1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

28

βδελλύττεταί μοι τὰ φυλακτήρια, ὁ ἀδάμας καὶ τὸ κουράλιον, καὶ καταγελῶ τῶν «διοπετῶν ἀγαλμάτων», τερατῶδες ἥγημαι τὸ τὴν τῶν ὅλων τάξιν μεταποιεῖν ἐπαγγέλλεσθαι, πάντων τῇ τοῦ Θεοῦ προνοίᾳ τεταγμένων καλῶς. διαλοιδοροῦμαι ταῖς ἐξευμενίσεσι, ταῖς καθάρσεσι, τοῖς χαρακτῆρσι, τοῖς ὀνόμασι, ταῖς λεγομέναις θεοφορήτοις κινήσεσι, τῷ αἰθερίῳ συνοχεῖ, τῷ ἐμπυρίῳ, τῇ λεοντούχῳ πηγῇ, τῷ πρώτῳ πατρί, τῷ δευτέρῳ, ταῖς ἴϋγξι, τοῖς κοσμαγοῖς, τῇ Ἑκάτῃ, τοῖς Ἑκατησίοις, τῷ ὑπεζωκότι, τοῖς λήροις καὶ μέχρις ὀνόματος. αἰῶνος δὲ πέρι καὶ χρόνου καὶ φύσεως καὶ θεωρίας καὶ τοῦ ἑνός, αἰσθήσεώς τε καὶ μνήμης καὶ τῆς τῶν ἐναντίων μίξεώς τε καὶ κράσεως, καὶ εἰ ἐν τῷ νῷ τὰ νοήματα, ἢ ἔξωθεν ἕστηκεν, εἴ γε ζητοίην, φιλόσοφον οἶμαι δεῖν πρᾶγμα ποιεῖν. 29. Ἔδει μὲν οὖν μόνῳ σχολάζειν Θεῷ καὶ μάλιστα νῦν ὁπότε μοι ὁ κόσμος ἀπείρηται, ἀλλὰ τὸ ἐπιτήδευμα, ἀλλ' ὁ περὶ πᾶσαν γνῶσιν τῆς ψυχῆς «ἀκάθεκτος ἔρως», ἀλλ' ἡ παρὰ τῶν ὁμιλούντων ἀνάγκη πεπείκασι καὶ τούτοις ἐμφιλοχωρεῖν. πλήν, ὅπερ ἐρεῖν βούλομαι, σὺ μὲν ἂν εἰδείης, ὦ μῆτερ, «ἀκήρατος» οὖσα «ψυχή», πρὸς δὲ τοὺς ἄλλους ὁ λόγος, ὃν οὐ πρὸς ἀνθρώπους μόνον, ἀλλὰ καὶ πρὸς Θεὸν καὶ ἀγγέλους ποιοῦμαι· ὅτι πᾶσιν ἐντυχὼν βιβλίοις Ἑλληνικοῖς, εἰπεῖν δὲ καὶ βαρβαρικοῖς, ὁπόσα Ὀρφεὺς ἢ Ζωροάστρης ἢ Ἀμμοῦς συνέγραψεν ὁ Αἰγύπτιος, ὁπόσα τε Παρμενίδαι καὶ Ἐμπεδοκλεῖς ἐν ἔπεσι συνεγράψαντο-ἐῶ γὰρ Πλάτωνάς τε καὶ Ἀριστοτέλεις καὶ ὅσοι κατ' ἐκείνους ἢ μετ' ἐκείνους «φιλοσόφοις λόγοις» ἐταλαιπώρησαν-, περί τε ῥητῶν καὶ ἀρρήτων ξυγγεγραφήκασι καὶ πᾶσαν αὐτῶν τήν τε θεολογίαν καὶ τὰς περὶ τὴν φύσιν πραγματείας καὶ τὰς ἀποδείξεις ἀνεγνωκώς, τὸ μὲν βαθὺ τῆς γνώμης ἠγάσθην καὶ τὸ περίεργον ἐθαύμασα τῆς συζητήσεως. εἴ τι δὲ παρὰ τὸν ἡμέτερον τεθεώρηκα λόγον, κἂν μετὰ τῆς ἀκριβοῦς ἐξεικόνισται ἀποδείξεως, κἂν πᾶσαν εἶχε