Scholia in Lucam

 ἐστί· τινῶν δὲ θεωρημάτων τὸ τέλος ἡ πρᾶξίς ἐστι. ∆ιὰ γὰρ τοῦ, αὐτόπται, δηλοῖ τὸ θεωρητικὸν, διὰ δὲ τοῦ ὑπηρέται, τὸ πραγματικόν. ∆ύνασαι δὲ καὶ ἑτέρ

 καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. 17.317 Στίχ. ιδʹ. Καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις· καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. ∆ιὰ συγκαταβάσεως ὤ

 ἔδωκε λαλεῖν τοῖς ἐμβρύοις διὰ τὸ ἄωρον, σπεύ δοντι τῷ Βαπτιστῇ κηρύξαι τὸν Λυτρωτὴν, ἔχρησεν ἡ μήτηρ τοῦ σώματος ὄργανον· οὐ γὰρ Πνεύματος ἁγίου πρότ

 παρουσίας τοῦ Χριστοῦ. Εἰ γὰρ εἰρηνοποίησε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τά τε ἐν τῇ γῇ καὶ τὰ ἐν τῷ οὐρανῷ, κατὰ τὸν θεῖον Ἀπόστολον, τί ὀκνεῖς π

 ποταμοῦ; Καταβαίνων γάρ ἐστιν ὡς ἀλη θῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕ δωρ τὸ σωτήριον. Καὶ κηρύσσει, φησὶν, εἰς ἄφεσιν ἁμαρτιῶν βάπτι

 δακτύλῳ δεικνύειν παρ όντα καὶ λέγειν· Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ. Ἤδει μὲν ἡ παναγία Παρθένος, μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλ' εἰς πρόσωπα τούτων τὸν

 ραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, καὶ περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες ἐξεῖναι θεραπεύειν Σαββάτῳ. Ἐπεσημήνατο γὰρ ὁ εὐαγγελι

 ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυ ναμένων ἐκεῖ σωτηρίας, τὸν αὐτάρκως παρακαθί σαντα τοῖς ποσὶν α

 θεραπευθῆναι. Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρ

 ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αὐτοῦ, τού του δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ'

 μὲν Μωϋσεῖ καὶ Ἡλίᾳ λέγει· Οὗτός ἐστι· τάχα δὲ καὶ τοῖς μαθηταῖς. Ἧς ἀκούσαντες, καὶ ταύτην τὴν δόξαν μὴ φέροντες, ἔπεσον ἐπὶ πρόσωπον ταπεινωθέντες ὑ

 σοῦν, ὡς μὴ δυνηθέντα ἀπὸ ὑποδεεστέρου λόγου τῶν μαθητῶν θεραπευθῆναι ὑπὸ τοῦ πάθους. Ἔστι δὲ ἄλαλον καὶ κωφὸν δαιμόνιον αἱ ἄλογοι πρὸς τὸ δοκοῦν καλὸ

 μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ' ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. Τὸ δὲ, Τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νε κροὺς, ἀλληγο

 Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς. Ἐλθέτω ἡ βασιλεία σου. Ἵνα καταργηθῇ μὲν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, κα

 ἄρτου, ὀσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, ἐλαίου ἀγαλ λιάσεως, ἁπτόμεναι λόγου ζῶντος· αἵτινες, ἐξευτελι ζόμεναι ὑπὸ τῶν τὰ πνεύματος μωρίαν καὶ εὔω

 τῆς ἑνδεκάτης. Καὶ ἐπεὶ προαίρεσις, οὐ χρόνος, ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις· διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα πεποιηκόσι δίδοται

 αὐτῷ· Ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν. Ἐρωτῶ σε, ἔχε με παρῃτημένον. Στίχ. ιθʹ. Καὶ ἕτερος εἶπε· Ζεύγη βοῶν ἠγόρασα πέντε, κα

 ἐγγενομένη χρωτὶ ζῶντι, πὴ δὲ πᾶσαν ἀκαθαρσίαν ἀπολύει ὅλον λεπρὸν γεγονότα. Τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεται, ὅτε χρὼς ζῶν, μετὰ τὸ ὁλόλεπρον γεγον

 γέγονεν. Ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα χοϊκήν. Ὥσπερ δὲ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ὁ ποιῶν τὰ ἔργ

ἄρτου, ὀσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, ἐλαίου ἀγαλ λιάσεως, ἁπτόμεναι λόγου ζῶντος· αἵτινες, ἐξευτελι ζόμεναι ὑπὸ τῶν τὰ πνεύματος μωρίαν καὶ εὔω κρινόντων, οὔκ εἰσιν ἐπιλελησμέναι ἐνώπιον τοῦ Θεοῦ. Τὸ μέντοι ἐμφαῖνον ῥητὸν, μηδὲ τὸ ἐλάχιστον στρουθίον ἐπιλελησμένον εἶναι ἐνώπιον τοῦ Θεοῦ, συνεξέτασον τοῖς ἐμφαίνουσι ῥητοῖς, ἐπιλανθάνεσθαί τινων τὸν Θεὸν δι' ἁμαρτίαν αὐτῶν. Ῥητῶς μὲν οὖν τὸ λεπτομερὲς τῆς Προνοίας, καὶ ἡ μέχρι τῶν λεπτῶν γνῶσις, ἐν τούτοις δηλοῦται· νοητῶς δὲ πίπτει ἐπὶ τῆς γῆς, οἷα στρουθία, τὸ φρόνιμον. Ἐπὰν δὲ ἄνω φέρεσθε, τὰ κάτω ζητεῖ τοῖς τῆς σαρκὸς ἐνεχο μένοις κακοῖς, παραδοθὲν εἰς πάθος ἀτιμίας, καὶ τὸ ἐλεύθερον μετὰ τοῦ τιμίου ἀπολελωκός. Τοιοῦτος δὲ ὁ ὑπὸ τοῦ λόγου μετεωρισθεὶς, καὶ τὰ γήϊνα φρονή σας. Κατὰ δὲ τὸ ῥητὸν πάλιν, τό· Οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, οὐ τὴν βούλησιν δείκνυσιν, ἀλλὰ τὴν πρόγνωσιν. Τῶν γὰρ γινομένων, ἃ μὲν κατὰ βούλησιν γίνεται, ἃ δὲ κατ' εὐδοκίαν, ἃ δὲ κατὰ συγχώρησιν. ΚΕΦ. ΙΓʹ. Στίχ. κʹ. Πάλιν οὖν εἶπε· Τίνι ὁμοιώσω τὴν βα σιλείαν τοῦ Θεοῦ; Στίχ. καʹ. Ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. Ἑτέρως ἐστὶ λαβεῖν, τὴν μὲν γυναῖκα εἰς τὴν Ἐκκλησίαν, τὴν δὲ ζύμην εἰς τὸ Πνεῦμα τὸ ἅγιον. Σάτα δὲ τρία, σῶμα, πνεῦμα, ψυχήν. Ἁγιάζεται δὲ ταῦτα τῇ ζύμῃ τοῦ ἁγίου Πνεύματος, ὥστε γενέσθαι πρὸς τὸ ἅγιον Πνεῦμα ἓν φύραμα. Ἔτι ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν ὁ Σωτὴρ ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτον αἰνιξάμενος τὸν τρόπον. Ὁ γοῦν τῆς οὐρανίου βασιλείας λόγος, μετὰ τὴν πρώτην ἐν ἀνθρώποις σπορὰν αὐξηθεὶς, καρπὸν ἀποδοὺς ἐντελῆ, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιχορη γίαν τοῖς διὰ τῶν πρώτων ὠφελουμένοις παρέχει, ζύμης δίκην φύραμα ζυμούσης. Γυνὴ δὲ ταύτην, ἡ σοφία τοῦ Θεοῦ, εἰς ἀλεύρου σάτα τρία ἐγκρύπτει. Τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς τοῦ σπόρου γεωργίας ἀλεύρου σάτα τρία, δόγματα, θείαν γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἡ τοῦ Θεοῦ σοφία τὸ ἅγιον Πνεῦμα χο ρηγεῖ. Ἡ δ' αὐτὴ, καθ' ἑτέραν διάνοιαν, πάντα τὸν ἐκ Θεοῦ ἄνθρωπον ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύ ματος συνεστῶτα, τῇ ἐπιχορηγίᾳ τῆς θείας ἐμπνεύ σεως, ζύμην ἐγκρύπτουσα, τὴν ἐξ αὐτῆς ὠφέλειαν, εἰς ἀλεύρου σάτα τρία τὰ νενοημένα, ἕως οὗ ζυμωθῇ ὅλον. Οὗτος γοῦν, τῇ μετοχῇ τῆς οὐρανίου ζύμης ποιωθεὶς καὶ ζυμωθεὶς, οὐράνιος καὶ πνευματικὸς χρηματίσεται ἄνθρωπος, καὶ νέον φύραμα, ὡς ὂν μιᾶς κράσεως γενομένης τῶν τριῶν ἀλεύρων ἀποδε δομένων, καὶ τῆς ἐν αὐτοῖς ἐμπνεύσεως τοῦ ἁγίου 17.360 Πνεύματος. Καὶ δὴ νέος ἄρτος καὶ πνευματικὸς γε νόμενοι κατὰ τὸν Ἀπόστολον, ὅς φησιν· Εἷς ἄρτος καὶ ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, εἰκόνα καὶ ὁμοίωσιν ἀναληψόμεθα τοῦ ζωοποιοῦ τῶν ὄλων ἄρτου, ὃς ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν, ἑαυτῷ παραπλησίους καὶ ἡμᾶς ἀπεργασάμενος. Εὖ δὲ γυναικὶ ἀφομοιώσω τὴν σοφίαν τοῦ Θεοῦ ἐν τούτοις· Χριστὸς δέ ἐστιν ἡ τοῦ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, καταλλήλως τῷ τῆς ζύμης ὑποδείγματι. Ὥσπερ γὰρ ἐπὶ τῆς παραβολῆς τοῦ σπόρου, γεωργοῦ πρόσωπον καὶ σπορέως εἰσῆγεν, οὐκ ἂν εὐλόγως ἐν ἐκείνοις μνημονευθείσης γυναικὸς, οὔτε κἀνταῦθα ἐπὶ ζύμης φερομένης εἰς ἀλεύρου σάτα τρία, οἰκειοῦται ἡ παραβολὴ, γυναικὶ ἀρτοποιου μένῃ τὸν ἐξ ἐκείνης ὠνομασμένον σπορέα ἀπεικάσαι. Στίχ. κθʹ. Καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυ σμῶν καὶ βοῤῥᾶ καὶ νότου, καὶ ἀνακλιθήσον ται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. Παρὰ δὲ τῷ Ματθαίῳ καὶ παραβολὴ πλέκεται, δι' ἧς καλοῦνται ὡς εἰς ἀμπελῶνα εἰς τὰς ἐντολὰς ἐρ γάται διάφοροι ἐν διαφόροις ἡλικίαις, ὡς ἐν πρωΐᾳ, καὶ περὶ τρίτην, καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην ὥραν. Τάχα μὲν οὖν ἅπας ὁ τῶν ἀνθρώπων βίος ἐστὶν ἡ κατὰ τὴν παραβολὴν ἡμέρα. Καὶ οἱ μὲν ἐκ παίδων καὶ πρώτης ἡλικίας κληθέντες οἱ ἅμα τῇ ἕῳ μισθω θέντες εἰσὶ παρὰ τοῦ δεσπότου· οἱ δὲ μετὰ τὸ μειρά κιον οἱ ἀπὸ τῆς τρίτης ὥρας· οἱ δὲ μετὰ τὸν ἐν νεό τητι καύσωνα καὶ τὸ βάρος ἐπὶ τὴν θεοσέβειαν ἀγό μενοι πρεσβύται οἱ περὶ τὴν ἐνάτην· οἱ δὲ πρὸς αὐτῇ τῇ ἐξόδῳ γέροντες ἤδη δηλοῦνται διὰ