2
ἁρμοδιώτερον φημὶ δὲ λόγον, οὐ τὸν ἐκ τέχνης ἐν προφορᾷ κατ᾽ εὐγλωττίαν πρὸς ἀκοῆς ἡδονὴν κομψῶς γεγοητευμένον, ὃν ἀσκεῖσθαι καὶ μοχθηροὶ δύναιντ᾽ ἂν ἄνδρες ἐπιτηδεύοντες, ἀλλ᾽ ὃν ἡ φύσις οὐσιωδῶς καὶ δίχα μαθήσεως κατὰ διάθεσιν ἔχει κρυπτόμενον πρός τε τὴν ἄπταιστον τῶν ὄντων διάσκεψιν καὶ τῆς ἐν ὅλοις ἀληθείας διάληψιν, ὃν καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ ἅγιον, καλῶς ταῖς ἀρεταῖς διαπλασθέντα, 14Β_020 πρὸς συμβίωσιν πέφυκεν ἄγεσθαι καὶ θεῖον ἄγαλμα τῆς καθ᾽ ὁμοίωσιν ὡραιότητος αὐτοῦ κατασκευάζειν μηδενὶ τῶν προσόντων φυσικῶς τῇ θεότητι κατὰ τὴν χάριν λειπόμενον (ὄργανον γάρ ἐστιν ὅλην ἐπιστημόνως συλλεγόμενον τὴν νοητῶς ἐν τοῖς οὖσι ἀπαστράπτουσαν τῆς θείας ἀγαθότητος ἔμφασιν, δι᾽ ἧς, ἐμβατεύων τῇ τῶν ὄντων μεγαλουργίᾳ, πρὸς τὴν γενέτην φέρει τε καὶ φέρεται τῶν ὄντων αἰτίαν τοὺς αὐτῷ διόλου ποιώσαντας τὴν ὅλην ὁρμὴν τῆς ἐνούσης αὐτοῖς κατὰ φύσιν ἐφέσεως, μηδενὶ τῶν μετὰ τὴν αἰτίαν παντελῶς κρατουμένους), ὃν ἡμεῖς περιέποντες πάντων μὲν καθιστάμεθα τῶν πονηρῶν παθῶν πανδαμάτορες, μηδενὶ τῶν παρὰ φύσιν δουλούμενοι, πασῶν δὲ τῶν θείων ἀναδεικνύμεθα πράκτορες ἀρετῶν, παντὶ δηλονότι καλῷ τὸ κατὰ τὴν ὕλην αἶσχος τῆς ψυχῆς πρὸς κάλλος πνευματικὸν ἀποξέοντες· ἔνθα γὰρ λόγος κρατεῖ, τὸ κατ᾽ αἴσθησιν πέφυκεν ἀπογίνεσθαι κράτος, ἐν ᾧ τῆς ἁμαρτίας πέφυρταί πως ἡ δύναμις, πρὸς οἶκτον τῆς συγγενοῦς καθ᾽ ὑπόστασιν σαρκὸς τὴν ψυχὴν δι᾽ ἡδονῆς ὑποσύρουσα· καθ᾽ ἥν, ὡς ἔργον αὐτῇ φυσικὸν ἐγχειρίσασα τὴν ἐμπαθῆ καὶ καθ᾽ ἡδονὴν τῆς σαρκὸς ἐπιμέλειαν, ἀπάγει τῆς κατὰ φύσιν ζωῆς καὶ πείθει τῆς ἀνυποστάτου κακίας αὐτὴν γενέσθαι δημιουργόν· κακία γάρ ἐστι ψυχῆς νοερᾶς ἡ λήθη τῶν κατὰ φύσιν καλῶν, ἥτις ἐκ τῆς περὶ τὴν σάρκα τε καὶ κόσμον ἐμπαθοῦς ἐπιγίνεται σχέσεως, ἣν ἀφανίζει στρατηγῶν ὁ λόγος, καὶ κατ᾽ ἐπιστήμην πνευματικὴν τήν τε τοῦ κόσμου καὶ τῆς σαρκὸς διερευνώμενος γένεσίν τε καὶ φύσιν, καὶ πρὸς τὴν συγγενῆ τῶν νοητῶν τὴν ψυχὴν χώραν ἐλαύνων, πρὸς ἣν ὁ νόμος τῆς ἁμαρτίας οὐδεμίαν ποιεῖται διάβασιν, οὐκ ἔχων καθάπερ γέφυραν πρὸς τὸν νοῦν διαβιβάζουσαν αὐτὸν ἔτι τὴν αἴσθησιν, διαλυθεῖσαν ἤδη πρὸς τὴν ψυχὴν κατὰ τὴν σχέσιν καὶ τοῖς αἰσθητοῖς ἐναπορριφεῖσαν θεάμασιν, ὧν διαβὰς τὴν σχέσιν καὶ τὴν φύσιν ὁ νοῦς παντελῶς οὐκ αἰσθάνεται.
Τοῦτο, καθάπερ ἔφην, εἰδώς, δεῖν ᾠήθην ἑτέραν τινὰ τῷ παρόντι λόγῳ τῆσδε τῆς συγγραφῆς δοῦναι βοήθειαν τὴν τῶν 14Β_022 παρατεθέντων ἐν τοῖς μετωπίοις σχολίων γραφήν, αὐτόν τε πρὸς κάλλος συμπληροῦσαν τὸν λόγον καὶ τοῖς ἐντευξομένοις ἡδυτέραν τὴν ἐν τοῖς νοήμασι παρεχομένην ἑστίασιν καὶ πάσης ἁπλῶς γινομένην τῆς ἐμφερομένης τῇ συγγραφῇ διανοίας σαφήνειαν. Μετὰ γὰρ τὴν ἔκδοσιν ἀναγνοὺς τὴν ὅλην πραγματείαν, εὑρών τέ τινας μὲν τόπους δεομένους σαφηνείας, τινὰς δὲ προσθήκης διανοίας, καὶ ἄλλους μετρίας τινὸς ἐπὶ τῷ κειμένῳ κατὰ τὴν ἔκδοσιν ἐπενθυμήσεως, ταύτην ἐποιησάμην, ὡς ἔφην, τὴν τῶν σχολίων γραφήν, ἁρμόσας ἑκάστῳ τόπῳ τὸ προσῆκον ἐνθύμημα.
∆ιὸ παρακαλῶ πάντας τοὺς ἐντευξομένους ἢ καὶ μεταγράψοντας καὶ τὴν τῶν σχολίων ἔξωθεν ἀναγνῶναι καὶ παραθέσθαι γραφὴν κατὰ τὴν ἑκάστου σημείωσιν, ἵν᾽ ἄρτιος ᾖ κατὰ πάντα τρόπον ὁ λόγος, μηδενὶ παρημελημένῳ παντελῶς κολοβούμενος.
ΣΧΟΛΙΑ 1. Σχόλια λέγονται τὰ λαμβανόμενα ἐκ τῆς Γραφῆς καὶ εὑρισκόμενα τρόπῳ
τινὶ ἔξωθεν τοῦ βιβλίου ὡς προμετωπίδες, ὧν ἡ ἔκθεσις ἔχει ἐσωτερικὴν συνάφειαν. Ἰδίᾳ δὲ σχόλια λέγεται ἡ ὑμνολογία, τουτέστιν οἱ ἐπίσημοι λόγοι.