ὑπογράψαντες αδειαν εχειν, ει τε καὶ ἀνηνάμενοι φυγεῖν. οἱ δὲ φεύγειν ᾑροῦντο καὶ πρὸς τὸν τῆς ἀπωλείας βυθόν, ωσπερ ην αὐτοῖς αξιον, καταδύεσθαι. 2.1azu S. 12-13 Vita Constantini Cod. Angelic. A f. 22r Franchi de' Can. 94: Εὐσέβιος δὲ ὁ τῆς Νικομηδείας ἐπίσκοπος, τῇ τῶν ἑτεροουσιαστῶν αἱρέσει πάνυ κατισχυμένος, εἰς Χαλκηδόνα παραγενόμενος μετὰ καὶ Θεόγνιδος κοινῇ συνῆλθον περὶ τῶν πρακτέων βουλεύσασθαι· οι καὶ συγγίνονται τῷ Μάριδι. καὶ οἱ τρεῖς ηδη σὺν ἀλλήλοις εν τινι τῆς ἐκκλησίας παστάδι συγκαθεζόμενοι λόγους ἐποιοῦντο περὶ τῶν προκειμένων, καὶ τὰ περὶ τῆς αὐτῶν κατεφληνάφουν αἱρέσεως. τῆς ουν γνώμης αὐτῶν μεριζομένης, ἐξαπιναίως σεισμός τε γίνεται μέγας περὶ αὐτοὺς καὶ μόνον· καὶ ζόφος ἐπέσχε βαθὺς περὶ τρίτην που τῆς ἡμέρας ωραν· καὶ εκπληξις ἀμήχανος ην. ̓Αλλ' οὐδὲ ουτως συναίσθησιν οἱ τρισαλιτήριοι λαβεῖν ἠθέλησαν, οὐδὲ διανέστησαν, ὡς αρα τὸ θεῖον, ἐφ' οις κακῶς καὶ ἀθέως μετεβουλεύοντο χαλεπαῖνον καὶ ἀπαρεσκόμενον, τὴν αψυχον ἐμάστιζε γῆν, τῇ περὶ ταύτην πληγῇ τὴν ἐκείνων, εἰ καὶ μηδὲ ουτως ᾑρετίσαντο σωφρονεῖν, διελέγχων καὶ καταστρέφων τόλμαν τε καὶ ἀπόνοιαν. τὸ γὰρ περὶ μηδένα μὲν τῶν αλλων τὸ πάθος γενέσθαι, αὐτοὺς δὲ μόνους ους ειχεν ἡ τῆς δυσφημίας μελέτη περιλαβεῖν, πῶς οὐ φανερὸν τὸν ελεγχον οὐ παρέχεται τῆς κατ' αὐτῶν ἀνακινηθείσης θείας ὀργῆς; βαβαὶ τῆς τοῦ Σατανᾶ πωρώσεως ῃ συνεσχέθη τὸ τῶν αἱρετικῶν απαν αθροισμα. 2.2aebd. Folge ̔Ο δὲΑρειος ἐξεληλυθὼς τοῦ εὐσεβεστάτου συλλόγου καὶ πανταχόθεν παρὰ τῶν ὀρθοδόξων ἀποκλειόμενος καὶ οὐκ εχων οπως ετι τοῖς πλήθεσιν ὁμιλοίη καὶ διδάσκοι περὶ τῶν προκειμένων, ἐπὶ τὸ γράφειν ἐχώρει ψαλμούς τέ τινας οπως ἠδύνατο συντιθεὶς καὶ ᾳσματα ναυτικά τε καὶ ἐπιμύλια καὶ οιοις οἱ ἐν ταῖς ὁδοιπορίαις οἱ τοὺς ονους ἐλαύνοντες εἰώθασιν χρῆσθαι. ̓Αλλὰ χάριν μὲν ουτος τῶν βλασφημιῶν ἐν καιρῷ τῷ προσήκοντι τιμωρίαν τὴν πρέπουσαν ἐπισπάσεται· Κρίσπος δὲ usw. † unt. 4a2.4aVita Constantini Cod. Angelic. A f. 23 Franchi de' Cav. 95; 6s. ob. S. 13, 31: Κρίσπος δὲ ὁ πρεσβύτατος τῶν Κωνσταντίνου υἱῶν ἐκ τῆς Μαξεντίου γενόμενος αὐτῷ θυγατρός, ὑποβασιλεύων τε τῷ πατρὶ (τὴν γὰρ τοῦ Καίσαρος ειχε τιμὴν) καὶ λαμπρὰ κατὰ τοὺς πολεμίους εργα ἀποδεικνύμενος, ὑπ' αὐτῷ τῷ τῆς ωρας ανθει, τῷ ἑξῆς ἐνιαυτῷ μετὰ τὴν γενομένην ἐν τῇ Νικαίᾳ σύνοδον ἀθρόως εἰπεῖν ἐτελεύτησεν. οἱ δὲ τῆς αἱρέσεως καὶ δυσσεβείας ἀνάμεστοι παρὰ τοῦ πατρὸς αὐτὸν τὸ τοῦ βίου τέλος εὑρεῖν φασιν, ων καὶ τοὺς λόγους, ὡς λίαν οντας ψευδεῖς, δίκαιον ην τῷ οντι παραλιπεῖν· ἀλλ' ἐπεὶ πάσας τὰς τῶν πάλαι φημιζομένας δόξας ἀναγράφειν διὰ πάσης ἐθέμην σπουδῆς, καλὸν καὶ ταύτην τῷ μετὰ χεῖρας λόγῳ συνθεῖναι, οὐχὶ πρὸς πίστωσιν μᾶλλον οσον πρὸς ελεγχον τῶν τὰ ψευδῆ λέγειν προαιρουμένων. φασὶν γὰρ τῷ Κρίσπῳ τὴν μητρυιὰν Φαῦσταν τὴν αἰτίαν τοῦ φόνου διὰ μανίας ἐρωτικῆς παρασχεῖν. εἰς ερωτα γὰρ αυτη τοῦ νέου πεσοῦσα καὶ ηδη νικωμένη τῷ πάθει, πρῶτα μὲν ποικίλοις αὐτὸν ἐξεκώτιλλε λόγοις εἰς τὴν ὁμιλίαν ὑπαγομένη· ἐπεὶ δ' ἐκεῖνος ἀποστρόφως τε παντάπασιν ειχεν μηδὲ πρὸς μόνην καρτερῶν τὴν μνήμην, καὶ δῆλος ην οὐδαμῶς πεισθησόμενος, ἐνταῦθα ηδη πυρπολουμένη τοῖς πόθοις ἡ γυνὴ καὶ οὐκ εχουσα ητις γένηται, πρὸς ἐπιβουλὴν ἐχώρει τοῦ ποθουμένου, τρέψασα τὸ φίλτρον εἰς μῖσος. τῷ γὰρ ἀνεκπράκτῳ τῆς ἐπιθυμίας ὀργιζομένη, θεραπείαν ἐποιεῖτο τοῦ πάθους τὴν τοῦ μὴ ποθουμένου σφαγήν, φόνῳ προθυμουμένη κορέσαι τὸν πόθον. καὶ πείθει δὲ τὸν ἑαυτῆς ανδρα κτεῖναι τὸν ἑαυτοῦ παῖδα, τὴν ἑαυτῆς νόσον ἐκείνου ποιησαμένη, καὶ παντοδαποὺς αὐτοῦ καὶ ψευδεῖς καταφορήσασα λόγους. ὁ δ' ἐφ' οις ηκουσεν τῆς ἑαυτοῦ γυναικὸς φθασθεὶς τὸν λογισμὸν τῇ ὀργῇ καὶ μηδὲν εἰς ἐξέτασιν ἀναβαλέσθαι τοῦ πράγματος ἐθελήσας, Θησεὺς γίνεται τῷ παιδί, καὶ ονπερ ἐκεῖνος τρόπον τῇ διαβολῇ τῆς Φαίδρας ἀνεῖλε τὸν ̔Ιππόλυτον τὸν ἐξ ̔Ιππολύτης αὐτῷ τῆς ̓Αμαζόνος γενόμενον, τοῦτον καὶ ουτος τὸν τρόπον ἀπέσφαξεν τὸν Κρίσπον τῇ συκοφαντίᾳ τῆς ἑαυτοῦ