δὲ καὶ τὸν ἐνενηκοστὸν τρίτον, οὗ ἡ ἀρχή· «Θεὸς ἐκδικήσεων Κύριος,» καὶ τὸν ἐνενηκοστὸν τέταρτον, οὗ ἡ ἀρχή· 12.1057 «∆εῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ,» καὶ τὸν εʹ, οὗ ἡ ἀρχή· «Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ·» καὶ τὸν ἐνενηκοστὸν ἕκτον, οὗ ἡ ἀρχή· «Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ·» καὶ ὁ ζʹ, ὃς ἐπεγέγραπτο μόνον, «Ψαλμός·» τὸ γὰρ, «τῷ ∆αυῒδ,» ὡς ἔχει ἔν τισιν ἀντιγράφοις, οὔτε ἐν τῷ Ἑβραϊκῷ ἦν οὔτε ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν· ἡ δὲ ἀρχὴ αὐτοῦ ἦν· «Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν.» Καὶ ὁ δὲ ηʹ τοῦ αὐτοῦ ἐλέγετο εἶναι, οὗ ἡ ἀρχή· «Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί·» καὶ ὁ ἐνενηκοστὸς ἔνατος, ὃς ἐπεγέγραπτο· «Ψαλμὸς εἰς ἐξομολόγησιν,» οὗ ἡ ἀρ χή· «Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ.» Μετὰ δὲ τούτους τοὺς ιαʹ ἐπεγέγραπτο καὶ ἐν τῷ Ἑβραϊκῷ καὶ παρὰ πᾶσιν, «τῷ ∆αυῒδ ψαλμὸς,» καὶ ἦν ὁ ρʹ οὐκέτι Μωϋσέως. Τούτων εἰρημένων εἰς τοὺς ψαλμοὺς οἳ ἀπὸ Ἑβραίων ἀναφέρονται εἰς Μωϋσέα, ἀνθυποφο ρὰν ὑπειδόμενος ὁ Ἰουδαῖος, ἔθηκεν αὐτὴν τὴν φαι νομένην αὐτῷ λύσιν αὐτῆς. Ἑώρα γὰρ, ὅτι ἀντεῖπεν ἄν τις περὶ τοῦ μὴ εἶναι τὸν ἕνα τῶν ιαʹ ψαλμῶν, τὸν ηʹ, Μωϋσέως, ἐκ τοῦ· «Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ. Ἅγιος Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσή κουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐ τούς.» Ὁ ἀντιλέγων εἶπεν ἂν, πῶς τὸ ὄνομα τοῦ Σαμουὴλ, γενομένου πλείοσιν ὕστερον γενεαῖς, Μωϋ σῆς ἔθηκεν ἐν τῷ ἑαυτοῦ ψαλμῷ. Ἔλεγεν οὖν πρὸς τοῦτο, ὅτι οὐδὲν θαυμαστὸν προπεφητεῦσθαι ὑπὸ Μωϋσέως τὸ ὄνομα Σαμουὴλ, ἀνδρὸς ἱεροῦ, καὶ συν αριθμηθέντος ὑπὸ Ἱερεμίου τῷ Μωϋσῇ ἐν τῷ· «Οὐδ' ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ,» ὅτε ἐν ταῖς Βασι λείαις Ἰωσίας προεφητεύθη· «Θυσιαστήριον, θυ σιαστήριον, τάδε λέγει Κύριος· ἰδοὺ υἱὸς τίκτεται τῷ ∆αυΐδ· Ἰωσίας ὄνομα αὐτῷ.» Πολλάκις ζητήσας τὴν αἰτίαν τοῦ ἐπιγράφε σθαι μεταξὺ τῶν ψαλμῶν διάψαλμα, ὕστερον πα ρατηρήσας ἐν τῷ Ἑβραϊκῷ, καὶ συνεξετάζων αὐτῷ τὸ Ἑλληνικὸν, εὗρον, ὅτι ὅπου τὸ Ἑβραϊστὶ «σὲλ,» Ἑλληνιστὶ δὲ «ἀεὶ,» ἤ τι τούτῳ ἰσοδυναμοῦν, ἐκεῖ οἱ Ἑβδομήκοντα, καὶ Θεοδοτίων, καὶ Σύμμαχος ἔταξαν τὸ «διάψαλμα.» Οὐ χεῖρον δὲ παραδείγματι τὸ λε 12.1060 γόμενον βεβαιῶσαι· οἷον ἐν τῷ οδʹ ψαλμῷ, οὗ ἡ ἀρχή· «Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησό μεθά σοι, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου·» μετὰ τὸ, «Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς,» παρὰ τοῖς Ἑβδομήκοντα, καὶ Θεοδοτίωνι, καὶ Συμμάχῳ ἐστὶ «διάψαλμα.» Ἀντὶ δὲ τούτου παρὰ μὲν Ἀκύλᾳ· «Ἐγὼ ἐσταθμισάμην τοὺς στύλους αὐτῆς ἀεί·» ἐν δὲ τῇ εʹ· «Ἐγώ εἰμι ὃς ἡτοίμασα τοὺς στύλους αὐ τῆς ἀεί·» ἐν δὲ τῇ ʹ· «Ἐγὼ ἐστερέωσα τοὺς στύ λους αὐτῆς διαπαντός.» Ἔκειτο δὲ ἐν τῷ Ἑβραϊκῷ μετὰ τὸ «Ἀμουδᾶ,» ὅ ἐστι, «στύλους αὐτῆς,» τὸ «σέλ.» Πάλιν τε αὖ ἐν τῷ οεʹ, οὗ ἀρχὴ, «Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς,» εὕρομεν παρὰ τοῖς Ἑβδομήκοντα καὶ Θεοδοτίωνι, μετὰ τὸ, «ὅπλα, καὶ ῥομφαίαν, καὶ πόλεμον,» διάψαλμα· παρὰ δὲ Συμμάχῳ, μετὰ τὸ, «ἀσπίδα καὶ μάχαιραν καὶ πόλεμον,» ὁμοίως «διάψαλμα.» Ἀντὶ δὲ τούτου παρὰ μὲν Ἀκύλᾳ, μετὰ τὸ, «θυρεὸν καὶ πόλεμον καὶ μάχαιραν,» τὸ «ἀεί·» ἐν δὲ τῇ ʹ, μετὰ τὸ, «ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον,» τὸ, «εἰς τέλος.» Ἦν δὲ πάλιν ἐν τῷ Ἑβραϊκῷ μετὰ τὸ, «Οὐμάλαμα,» ὅ ἐστι, «καὶ πόλεμον,» τὸ «σέλ.» Καὶ ἔτι ἐν τῷ αὐτῷ ψαλμῷ, μετὰ τὸ, «τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς,» ὁ Σύμμαχος ὁμοίως «διάψαλμα.» Παρὰ δὲ τῷ Ἀ κύλᾳ, μετὰ τὸ, «πάντας τοὺς πραεῖς τῆς γῆς,» τὸ «ἀεί·» οὕτω δὲ καὶ ἐν τῇ πέμπτῃ, μετὰ τὸ, «πάν τας τοὺς πραεῖς τῆς γῆς,» τὸ «ἀεί·» ἐν δὲ τῇ ἕκτῃ μετὰ τὸ, «τοῦ σῶσαι τοὺς πραεῖς τῆς γῆς,» τὸ «εἰς τέλος.» Καὶ ἐν τῷ Ἑβραϊκῷ μετὰ τὸ «ἀνίη ἂρς,» ὅ ἐστι, «πραεῖς τῆς γῆς,» τὸ «σέλ,» καὶ οὕτως ἀδιάπτωτον εὑρόντες τὴν τοιαύτην παρατήρη σιν, ταῦτα ἐσημειωσάμεθα. Πότερον δὲ μουσικοῦ τινος μέλους ἢ ῥυθμοῦ γινομένης ἐναλλαγῆς ἔγραψαν τὸ «διάψαλμα» οἱ ἑρμηνεύσαντες, ἢ ἄλλως κινηθέν τες, καὶ σὺ ἐπιστήσῃς. ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΨΑΛΜΟΥΣ. Οἱ ἐπιγεγραμμένοι