τὰ καταπεπτωκότα, δηλονότι ἐκ τῆς τοῦ Οὐρίου προφάσεως. Πῶς οὖν ἔμπροσθέν φησιν ὁ Σολομών· «Ὁ δὲ ἐπιχαί 17.165 ρων ἀπολλυμένῳ οὐκ ἀθωωθήσεται;» Ἢ τάχα οὕτως χαίρει ἡ σοφία, ὡς ἐχάρη ἐπὶ τῇ ἀπωλείᾳ Ματθαίου τοῦ τελώνου, καὶ ἐπὶ τοῦ λῃστοῦ ἀπωλείᾳ πιστεύσαν τος τῷ Χριστῷ; τοῦ μὲν γὰρ, τὸν λῃστὴν ἡ σοφία· τοῦ δὲ, τὸν τελώνην ἀπώλεσε. Πολιορκία ἐστὶ διδασκαλία ἠθικὴ, τὴν κακῶς οἰκο δομηθεῖσαν ψυχὴν καταστρέφουσα ἐπὶ τῇ τοῦ Θεοῦ πολιορκίᾳ. Ὥσπερ τὰ νήπια μεταξὺ δικαίων καὶ ἀδίκων εἰσὶν, οὕτω καὶ πάντες οἱ ἄνθρωποι μεταξὺ ἀγγέλων τε καὶ δαιμόνων εἰσὶ, μήτε δαίμονες ὄντες μήτε ἄγγελοι χρηματίζοντες, μέχρι τῆς συντελείας τοῦ αἰῶνος· ἠδί κουν δὲ νηπίους, εἶπε, περὶ ὧν Χριστὸς ἔφη· Μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων. Ὁ ἀπαθὴς ἡσυχάζει ἀφόβως ἀπὸ παντὸς κακοῦ λογισμοῦ, καὶ μετ' ὀλίγον κατασκηνώσει ἐν τῇ βασι λείᾳ τοῦ Θεοῦ· ὡς ἀκούσας καὶ φυλάξας τὰ προσ τάγματα αὐτοῦ, ὅτι ἤλπισεν ἐπ' αὐτόν. Οὕτως κρύπτει ἐντολὴν τοῦ Θεοῦ ὁ ποιῶν αὐτὴν, ἢ ὁ μὴ ἐπὶ κενοδοξίᾳ ποιῶν· ὅθεν καὶ οἱ δαίμονες ἐκ τοῦ μὴ συγχωρεῖν αὐτὴν ποιεῖν ἡμᾶς, ἁρπάζειν λέ γονται. Τότε συνήσεις πῶς ὁ φόβος τοῦ Κυρίου ἀρχὴ σοφίας ἐστὶν, καὶ πῶς τῆς τοῦ Θεοῦ γνώσεως γίνεται πρόξε νος, ὅταν ἐν πίστει καὶ πόθῳ αὐτῷ ὑπάρχῃς προσ δεής· προϋπάρξαι δὲ δεῖ σοφίαν καὶ σύνεσιν, πρὸς τὸ δυνηθῆναι συνεῖναι φόβον Κυρίου· προσάξωμεν δὲ ταῦτα τοῖς τὴν σοφίαν καὶ σύνεσιν ἐξουθενοῦσι· κα ταφεύγειν δὲ βουλομένοις ἐπὶ τὸ φοβεῖσθαι τὸν Θεὸν, ὡς ἐπὶ εὐχερὲς πρᾶγμα. Χριστοῦ γὰρ μὴ ῥυομένου, ὡς ἀγαθὴν ὁδεύσομεν τὴν κακήν· ἅγιοι μὲν γὰρ πάντα λέγουσι πιστά· τὰ δὲ οὔ· ὁ δὲ διάβολος οὐδὲν πιστὸν, ἀντὶ τοῦ, πίστεως ἄξιον· ἄνδρα γὰρ νῦν τὸν διάβολον λέγει, ὡς ἐν Εὐαγ γελίοις· εἴ γε ἄνθρωπος πονηρὸς ἔσπειρε τὰ ζιζάνια· μεγίστη δὲ ὡς ἔοικεν ἐπιβουλὴ, τὸ περιτυχεῖν βουλῇ κακῇ, καὶ ἀνδράσι δολίοις καὶ ὑπούλοις καὶ πονη ροῖς. Εἰ ἡ ποιὰ βουλὴ συντετριμμένη ἤγουν ἐσκοτισμένη, νοῦ κίνησίς ἐστιν, πῶς αὕτη ἀπέλιπεν διδασκαλίαν νεότητος; πῶς δὲ καὶ θείας ἐπελάθετο διαθήκης; Ὡς γὰρ περὶ ζώου λογικοῦ, τῆς κακῆς βουλῆς ἡμῖν διαλέ γεται. Ἢ νῦν βουλὴν κακὴν τὸν διάβολον λέγει· οὗτος γὰρ κακῶς ἐβουλεύσατο, εἰπών· «Ἐπάνω τῶν ἄστρων θήσω τὸν θρόνον μου, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ·» ἐπελάθετο δὲ τῆς θείας γνώσεως, καταλιπὼν τὴν δι δασκαλίαν τῆς νεότητος· ἥτις νεότης τὴν προτέραν αὐτοῦ κατάστασιν δηλοῖ, καθ' ἣν καὶ ζηλωτὸς ἦν· εἰ δὲ νέους δύναται συνετίζειν ἔνθα πολὺ τὸ δυσήνιον, μὴ παρούσης· πολλῷ μᾶλλον πρεσβύτῃ ὠφέλιμος. Ὅσοι καταλαμβάνονται ὑπὸ ἐνιαυτῶν ζωῆς, διὰ τῶν ἔργων τῆς μελλούσης ἀειζώου ζωῆς, οὗτοι κατα 17.168 λαμβάνουσι τρίβους εὐθείας τῆς ἀταράχου καὶ ἀδια στάτου ζωῆς· οὐ καταλαμβάνονται ὑπὸ τῶν οἰκτειρ μῶν αὐτοῦ εἰς τὰς τρίβους τῆς εὐθείας ἀειζωΐας. - ∆ιώκοντας γὰρ δικαιοσύνην ἀγαπᾷ Κύριος, καὶ οὐ μὴ συγκαταλάβηται αὐτοὺς ἡ τοῦ πονηροῦ βουλή· οὐ κα ταλαμβάνουσι δὲ τρίβους εὐθείας ζωῆς· οὐδὲ μὴ ἀν τιστρέψουσιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, οἱ τῷ δια βόλῳ πεποιθότες. Οὗτος ἐπιλανθάνεται τοῦ νόμου, ὁ μὴ νομίμως βιούς· οὗτος δὲ μέμνηται τοῦ νόμου, ὁ ζῶν κατ' αὐτόν· καὶ οὗτος τηρεῖ τὰ ῥήματα τοῦ Θεοῦ, ὁ μὴ μόνον ποιῶν αὐτὰ, ἀλλὰ καὶ ἄλλοις συμβουλευόμενος. Οὗτος δὲ ἀπόλλυσιν αὐτὰ, ὁ μὴ βουλόμενος πράττειν αὐτὰ, καὶ ἑτέρους κωλύων· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δι καιωθήσονται. Ἴασις ἐστὶν ἡ ἐξ ἀρετῆς ὑγίεια τῇ πολιτείᾳ σου· ἡ δὲ τοῦ Θεοῦ χάρις καὶ ἐπιμέλεια τοῖς λογισμοῖς σου καὶ διανοήμασιν· ὅταν αἱ δυνάμεις τῆς ψυχῆς, ἤγουν αἱ ἀρεταὶ, ἐπιμελείας τύχωσι, τὸ τηνικαῦτα ἐροῦσι πάντα τὰ ὀστᾶ μου· «Κύριε, Κύριε, τίς ὅμοιός σοι;» Ἐπιμελείας γὰρ τυχοῦσα ἡ μνημονευτικὴ δύναμις τῆς ψυχῆς, πάντως ἐρεῖ τό· «Ἐμνήσθην τοῦ Θεοῦ καὶ εὐ φράνθην.» Ὁμοίως δὲ καὶ ἡ ὀπτικὴ λέξει τό· «Κατενόη σα τὰ ἔργα σου, καὶ ἐξέστην.» Ὡσαύτως δὲ καὶ ἡ ἐπιθυ μητική· «Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου·» ἐρεῖ δὲ καὶ ἡ λογική· «∆ιελογισάμην ἡμέρας ἀρχαίας.» Κατὰ ταῦτα συμβήσεται καὶ ἐπὶ τῶν ἄλλων δυνά μεων. Τουτέστι τοῖς βουλομένοις οὐδὲν