περικεχυμένην σοφίαν καὶ χάριν, ὡς λήρου παντὸς ἢ πάντη ἀτόπου καταπεφρόνηκα, ὅς γε οὐδὲ τοῖς κρείττοσιν αὐτῶν προσέχω τὸν νοῦν, ἀλλά μοι τὸ φιλότιμον τῆς ψυχῆς μέχρι τῆς τῶν δογμάτων αὐτῶν κεκίνηται γνώσεως. Εἰσὶ γὰρ καὶ παρ' ἡμῖν «θησαυροὶ» σοφίας «ἀνέκλειπτοι» καὶ βάθη δογμάτων καὶ νοημάτων κάλλη, εἰ δὲ βούλοιτό τις, καὶ λέξεων «αὐτόματον ἄνθος», ἀλλ' οὐ περίεργον. καὶ ζητήσειεν ἄν τις τί μὲν ἐκφαντορία θεία, τί δὲ νοητὸν καὶ τί νοερόν, τί μὲν τὸ ῥέον ἀπὸ τῆς ὅλης πηγῆς, τί δὲ τὸ ἐξ ἑνὸς τῶν αὐτῆς ὑποστάσεων, τί τὸ Θεὸς ὄνομα καὶ τί τὸ ἐκ τούτου δηλούμενον, τί τε τὸ πᾶν καὶ τί τὸ μέρος καὶ πότερον τούτων προσάψομεν τῷ Θεῷ ἢ οὐδέτερον, τίνα τὰ νοητὰ καὶ ποῖα τὰ νοερά, οἷα δὲ καὶ τὰ θεολογούμενα σύμβολα καὶ τί ἕκαστον, τίς ὁ τροχός, τί τὸ ἤλεκτρον, τί τὸ χρυσίον τὸ καθαρόν, ἡ ἀτμίς, ἡ τοῦ νέφους ἐπίβασις, ὁ θρόνος, ὁ ποταμός, τί τὸ «πετόμενον δρέπανον», ἡ ἀξίνη, τὸ δένδρον, ἡ τομή, ὁ λίβανος, ὁ δρῦς, τίνες αἱ τῶν ἀγγέλων ἐπωνυμίαι, τίνες αἱ παρ' ἡμῖν τελεταί, τίς ἡ κοινωνία καὶ τὸ μῦρον καὶ ἡ λαμπὰς καὶ ἡ κλίμαξ καὶ οἱ στυλίσκοι καὶ ὁ ἀναγωγὸς ἔρως καὶ ἡ οὐσία τοῦ ἀγαθοῦ καὶ τὸ καλόν, ἀφ' ὧν καὶ τἆλλα καὶ πρὸς ἃ ἐκείνοις ἡ ἄνοδος, τίς ἡ τεθυμιαμένη νύμφη, ἡ θύρα, τὸ δίκτυον, ὁ καύσων, <ὁ> ἥλιος, ὁ ἀμπελών, ἡ φυλακή, ἡ ἐκεῖθεν ἀπόστασις. Κἂν ἀφεὶς ταῦτά τις ὡς ὑψηλὰ καὶ μετέωρα προσέλθοι τοῖς παρ' ἡμῖν σκυτοτόμοις ἢ σκηνορράφοις καὶ τοῖς τὰ δίκτυα πλέκουσιν, εἶτα δὴ ἕκαστον τῶν παρ' ἐκείνοις λεγομένων ἐξακριβοῦν ἐθελήσειε, τότ' ἂν γνοίη ὅτι τἆλλα μὲν ὥσπερ τοῦ αἰσθητοῦ ἡλίου τὸ προβεβλημένον ἐξέπληττε τοὺς πολλούς, ταῦτα δὲ ὁ ἀχλυώδης ἐστὶ φωστὴρ καὶ ἀφώτιστος, ὃν μόνος ὁρᾷ ὁ νοῦς, οὐ δύναται δὲ προσπελάζειν ἡ αἴσθησις· οὐδὲν γάρ ἐστι τούτων ὁ μὴ μυστηρίου γέμει καὶ τελετῆς ἀπορρήτου. Οὐδὲν γὰρ αὐτῶν ἀθεώρητον, ἀλλ' οὐδὲ τὸ βραχύτατον, οὐ τὸ «ἐστρωμμένον ἀνώγεων», οὐ τοῦ «ὕδατος