ ἔχοντος παντὶ τῷ ὤμῳ ἐς τὸ ὅπλον ἐμπεσεῖν· δόρατα δ' αὐτοῖς τῶν Ἑλληνικῶν κολοβώτερα. Μάχονται δὲ κατὰ τῆς προειρημένης πανοπλίας εὐτυχῶς· τὴν μὲν γὰρ ἀσφάλειαν ἔχουσιν ἀπὸ τῶν σχεδὸν ἴσων, πλεονεκτοῦσι <δὲ> τῇ κουφότητι, εἴς τε ἐφόδους καὶ ἀναχωρήσεις εὔκολοι καὶ ἐπὶ κατάληψιν ὑπερδεξίων χωρίων θάττονες, τῇ τε τῆς σπάθης χρήσει εὐκατάφοροι εἰς τὴν τοῦ Ἑλληνικοῦ αὐχένος κροῦσιν, προλαμβάνοντες τῇ πληγῇ τὴν συμπλοκήν. Πρὸς δὲ καὶ πᾶσαν ἀγχεμάχου παρατάξεως καὶ αὐτοὶ γεγυμνάκασι τέχνην, ὡς εἶναι τὸ μὲν ἐμπειρίας παρ' ἀμφοτέροις ἴσον, πλεονεκτεῖν δὲ τῷ τῆς στολῆς κούφῳ. Ὡς δὲ μὴ ἀμβλύνεσθαι αὐτοῖς τὴν τῶν δοράτων κεντότητα μηδὲ θραύεσθαι τῇ τῶν Ἑλληνικῶν θωράκων προσβολῇ, βέλος ἐντέχνως ἐφαρμόσαντες, τὰς φολίδας διέπειρον ὤσαντες. Τοὺς οὖν ὑπὸ τῶν Ἑλλήνων αἰεὶ νενικημένους οἱ τοὺς Ἕλληνας σχεδὸν εἰπεῖν ἀεὶ νενικηκότες σπανίως ἐνίκησαν. Αἴτιον δὲ πρῶτον μὲν τὸ <μὴ> ἵεσθαι δρόμῳ ἐς τὰς συμπλοκὰς τῷ μὴ τὰ σκευοφόρα ἀπολιπεῖν· ἀεὶ δὲ τῷ πλινθίῳ τῆς στρατιᾶς ἐγκέκλειται· καθιᾶσίν τε ἐς γόνυ, κεραμώσαντες τὸν στρατὸν ταῖς ἐπιβολαῖς τῶν ἀσπίδων τῇ σπουδῇ τοῦ ἀναλῶσαι τὰ Πάρθων βέλη· τόδε δὲ τὸ ἐπιτήδευμα καὶ ἀπράκτους ᾗ καὶ ἀπαθεῖς καθίστησιν ἡλίῳ καὶ κόπῳ ταλαιπωρουμένους, τῶν βαρβάρων ἐκ διαδοχῆς ἐπιόντων καὶ ἀναχωρούντων πάλιν, ταῖς τῶν ἐθνῶν ἐκ διαλείμματος ἐπιπομπαῖς ἀναπαυομένων. Ἔτι δὲ καὶ μάχεται Ῥωμαῖος καθ' αὑτὸν οὐδείς, οὐδέ τις γίνεται πρὸς τὸ πλῆθος μονομαχῶν ἀριστεύς· τά τε ἀπὸ σφενδόνης βληθέντα ταῖς κεφαλαῖς τὸ κράνος θλάσαντα ἐνδύει, ἐκνεῦσαί τε φερόμενον βέλος δύσκολον τῷ τοῦ περιαυχενίου σιδήρου τμήματι. Πρὸς δὲ τούτοις οὔτε κεκριμένα ἀφιᾶσιν τὰ ἀκόντια, τὰ δέκα εἰς ἕνα τυχὸν φόνον ἀναλοῦντες, καὶ κοντοῖς πρὸς τοὺς ἐπιόντας ἱππεῖς οὐκ ἀπαντῶσι μικροῖς. Εἰ γοῦν τις θώρακα Ἑλληνικὸν καὶ κράνος στρατιώτῃ Ῥωμαίῳ περιθείη, καὶ κοντὸν δοίη προμηκέστερον, καὶ ἕκαστον τῶν δοράτων ἐφ' ἑκάστου σκοποῦ βάλλειν καθ' αὑτόν τε ἕκαστον διδάσκοι μάχεσθαι, <καὶ> ἔσθ' ὅτε καταστήσειεν δρόμον, ὡς ὀξεῖαν γενέσθαι τὴν ἐντὸς βέλους τοῖς πολεμίοις ἐμβολήν, οὐκ ἂν βάρβαρος κοπτόμενος ἀρκέσειε Ῥωμαίοις. 1.2 Περὶ πολεμίων φθορᾶσ Οὐ πάντα συστάσεσιν οὐδὲ μάχαις πρὸς τοὺς πολεμίους ἀγωνιστέον, οὐδὲ ποιητέον τῶν ὅλων πραγμάτων κυρίαν τὴν τύχην. Ἄδηλον γὰρ τὸ τοῦ πολέμου τέλος, καὶ παρὰ δόξαν τὰ πολλὰ χωρεῖ· τοὺς γοῦν ἄμεινον παρεσκευασμένους σιδήρῳ καὶ ἀνδράσι ἢ τόξοις καὶ τοίχοις ἢ ἄνεμος πολλάκις ἠδίκησεν, ἢ ἥλιος, ἢ τόπος, ἢ δόλος, ἢ θέα μα καὶ φάσμα, συνεχὴς δὲ ἐν τοῖς μεγάλοις τραύμασι δαίμων ὁ Πάν. Οὐκ ἐδέξαντο μὲν Θηβαίους ἄμεινον τῷ παντὶ παρεσκευασμένοι Φωκεῖς, ἐστεφανωμένους αὐτοὺς θεασάμενοι δάφνῃ, τὸν στέφανον φυγόντες οἱ τὸν πόλεμον οὐ φοβηθέντες. Φλαμίνιον δὲ καὶ Παῦλον ἀντιπρόσωποι τὸ πλέον μὲν ἄνεμος ἠδίκησεν καὶ ἥλιος. Ἴσον ἐποίησεν Λεωνίδαν ταῖς πεντακοσίαις μυριάσιν ἡ τῶν Πυλῶν στενοχωρία. Συνέδραμεν εἰς Μαραθῶνα κατὰ Περσῶν Ἀθηναίοις ὁ Πάν. Ξέρξην δὲ Θεμιστοκλῆς Ἑλλάδος ἐξήλασε ψεύσματι.