κρεωφαγίᾳ αἰγῶν καὶ προβάτων· χοῖρος γὰρ ἀπὸ Θηβαΐδος οὐκέτι εὑρίσκεται ἐν τοῖς μέρεσιν Ἰνδίας ἢ Αἰθιοπίας δι' ὑπερβολὴν καυμάτων. 1.7 διηγεῖτο οὖν οὗτος ὁ σχολαστικός, ὅτι ἀπὸ τῆς Αὐξούμης εὑρών τινας πλοιαρίοις διαβαίνοντας Ἰνδοὺς ἐμπορίας χάριν ἐπειράθη ἐνδότερον ἀπελθεῖν· καὶ φθάσας ἐγγὺς τῶν καλουμένων Βισάδων τῶν τὸ πίπερ συναγόντων· ἔθνος δέ ἐστιν ἐκεῖνο πάνυ σμικρότατον καὶ ἀδρανέστατον, λιθίνοις σπηλαίοις ἐνοικοῦντες, οἵτινες καὶ κρημνοβατεῖν ἐπίστανται διὰ τὴν τοῦ τόπου συστρο φὴν καὶ τὸ πίπερ οὕτως ἀπὸ τῶν θάμνων συνάγουσι· δενδρύφια γάρ εἰσι κολοβά, ὡς ἔλεγεν ἐκεῖνος ὁ σχολαστικός. εἰσὶ δὲ καὶ οἱ Βισάδες ἀνθρωπάρια κολοβὰ μεγαλοκέφαλα, ἄκαρτα καὶ ἁπλό τριχα· οἱ δὲ λοιποὶ Αἰθίορες καὶ Ἰνδοὶ μέλανές εἰσιν καὶ νεανικοὶ καὶ φριξότριχες. 1.8 "ἐκεῖθεν δέ", φησι, "κατασχεθεὶς ὑπὸ τοῦ δυναστεύοντος πραγμάτων ἐπειρώμην ὡς τολμήσας εἰσελθεῖν εἰς τὴν χώραν αὐτῶν· καὶ οὔτε ἐκεῖνοι τὴν ἀπολογίαν ἐδέχοντο τὴν ἐμὴν μὴ ἐπιστάμε νοι τὴν διάλεκτον τῆς ἡμετέρας χώρας, οὔτε δὲ ἐγὼ τὰς παρ' ἐκεί νων εὐθύνας εἰς ἐμὲ γινομένας ἐγνώριζον. οὐδὲ γὰρ ἐγὼ τὴν ἐκείνων ἠπιστάμην γλῶσσαν, μόναις δὲ ταῖς διαστροφαῖς τῶν ὄνεων ἀλλήλοις ἐστοιχοῦμεν γνώριμα σημεῖα. ἐγὼ μὲν τὰς ἐκεί νων ἐγκληματώδεις φωνὰς ἐκ τοῦ ὑφαίμου τῆς χρόας τῶν ὀφθαλμῶν καὶ τοῦ ἀγρίου τρισμοῦ τῶν ὀδόντων καὶ τῶν κινήσεων τὴν τῶν λεγομένων παρ' αὐτῶν ἐστοχαζόμην δύναμιν, ἐκεῖνοι δὲ αὖ πάλιν ἐκ τοῦ τρόμου τοῦ ἐμοῦ καὶ τῆς ἀγωνίας καὶ τῆς ὠχρότητος τοῦ προσώπου τό τε τῆς ψυχῆς ἐλεεινὸν διὰ τῆς τοῦ σώματος δειλίας ἐναργῶς κατεμάνθανον. 1.9 κατασχεθεὶς οὖν παρ' αὐτοῖς ἑξαετίαν ὑπηρέτησα, τῷ ἀρτοκοπείῳ παραδοθεὶς εἰς ἐργασίαν. ἦν δὲ τὸ ἀνάλωμα τοῦ βασιλέως αὐτῶν, φησι, μόδιος εἷς σίτου εἰς ὅλον αὐτοῦ πα λάτιον, κἀκεῖνος οὐκ οἶδα πόθεν φερόμενος. οὕτως δέ, φησιν, ἐν τῇ ἑξαετίᾳ ἠδυνήθην πλεῖστα ἐκ τῆς γλώσσης αὐτῶν σημει ώσασθαι, δι' ὧν καὶ τὰ παρακείμενα λοιπὸν ἔθνη μεμάθηκα. 