ἐστί· τινῶν δὲ θεωρημάτων τὸ τέλος ἡ πρᾶξίς ἐστι. ∆ιὰ γὰρ τοῦ, αὐτόπται, δηλοῖ τὸ θεωρητικὸν, διὰ δὲ τοῦ ὑπηρέται, τὸ πραγματικόν. ∆ύνασαι δὲ καὶ ἑτέρως ἐκλαβεῖν τὸ, ὑπηρέται γενόμενοι τοῦ Λό γου· ἤτοι τοῦ διδασκαλικοῦ λόγου, ὃν παρεδίδου ὁ Σωτήρ· ἢ καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου, ᾧ καὶ ἐξυπηρέ τησαν παρόντες οἱ μαθηταί. Τὴν διάθεσιν ἑαυτοῦ ὁ Λουκᾶς ἐμφαίνει. Πεπλη ροφόρητο γὰρ, καὶ ἐν οὐδενὶ ἐδίσταζε, πότερον οὕτως ἔχει, ἢ οὔ. Τοῦτο δὲ γίνεται περὶ τοὺς βεβαίως πι στεύοντας. Καὶ γὰρ ὁ Ἀπόστολος περὶ τῶν βεβαίων φησίν· Ἵνα ἦτε ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι τῇ πίστει. Οὐδὲν γὰρ οὕτω πληροφορεῖ, ὡς νοῦς καὶ λόγος. Ὄψις γὰρ οὐ πληροφορεῖ· ἐπεὶ οὐκ ἀπὸ ση μείων καὶ τεράτων ὁρατῶν κρίνεται τὰ πράγματα· ἀλλὰ λόγῳ κρίνεται, ποῖα τἀληθῆ, καὶ ποῖα τὰ ψευδῆ. Πραγμάτων δέ φησιν, ἐπειδήπερ οὑ κατὰ φαντασίαν, κατὰ τοὺς τῶν αἱρετικῶν παῖδας, ἐδραματούργη σεν Ἰησοῦς τὴν ἔνσαρκον αὑτοῦ παρουσίαν· ἀλλὰ τυγχάνων ἀλήθεια, πρὸς ἀλήθειαν ἐνήργησε τὰ πράγματα. Στίχ. γʹ. Καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε. Στίχ. δʹ. Ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. Στίχ. εʹ. Ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζα χαρίας ἐξ ἐφημερίας Ἀβιά· καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. 17.316 Στίχ. ʹ. Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ. Εἰκὸς ὑπολαμβάνειν, ὅτι Θεοφίλῳ τινὶ ἔγραψε τὸ Εὐαγγέλιον, ὃς εἷς ἦν τῶν πεπιστευκότων, οὕτω ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυ ρίου πράξεις τε καὶ λόγους· ὅνπερ ἐποίει ἀσφαλέστε ρον καὶ τὰ νῦν γραφόμενα. Πάντες ἐὰν τοιοῦτοι ὦμεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεό φιλοί ἐσμεν. Καὶ οὐκ ἄν τις εἴη Θεόφιλος ἀσθενής. Ὥσπερ γὰρ γέγραπται ἐπὶ τοῦ λαοῦ ἐξερχομένου ἐκ τῆς Αἰγύπτου· Οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθε νῶν· οὕτως εἴποιμι ἂν, ὅτι πᾶς Θεόφιλος κράτιστός ἐστιν, ἔχων τὸ κράτος καὶ τὴν δύναμιν, τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ. Καὶ οὕτως ἐπιγνώσεταί τις περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν, συνεὶς τὸν λόγον τοῦ Εὐαγγελίου. Ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐντυγχάνων ἀσφαλέστερον κατ έχῃ, καὶ τὴν πίστιν διατηρῇ. Τὸ εἶναι δίκαιον ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος. Αὐτὸς γὰρ ἐπίσταται τὰς καρδίας τῶν ἀν θρώπων μονώτατος. Ἐνδέχεται γὰρ κατὰ μὲν τὸ φαι νόμενον δίκαιον εἶναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς καρδίας μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένος λογισμοὺς πονηρούς. Τοιοῦ τον καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ· Ὧν ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ Θεοῦ. Οἱ γὰρ ἄνθρωποι οὐκ ἀξίως ἐπαινοῦσι, τὸ φαινόμενον μόνον βλέποντες· ὁ δὲ Θεὸς καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν, καὶ τοῦ ἐπαινε τοῦ τὸν ἔπαινον ἀξίως ποιεῖ. Στίχ. ʹ. Πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. Στίχ. ζʹ. Καὶ οὐκ ἦν αὐτοῖς τέκνον· καθότι Ἐλι σάβετ ἦν στείρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. Στίχ. ηʹ. Ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ, ἔναντι τοῦ Θεοῦ, Στίχ. θʹ. Κατὰ τὸ ἔθος τῆς ἱερατείας· ἔλαχε τοῦ θυμιάσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. Στίχ. ιʹ. Καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσ ευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. Ἴσως ἐρεῖ τις· ∆ιὰ τί πρόκειται τούτοις τὸ, ἄμεμ πτοι; ἤρκει γὰρ αὐτοῖς πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ Θεοῦ καὶ δικαιώμασιν· εἰ μὴ ἄρα ἐστὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς, οὐκ ἀμέμπτως δέ. Φημὶ δὲ οὖν πρὸς αὐτὸν, ὅτι, εἰ μὴ ἦν τοῦτο, οὐκ ἂν ἐλέγετο· ∆ικαίως τὸ δίκαιον διώξεις. Ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολὰς, ὥστε καὶ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἢ ἀνθρωπαρεσκείας, ἢ ἑτέρου τινὸς τοιού του ἔχειν, ποιοῦμεν τὰς ἐντολὰς ἀμέμπτως. Στίχ. ιαʹ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. Στίχ. ιβʹ. Καὶ ἐταράχθη Ζαχαρίας ἰδών· καὶ φό βος ἐπέπεσεν ἐπ' αὐτόν. Στίχ. ιγʹ. Εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· Μὴ φο βοῦ, Ζαχαρία, διότι ἐσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