2
προῆλθεν ἡ ἀρετή, ἐκ τῆς ἀμφοῖν τῶν γεννησαμένων συζυγίας, ὥσπερ ἐκ δυοῖν ποταμῶν, εἰς μίαν συρρεύσασα θάλασσαν· τοσοῦτον γὰρ ἐκείνῃ δίδωμι πρὸς τοὺς ἀρχηγέτας τῆς φύσεως. φροντὶς γὰρ ἐκείνοις οὐ περιφανεστέρας ζωῆς καὶ λαμπροτέρας διαγωγῆς· λέγω δὲ περιφάνειαν καὶ λαμπρότητα ἅπερ οἱ πολλοὶ οὕτω κατονομάζουσι, τάχα καὶ διὰ τὴν πλάνην οἰόμενοι. οἱ γὰρ κρείττους ἐφ' ἕτερα «μεταφέρειν» εἰώθασι «τὰ ὀνόματα», οἷς οὐκ ἐπικέχρωσται τὸ περιφανὲς καὶ λαμπρόν, οὐδ' ἔξωθεν ταῦτα ἐφάπτεται, ἀλλὰ κάτωθεν καὶ ἀφ' ἑαυτῶν ἡ τῆς λαμπρότητος «ἀναβλύζει πηγή»· οὔκουν ἐκείνοις λόγος τῶν ἐπαινετῶν μέχρις ὀνόματος, ἀλλ' ἐκ τῶν ἀντιθέτων τούτοις ἐκοσμοῦντο καὶ κατελάμποντο· ᾔδεισαν δὲ μόνον ἀλλήλους ἀμφότεροι καὶ δι' ἑκατέρων ὡς οἰκειοτάτων παραδειγμάτων πρὸς τὸ καλὸν ἐρρυθμίζοντο, μορφοῦντες ὁμοῦ καὶ μορφούμενοι, πρωτότυπά τε ὄντες ἀλλήλοις καὶ μιμήματα· τὸ θαυμασιώτατον καὶ λαμβάνοντες μὲν ὃ διδόασι, διδόντες δὲ αὖθις τὸ λαμβανόμενον. Τῇ μὲν μεγαλωνύμῳ ταύτῃ πόλει ὡς πατρίδι περιγραφόμενοι, ἀπερίγραφοι δὲ τῷ παντὶ τῷ μεγέθει πεφυκότες τῶν ἀρετῶν· ἶσοι τὸ μέτρον ἑκατέρας ζωῆς, τῆς τε ἱσταμένης καὶ λυομένης, τῆς ἑτέρας τὴν ἑτέραν εἰκονιζούσης, τῆς ἄχρι πολλοῦ προϊούσης τὴν ἀόριστον καὶ ἀπέραντον. καταταὐτὸ γὰρ ὥσπερ ἐς τὴν τῇδε προεληλυθότες ζωὴν καὶ δι' ὁμοίας τῆς ἡλικία ἐπανατείλαντες, ἐν ταὐτῷ δὴ σχεδὸν χρόνου μέρει καὶ τὸ λαχὸν αὐτοῖς τοῦ αἰῶνος μέρος καταλελύκασι, τοσοῦτον θατέρου προδραμόντος μέρους ὅσον θατέρῳ τὴν προσήκουσαν «ἄνω ζωὴν» ἑτοιμάσασθαι καὶ ὥσπερ ὑποδέξασθαι ἐν προσηκούσῃ παρασκευῇ. Ἐκ τοιούτων καὶ τηλικούτων γεννητόρων ἡ ἐμὴ προελήλυθε μήτηρ, πρώτη μὲν τὰς μητρικὰς ὠδῖνας λύσασα, πρώτη δὲ καὶ τῶν «πατρικῶν εὐχῶν» κληρονομήσασα ὥσπερ εἰκὸς ἦν. εἰ μὲν οὖν μὴ φιλόσοφος ἦν, τοῦ κεκρυμμένου μόνου κάλλους «ἐπαινέτης καὶ ἐραστής», τὸ δὲ ἐν συμμετρίᾳ καὶ χρώμασιν οὐ πάνυ προσοικειούμενος, εἴρηκα ἄν, ὁπόσον φασί, τὸ κάλλος εὐθὺς γεννωμένῃ διὰ παντὸς διέρρει τοῦ σώματος. τὸ γὰρ ἐν τῇ ψυχῇ τέως ἀθέατον ἦν, οὔπω τῆς ἡλικίας χωρούσης τὴν δύναμιν· ὥσπερ γὰρ ἔνια τῶν ἀνθέων εὐθὺς τῆς γῆς ἀνατέλλοντα τὴν βαφὴν ὅλην τοῦ κάλλους δείκνυσι, καὶ ἔστι τὸ πρώτως φανὲν τοιοῦτον οἷον δὴ καὶ ἀκμᾶσαν ὁρᾶται, οὕτω δή μοι καὶ τῇ μητρὶ λέγουσι περικεχύσθαι τὸ κάλλος, ἐν συμμετρίᾳ μελῶν ἐν ἄνθῃ τριχῶν, ἐν στίλψει χρωτός, καὶ εἴρηκα δ' ἂν πλείονα ὁπόσα τῆς μητρὸς ἐκείνης καὶ τοῦ πατρὸς ἤκουσα, ἐπισκιρτώντων τῷ εἴδει τῆς θυγατρός. Ἐπεὶ δέ μοι «πεδᾷ τὴν γλῶτταν» τὸ ἐπιτήδευμα, τοῦτο μὲν ἀφήσειν μοι τὸ μέρος δοκῶ, ἐπὶ δὲ τὰ ἐξῆς τοῦ λόγου τρέψομαι. εἰ δέ που καὶ τούτῳ φανήσομαι παραχρώμενος, συγγνώμη τῷ λόγῳ ἐντεῦθεν, ὅπῃ παρείκοι, τὰ ἀναγκαιότατα διϊόντι τῆς ὑποθέσεως· εἰ δὲ μή, ἃ μηκέτι σύνοιδα ταῦτα ἐπικεχείρηκα διηγεῖσθαι ἅμα καὶ ἐπαινεῖν, θαυμάζειν οὐ χρή· τὰ μὲν γὰρ πλείω παρ' αὐτῆς τῆς μητρὸς διηγουμένης ἀκήκοα, τὰ δ' ἄλλα, ὅσα «κομψόν» τι ἔχει καὶ «γλαφυρόν», παρὰ τῶν προσηκόντων τῷ γένει μεμάθηκα. 3. Ἔφασαν οὖν ὅτι, ὥσπέρ τινος μεγάλου λαμπτῆρος, ἢ διαφανοῦς καὶ «ἀερίου πυρσοῦ», ἢ διαφεγγοῦς φωστῆρος ἀνατολῆς, ἀκτῖνές τινες καὶ διαύγειαι προεφαίνοντό τε καὶ τὴν ἐκείνης προκατήγγελλον ἀρετήν, οὐ τοῦ σωματικοῦ μόνον κάλλους «τὸ τῆς ψυχῆς εἶδος» ἐξεικονίζοντος, οὐδὲ τοῦ «γοργοῦ ὄμματος» τὸ ἕτοιμον τοῦ ἤθους διασημαίνοντος, οὐδὲ τοῦ λευκοῦ χρώματος τὸ καθαρὸν τῆς γνώμης διατυποῦντος, οὐδὲ τῆς εὐσταθοῦς γλώττης τὸ στάσιμον ἠχούσης τῶν λογισμῶν, ἀλλὰ καὶ αὐτῆς τῆς ψυχῆς τοὺς οἰκείους χαρακτῆρας ἐν ἀτελεῖ ἐπιλαμπούσης τῷ σώματι, ὥστε μηδὲ ἐξεῖναι τοὺς πολλοὺς διαγινώσκειν πότερον ἡ τῆς ἡλικίας ὥρα τῶν ψυχῆς προτρέχει χαρίτων, ἢ αὗται τῆς σωματικῆς προανατέλλουσι χάριτος, ἢ σύνδρομα τἄμφω καὶ τὸ οἰκεῖον τάχος