1.10 ἀπελύθην δέ, φησιν, ἐκεῖθεν τῷ τρόπῳ τούτῳ· ἕτερος βασιλεὺς ποιήσας μάχην μετὰ τοῦ κατέχοντός με διέβαλεν αὐ τὸν πρὸς τὸν μέγαν βασιλέα τὸν ἐν Ταπροβάνῃ νήσῳ καθεζόμε νον ὡς ἄνδρα ἀξιόλογον Ῥωμαῖον αἰχμάλωτον λαβὼν τοῦτον ἔχει εἰς ὑπηρεσίαν ἀγενεστάτην. ὁ δὲ πέμψας κριτὴν ἕνα καὶ μαθὼν τὸ ἀκριβὲς ἐκέλευσεν αὐτὸν ἀσκοδαρῆναι ὡς ὑβρίσαντα Ῥωμαῖον· πάνυ γὰρ τιμῶσι τε καὶ φοβοῦνται τὴν Ῥωμαίων ἀρχὴν ὡς δυναμένην καὶ τῇ χώρᾳ αὐτῶν ἐπιβῆναι δι' ὑπερβολὴν ἀνδρείας καὶ εὐμηχανίας. 1.11 ἔλεγεν οὖν οὗτος ὅτι οἱ Βραγμᾶνες ἔθνος ἐστὶν οὐ προ αιρέσει ἀποτασσόμενον ὡς οἱ μοναχοί, ἀλλ' ἔλαχον τὸν κλῆρον τοῦτον ἄνωθεν καὶ ἐκ θεοῦ κριμάτων, τὴν τοῦ ποταμοῦ παροι κίαν, φυσικῶς ἐν γυμνότητι διαζῶντες. παρ' οἷς οὐδὲν τετρά ποδον ὑπάρχει, οὐ γεώργιον, οὐ σίδηρος, οὐκ οἰκοδομή, οὐ πῦρ, οὐκ ἄρτος, οὐκ οἶνος, οὐχ ἱμάτιον, οὐκ ἄλλο τι τῶν εἰς ἐργασίαν συντελούντων ἢ ἀπόλαυσιν συντεινόντων. ἔχουσι δὲ ἀέρα λιγυρόν τε καὶ εὔκρατον καὶ πάνυ κάλλιστον. σεβόμενοι τὸν θεὸν καὶ γνῶσιν ἔχοντες οὐχ οὕτως δὲ λεπτὴν οὔτε δὲ δι ευκρινεῖν οὕτως τοὺς τῆς προνοίας λόγους δυνάμενοι ὅμως εὔ χονται ἀδιαλείπτως. εὐχόμενοι δὲ ἀντὶ τῆς ἀνατολῆς τῷ οὐρα νῷ ἀτενίζουσι, τῇ τροπῇ τῆς ἀνατολῆς οὐ προσέχοντες. 1.12 ἐσθίουσι δὲ τὰ παρατυγχάνοντα ἀκρόδρυα καὶ λαχάνων τὰ ἄγρια, ὅσα ἡ γῆ ἐκφύει αὐτομάτως, καὶ ὕδωρ πίνουσι νομάδες ὄντες ἐν ὕλαις ἐπὶ φύλλοις ἀναπαυόμενοι. παρ' αὐτοῖς δὲ πολὺ τὸ περσεϊνὸν ξύλον καὶ τὸ λεγόμενον ἀκάνθινον καί τινα ἕτε ρα ἐπιχώρια καρποφόρα ἀφ' ὧν ἀποζῶσιν. 1.13 καὶ οἱ μὲν ἄνδρες εἰς τὸ μέρος τοῦ Ὠκεανοῦ ἐκεῖθεν τοῦ ποταμοῦ τοῦ Γάγγου παροικοῦσιν· οὗτος γὰρ ὁ ποταμὸς εἰς τὸν Ὠκεανὸν εἰσβάλλει· αἱ δὲ γυναῖκες αὐτῶν εἰσιν ἐντεῦθεν τοῦ Γάγγου ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. περαιοῦνται δὲ οἱ ἄν δρες πρὸς τὰς γυναῖκας Ἰουλίῳ καὶ Αὐγούστῳ μηνί· οὗτοι γάρ εἰσι παρ' αὐτοῖς οἱ μῆνες ψυχρότατοι τοῦ ἡλίου πρὸς ἡμᾶς ὑπὲρ βοῤῥᾶν ὑψωθέντος· οἳ καὶ εὐκρατότεροι λέγονται εἶναι οἱ μῆνες ἐκεῖνοι καὶ οἶστρον κινεῖν. καὶ ποιήσαντες μετὰ τῶν